18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

Εὐρύπυλον ἱστορεῖ μετά γε τὸν Αἰθίοπα Μέμνονα περὶ Τρωϊκῶν ἐπικούρων λαλῶν.

ἦν δὲ πάντως τοιοῦτος καὶ ὁ Νεοπτόλεμος, οὗ χρόα κάλλιμον φησί. Περιᾴδεται δὲ ὁ

Μέμνων, καὶ δοκεῖ διὰ τὸ κάλλος ἡμέρας υἱὸς εἶναι, ὡς καὶ ἐν ἄλλοις ἐῤῥέθη. ὡς δὲ

καὶ Τιθωνοῦ ἦν υἱὸς, καὶ ὡς ἐξ Αἰθιόπων ἐπικουρήσων ἦλθεν εἰς Τροίαν, καὶ ὡς

Ἀχιλλεὺς αὐτὸν κατέῤῥιψε κρατερῶς ἀνθιστάμενον τοῖς Ἀχαιοῖς, τοῖς ἱστοροῦσι

τεθρύληται. ὅτι δὲ ὁ τοιοῦτος Μέμνων καὶ τὸν καλὸν ἀνεῖλε Νεστορίδην Ἀντίλοχον,

ἡ ἱστορία δηλοῖ. περὶ οὗ ἱστορεῖ Ἀσκληπιάδης ὁ Μυρλεανὸς, ὡς χρησμοῦ δοθέντος

Νέστορι, φυλάττεσθαι ἐπὶ τῷ υἱῷ Ἀντιλόχῳ τὸν Αἰθίοπα, ἔδοτο αὐτῷ μνήμονα ὁ

πατὴρ καὶ ὑπασπιστὴν Χάλκωνα Κυπαρισσέα, ὃς ἐργασθεὶς Πενθεσιλείας καὶ βοηθῶν

αὐτῇ ἀνῃρέθη ὑπ' Ἀχιλλέως, καὶ τὸ σῶμα ὑπ' Ἑλλήνων ἀνεσκολοπίσθη. ἐδόθησαν

δὲ καὶ ἄλλοις τῶν ἡρώων μνήμονες, οἷον τῷ Ἀχιλλεῖ πρὸς τῆς μητρὸς, ὡς ἱστορεῖ

καὶ Λυκόφρων. καὶ τῷ Πατρόκλῳ δὲ ὑπ' Ἀχιλλέως Εὔδωρος μετὰ τὴν μῆνιν ἐν τῇ

ναυμαχίᾳ, ὥστε μὴ πρόσω χωρεῖν. ἀναιρεθῆναι δ' αὐτὸν εὐθὺς ἐν τῇ συμβολῇ ὑπὸ

Πυραίχμου, διὸ καὶ αὐτὸν πρῶτον ἀναιρεθῆναι ὑπὸ Πατρόκλου ἱστορεῖ Τιμόλαος ὁ

Μακεδών. Ἀντίπατρος δὲ ὁ Ἀκάνθιος φησὶ καὶ τῷ Ἕκτορι ∆άρητα Φρύγα δοθῆναι

μνήμονα,μὴ ἀνελεῖν φίλον τοῦ Ἀχιλλέος, Ἀπόλλωνος τοῦ Θυμβραίου τοῦτο

χρήσαντος, τὸν δὲ αὐτομολήσαντα ὑπὸ Ὀδυσσέως ἀναιρεθῆναι. Ἐρέσιος δὲ ἱστορεῖ

καὶ Πρωτεσιλάῳ δοθῆναι μνήμονα ∆άρδανον Θετταλὸν, δοθέντος χρησμοῦ Φυλάκῳ

τῷ πατρὶ, ἀναιρεθῆναι εἰ προπηδήσει, ὃ καὶ γέγονε. μή ποτε οὖν φασὶ παρ' Ὁμήρῳ

οὕτω λύεται τὸ, τὸν δ' ἔκτανε ∆άρδανος ἀνὴρ, ὡς τοῦ ∆αρδάνου μὴ ἐνθυμήσαντος

αὐτὸν τὴν ἀπόβασιν. καὶ μὴν Φιλόστρατος ὑπὸ Ἀχάτου φίλου Αἰνείου τὸν

Πρωτεσίλαον ἀναιρεῖ. καὶ οὗτός ἐστι κατ' αὐτὸν ὁ παρ' Ὁμήρῳ ∆άρδανος ἀνὴρ, εἰς

δὲ τοῦτο πλείω ἐν τῇ Ἰλιάδι γέγραπται. καὶ οὕτω μὲν καὶ ταῦτα. (ῃερς. 522.) Τὸ δὲ εἰς

ἵππον κατεβαίνομεν, τὸν δούρειον δηλαδὴ, σχήματι ἐμφάσεως ἤτοι συλλογισμοῦ,

ὧν ἴδιον δι' ὑπονοίας αὔξειν τὸ δηλούμενον, βάθος δηλοῖ καὶ εὐρυχωρίαν τῆς

ἐκείνου γαστρός. φασὶ δὲ τοὺς εἰς αὐτὸν καταβάντας τινὲς μὲν, ὧν καὶ Στησίχορος,

ἑκατὸν εἶναι, ἕτεροι δὲ δώδεκα, Μενέλαον, ∆ιομήδην, Φιλοκτήτην, Μηριόνην,

Νεοπτόλεμον, Εὐρύπυλον, Εὐρυδάμαντα, Φείδιππον, Λεοντέα, Μέγητα, Ὀδυσσέα, καὶ

Εὔμηλον. εἰ δὲ τοῦθ' οὕτως ἔχει, ποῦ ἔστιν Ἄντικλος οὗ φθάσας ἐμνημόνευσεν ὁ

ποιητής; Τὸ δὲ ὃν κάμ' Ἐπειὸς, ἀντὶ τοῦ, περὶ ὃν ἔκαμεν, ἢ καὶ ἄλλως ἀντὶ τοῦ, ὃν

καμὼν ἐποίησε, κατὰ τὸ, ὃν Ἐπειὸς ποίησε σὺν Ἀθήνῃ. (ῃερς. 524.) Τὸ δὲ ἠμὲν

ἀνακλῖναι πυκινὸν λόχον ἠδ' ἀναθεῖναι παρῴδηται ἀπὸ τῆς Ἰλιάδος ἐκ τοῦ, ἠμὲν

ἀνακλῖναι 1.433 πυκινὸν νέφος ἠδ' ἐπιθεῖναι. (ῃερς. 523.) οὕτω γὰρ καὶ ἐν τῷ ἵππῳ

ἐπετέταλτο τῷ Ὀδυσσεῖ πάντα, ἤγουν καὶ κλεῖσαι καὶ αὖθις ἀνοῖξαι τοῖς ἀριστεῦσιν

ὅτε καιρός. διὸ καὶ ὁ Νεοπτόλεμος αὐτὸν μάλα ἱκέτευεν ἐξελθεῖν, φρονίμῳ δὲ

πάντως ἀνδρὶ, ὁποῖος καὶ Ὀδυσσεὺς, τὸ τοιοῦτον ἔργον ἔπρεπεν, ἤγουν τὸ ὡσανεὶ

πυλωρεῖν ἐν τῷ δουρείῳ ἵππῳ. (ῃερς. 525.) Τὸ δὲ ἡγήτορες καὶ μέδοντες τῆς αὐτῆς

κἀνταῦθα ἐννοίας εἰσίν. ἔστι δὲ καὶ ἄλλως νοῆσαι ἡγήτορας μὲν τοὺς κατ' ἀνδρίαν

καὶ ῥωμαλεότητα ἡγουμένους, μέδοντας δὲ τοὺς κατὰ τὸ μήδεσθαι ἤγουν

βουλεύεσθαι. (ῃερς. 526.) Τὸ δὲ δακρύειν καὶ τρέμειν οὐ παντελῶς τῶν ἀνδρείων

ἀποφάσκεται, ἀλλ' ἔστιν αὐτοῖς ἐν καιρῷ καὶ τοιαῦτα πάσχειν κατὰ τοὺς τῆς ἀρετῆς

κανόνας, ὡς καὶ ὁ ποιητὴς ἐνταῦθα ὑποδηλοῖ. (ῃερς. 528.) περὶ δὲ τοῦ ὀμόργνυσθαι

προγέγραπται. ἐκ δὲ τοῦ ὠχρῆσαι τὸ ὠχριάσαι γίνεται καθ' ὁμοιότητα τοῦ μειδῆσαι

καὶ μειδιάσαι, καὶ τοῦ κατηφεῖν καὶ κατηφιᾶν. (ῃερς. 5.) Τὸ δὲ ἱππόθεν ἐξίμεναι

γράφεται καὶ ἐξέμεναι ἀντὶ τοῦ ἐκπέμψαι. ὅτε μέντοι ἐξῆλθον τοῦ δουρείου ἵππου οἱ

ἐντὸς, ἱππόθεν ἐκχύμενοι ἔφη ὁ ποιητὴς, καὶ κεῖται ἡ τοιαύτη λέξις πολλαχοῦ ἐπὶ

συντόνου κινήσεως στρατιωτικῆς. Τὸ δὲ κώπη ξίφους εἰκασμὸν ἐμποιεῖ τοῖς πολλοῖς

τῆς σπάθης πρός γε τὴν θαλασσίαν πλάτην ἐν ἀστειότητι, ὡς εἰρῆσθαι κώπην ξίφους

πρὸς διαστολὴν τοιαύτης κώπης εἴτουν πλάτης. δῆλον δὲ ὅτι καὶ κωπῆεν ξίφος ἐκ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

493

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!