18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ἀνδρὸς κακοξένου. (ῃερς. 499.) Ἐν τούτοις δὲ καὶ μάρμαρον λίθον ὁ Ὅμηρος πλάττει

ἀφεθέντα κατὰ τῆς νηὸς, ἵνα τὸ διὰ πολλὴν πυκνότητα βάρος ἐνδείξηται. τοιοῦτοι

γὰρ οἱ μάρμαροι λίθοι, διὸ καὶ στίλβουσιν ὡς πυκνοὶ καὶ λεῖοι. ταυτὸν δ' εἰπεῖν

μαρμαίρουσιν, ὅθεν καὶ μάρμαροι λέγονται. ἄλλως δὲ εἴπερ κισσηρώδης τις ἦν ὁ

λίθος ἐκεῖνος, οὐκ ἂν ἦν τοσοῦτον αὐτῷ βάρος. φησὶ γοῦν. μαρμάρῳ ὀκριόεντι

βαλών. ὁποῖός τις καὶ ἐν τῇ Ἰλιάδι δηλοῦται. Οὗτος δὲ ὁ λίθος δεδίττει τοὺς περὶ

Ὀδυσσέα (ῃερς. 498.) μὴ καὶ ἀφεθεὶς ἀράξῃ τὰς αὐτῶν κεφαλὰς καὶ τὴν νῆα,

τουτέστι συντρίψῃ ὡς διὰ Ἄρεος ἤτοι σιδήρου. (ῃερς. 499.) τόσσον γάρ φασιν ἵησι

τουτέστιν ἀφίησιν ὅθεν καὶ ἥμων γίνεται ὁ ἀκοντιστής. καὶ ἱὸς τὸ βέλος. (ῃερς. 503.)

Ὅτι ἐπίγραμμα οἷον τῇ ἐξορύξει τοῦ Κύκλωπος ὀφθαλμοῦ Ὀδυσσεὺς ἐπιγράφει τὸ,

Κύκλωψ αἴ κέν τίς σε κατὰ θνητῶν ἀνθρώπων ὀφθαλμοῦ εἴρηται ὅ ἐστιν ἐρωτήσει

ἀεικελίην ἀλαωτὴν, φάσθαι Ὀδυσσῆα πτολιπόρθιον ἐξαλαῶσαι, υἱὸν Λαέρτεω,

Ἰθάκῃ ἔνι οἰκί' ἔχοντα. τοῦτο δὲ Σωκράτης ὕστερον μιμησάμενος ὁπηνίκα πρός τινος

ὑπώπια ἔπαθεν, ἐπέγραψε τῷ μετώπῳ, ὁ δεῖνα ἐποίησε. Λέγει δὲ ἀεικελίην ἀλαωτὴν

ἢ τὴν αἰκιστικὴν ἢ τὴν ἀεικῶς γενομένην, ὡς μὴ δέον ὂν τὸν τηλικοῦτον τοιαῦτα

ποιεῖν κακὰ ὡς καὶ οὕτω κακῶς ἀντιπαθεῖν. (ῃερς. 502.) Τὸ δὲ κατὰ θνητῶν

ἀνθρώπων περιττὴν κἀνταῦθα ἔχει τὴν πρόθεσιν. Τὸ δὲ φάσθαι, φάθι φησὶν ἡ κοινὴ

χρῆσις. οὗ τὸ ἀνάπαλιν ἀπόφαθι. κατὰ τὸν εἰπόντα ἢ φάθι ἢ ἀπόφαθι. ἀρέσκει δὲ

τοῖς πλείοσιν ἀπὸ τοῦ ἐφάμην μέσου ἀορίστου δευτέρου γενέσθαι. διὸ καὶ

παροξυτονεῖσθαι ὡς φύσει βραχέος ὄντος τοῦ παρατελεύτου ˉα. καθὰ δῆλον καὶ ἐκ

τοῦ ἔφατο. καὶ φάτο. καὶ φάο. οἷον. ἔπος φαόμενον δ' ἐπίκευθε. ὧν ἀρχὴ, ὁ ἔφην

δεύτερος ἐνεργητικὸς ἀόριστος. οὗ μετοχὴ, φὰς φάντος. καὶ φάντες ἐν Ἰλιάδι,

ταὐτὸν ὂν τῷ, φάμενοι. καὶ οὕτω μὲν οἱ πλείους. ὁ δὲ βαθὺς Ἡρακλείδης φαίνεται

θέλων φύσει τε μακρὰν εἶναι τὴν παραλήγουσαν τοῦ φᾶσθαι καὶ προπερισπᾶσθαι

αὐτήν. εἰπὼν γὰρ χρῆναι ἐν τῷ φημὶ τὸ παθητικὸν εἶναι φαμαὶ διὰ τοῦ ἄλφα καὶ

ὅμως ἐκλελοιπέναι διὰ τὸ δισυλλαβεῖν. ἐπεὶ οὐδὲν εἰς μαˉι λῆγον παθητικὸν καὶ τῷ

ἄλφα παραληγόμενον δισυλλαβεῖ, πάντα γὰρ ὑπὲρ δύο συλλαβάς εἰσιν, ὑποκαταβὰς,

λέγει ὅτι καθὰ ἐκ τοῦ τιθῶ πεποίηται τὸ τίθημι καὶ ἱστῶ ἵστημι, οὕτω καὶ τοῦ φῶ

φῶμαι δευτέρας συζυγίας, φημί. οὗ παθητικὸν φαμαί. ἄῤῥητον δηλαδή. αὐτοῦ δὲ τὸ

ἀπαρέμφατον φᾶσθαι. μετ' ὀλίγα δὲ λέγει καὶ περὶ τοῦ ὡς ἐῤῥέθη Ὁμηρικοῦ φάο

τοιαῦτα. τὰ ἐπὶ δευτέρου προσώπου κατὰ παρατατικὸν χρόνον εἰς ˉο λήγοντα

ῥήματα παρέσει τῆς παρατατικῆς αὐξήσεως προστακτικὸν ποιεῖ. οἷον. ἐδείκνυσο.

δείκνυσο. καὶ τὰ ὅμοια. οὐκοῦν καὶ ἀπὸ τοῦ ἐφάμην εἰ ἔστι τὸ δεύτερον ἔφασο τὸ

προστακτικὸν γενήσεται φάσο, ἐνδείᾳ χρόνου ἑνὸς τοῦ κατ' ἀρχήν. εἶτα, φάο κατ'

ἔνδειαν τοῦ σίγμα. ἐν τούτοις δὲ γράψας καὶ ὅτι ἀπὸ τοῦ εἰμὶ ἐμαὶ γίνεται τὸ ἤμην οὐ

προσλήψει τοῦ ἰῶτα, προκριτέον γάρ φησι τὴν διὰ τοῦ ἦτα γραφὴν, καὶ ἐπαγαγὼν

ὅτι τὰ ἐκ δασυνομένου τοῦ ˉε θέματα προσλαμβάνει τὸ ˉι ἐν τῇ κινήσει. οἷον, ἕρπω

εἷρπον. ἕλκω εἷλκον. ἕπομαι εἱπόμην, ἐπιφέρει καὶ τὸ, ἔχομαι εἰχόμην. καὶ γάρ

φησιν ἐν τῷ ἔχω δασὺ ἦν τὸ ˉε. ἐψιλώθη δὲ διὰ τὴν ἐπιφορὰν τοῦ ˉχ. διὸ ἐδασύνθη ὁ

ἔξω μέλλων. διδάσκων, ἀπὸ τῶν αὐτῶν τοῖς ἐνεστῶσι πνευμάτων ἄρχεσθαι τοὺς

μέλλοντας. (ῃερς. 507.) Ὅτι οὐ πάντες οἱ Κύκλωπες ἄγριοι, εἰ δὴ καί τις ἦν παρ'

αὐτοῖς τῶν πάνυ λόγου ἀξίων, μάντις δηλαδὴ ἀγαθός. φησὶ γοῦν ἐνταῦθα πρὸς

Ὀδυσσέα ὁ Κύκλωψ οἰμώξας. (ῃερς. 509.) ἦ μάλα δή με παλαίφατα θέσφαθ' ἱκάνει.

ἔσκέ τις ἐνθάδε μάντις ἀνὴρ ἠΰς τε μέγας τε Τήλεμος Εὐρυμίδης, ὅ ἐστιν Εὐρύμου

παῖς. ὃς μαντοσύνῃ ἐκέκαστο. καὶ μαντευόμενος κατεγήρα Κυκλώπεσσιν. ὅς μοι ἔφη

τάδε (ῃερς. 511.) πάντα τελευτήσεσθαι ὀπίσσω, ἤγουν εἰς τέλος ἐλθεῖν. ποῖα ταῦτα

πάντα; χειρῶν ἐξ Ὀδυσσῆος (ῃερς. 512.) ἁμαρτήσεσθαι ὀπωπῆς. Καὶ ὅρα τὸ

τυφλωθῆναι περιφραστικῶς ῥηθὲν ἁμαρτήσεσθαι ὀπωπῆς ὡς καὶ εἴπερ ἔφη,

ἀστοχῆσαι ὄψεως. ἢ διεκπεσεῖν. ἢ ἀποπλαγχθῆναι. ἢ καὶ ἄλλως, ὀφθαλμοῦ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

409

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!