18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

μὲν καὶ δηλήμονες ὅ ἐστι βλαπτικοὶ γίνεται δὲ ἀπὸ τοῦ ζηλῶ ζηλήσω, ὅπέρ ἐστιν

εἶδος οὐκ ἐλλόγου θυμοῦ. τὸ δέ γε ζηλώσειν, οὐκ οἶδεν ὁ ποιητής. ὡς δὲ καὶ ἄλλα

εἰσὶ ῥήματα πρὸς διαφόρους σημασίας ὑπαγόμενα διαφόροις συζυγίαις, ἱκανῶς ἐν τῇ

Ἰλιάδι δεδήλωται ὧν ἐστι καὶ τὸ κηλῶ κηλώσω. ἐξ οὗ καὶ τὰ παρὰ Λυκόφρονι

κηλωστά. καὶ τὸ κηλῶ κηλήσω. ἀφ' οὗ ὁ ἐν τοῖς ἑξῆς κηληθμός. (ῃερς. 119.)

Σημείωσαι δὲ ὅτι ἑρμηνεύων ὁ ποιητὴς τὸ ζηλῆσαι, ἐπήγαγε δὶς τὸ ἀγάασθε.

τουτέστι, φθονεῖτε. μέμφεσθε. ὥστε καὶ ζηλήμονες, οἱ φθονεροί. καὶ ὡς μὲν ὁ

χυδαῖος φησὶν ἄνθρωπος, οἱ ζηλευταί. ὡς δὲ ὁ λόγιος, οἱ ζηλότυποι. λέξις αὕτη, οὐκ

ἐπαινετή. ὡς δηλοῖ καὶ ὁ παραδοὺς διαφορὰν ζήλου καὶ ζηλοτυπίας. ὃς λέγει ὅτι

ζηλοτυπία μὲν, ἐπὶ μίσους. ζηλοτυπεῖ γοῦν Ἥρα κατὰ Σεμέλης. ζῆλος δὲ, μίμησις

καλοῦ. οἷον. ζηλοῖ δέ τε γείτονα γείτων. (ῃερς. 119.) Τὸ δὲ ἀγάασθαι, φασὶν οἱ

παλαιοὶ τρία σημαίνειν. τὸ θαυμάζειν. τὸ φθονεῖν. τὸ μισεῖν. Ὅμηρος δὲ τὸ ἄγασθε,

καὶ ἀγάασθε εἶπεν, ὡς ταυτὰ ὄντα. ἔστι δὲ τὸ ἀγάω πρωτότυπον τοῦ ἀγαίω, ὅπερ

ἀλλαχοῦ κεῖται. (ῃερς. 1.) Τὸ δὲ ἀμφαδίην, ἢ ἐπίῤῥημά ἐστιν ὀνοματικὸν, ἢ ἄντικρυς

ὄνομα ἐλλειπτικὸν, λείπει γὰρ τὸ εὐνὴν, ληφθὲν κατὰ κοινοῦ ἐκ τοῦ εὐνάζεσθαι.

φησὶ γάρ. εὐνάζεσθαι ἀμφαδίην. ἤγουν εὐνὴν φανεράν. Τὸ δὲ ἥτις ποιήσεται

ἀκοίτην, πρὸς ἀκρίβειαν ἐῤῥέθη. οὐ γὰρ πᾶσαι ζηλοῦνται, ἀλλ' ἡ ποιησαμένη

ἀκοίτην θνητόν τινα. τοῦτο δὲ καὶ ἀπορίαν λύει. τί γὰρ δή ποτε οὐ πάντας ὁ μῦθος

τιμωρεῖ ὅσοι θνητοὶ θεαῖς εὐνήθησαν; ἢ πάντως, ὅτι οὐκ ἔσχον αὐταὶ ἀκοίτας

ἐκείνους. Ὅρα δὲ τὸ, ποιήσεται ἀκοίτην. δοθεὶς μὲν γὰρ θνητὸς θεᾷ εἰς ἄνδρα ὡς

Πηλεὺς Θέτιδι, οὐ πείσεται κακὸν, ζηλωθείς. ποιηθεὶς δὲ εἰς ἄνδρα, τιμωρηθήσεται.

καὶ ἔστιν ὁ ποιητὸς οὗτος ἀκοίτης, θετός. καθ' 1.5 ὁμοιότητα τοῦ, εἰσποίητος παῖς.

(ῃερς. 121.) Τὸ δὲ ὡς μὲν, καὶ ὡς δὲ, καὶ ὡς δ' αὖ, ταυτόν ἐστι τῷ ὡσαύτως. Περὶ δὲ

Ὠρίωνος ὅτι τε κυνηγέτης ἄριστος ἦν, καὶ ὡς οὐκ ἐκ τοῦ ὡραῖος εἶναι ἀλλ' ἐξ οὔρου

ἢ ὤρας ἤτοι φροντίδος παρῆκται διὸ καὶ ψιλοῦται ὡς δηλοῖ καὶ τὸ, ὅτ' Ὀρίωνα, καὶ

ὡς ὑπὸ σκορπίου πληγεὶς τέθνηκεν, ἄλλοι τε δηλοῦσι, καὶ οἱ τοῦ Ἀράτου

ὑπομνηματισταί. Ὅμηρος δὲ, θάνατον αἰφνίδιον αὐτοῦ ἱστορεῖ. τοιοῦτον γάρ τοι

δηλοῖ τὰ τῆς Ἀρτέμιδος ἀγανὰ βέλη οἷς αὐτὸν κατέπεφνεν ὡς πλημελοῦντά τι φασὶν

εἰς αὐτήν. ἄλλως γὰρ οὐκ ἀναιρεῖ Ἄρτεμις ἄῤῥενας ὡς καὶ προσεσημείωται. διὸ καὶ

ἠθέτησάν τινες τὸν Ὁμηρικὸν τοῦτον τόπον διὰ τὸ τῆς πράξεως ἄηθες. ἦν δὲ

κάλλιστος ἀνδρῶν κατὰ τὴν ἱστορίαν ὁ Ὠρίων καθὰ καὶ ὁ Τιθωνός. δοκεῖ δὲ καὶ πρὸ

ὥρας ἁρπαγῆναι τοῦ βίου κατ' ἐκεῖνον. διὸ καὶ ἐπ' αὐτῷ ἐφημίσθη ὃ καὶ ἐπὶ τοῖς

ἄλλοις τοῖς κατ' αὐτόν. φασὶ γὰρ ὅτι τοὺς τοιούτους νέους ἅμα ἡμέρᾳ ἐξωσίουν

ταφῇ οἱ προσήκοντες ὡς μὴ ἀνεκτὸν ὂν, ἡλίῳ θεαθῆναι τοιοῦτον κακόν. διὸ καὶ

ἐλέγετο ἁρπάζειν αὐτοὺς ἡ ἡμέρα. ἣν ῥοδοδάκτυλον λέγει, σωματικώτερον, εἰ μὴ

ἄρα κἀνταῦθα Ἠὼς ἡ πρωΐα νοηθῇ κατὰ τὴν ῥηθεῖσαν ἱστορίαν. τότε γὰρ οὐ πρὸς

σῶμα ἀλλὰ πρὸς ἀλληγορίαν προσαρμόσει αὐτῇ τὸ ῥοδοδάκτυλον ὡς καὶ

προδεδήλωται. εἰ γὰρ καὶ ἡ ἀλληγορία εἰς ταυτὸν ἄγει τὴν ἡμέραν καὶ τὴν ἠῶ, ἀλλ'

ἡ ποίησις, διαφόρους αὐτὰς λαλεῖ. Ἡσίοδος γοῦν τὴν μὲν ἡμέραν, νυκτὸς μητρὸς

γενεαλογεῖ ἐν τῷ, νυκτός δ' αὖτ' αἰθήρ τε καὶ ἡμέρη. τὴν δὲ Ἠῶ, Θείας ὑποτίθεται

θυγατέρα. εἰπὼν. Θεία δ' Ἠέλιόν τε μέγαν λαμπράν τε Σελήνην Ἠῶ θ' ἣ πάντεσσιν

ἐπιχθονίοισιν φαείνει, γείνατο. περὶ δὲ Ἠοῦς ὡς σωματοειδοῦς, λαλεῖ καὶ τὸ, ἀλλ'

ἤτοι Κλεῖτον χρυσόθρονος ἥρπασεν Ἠὼς. Ἰστέον δὲ ὡς οὐ μόνον τὸ ἄνθος τὸ ῥόδον

ᾠκείωται τῷ Ἡλίῳ οὗ ἔργον ἡ ῥοδοδάκτυλος Ἠὼς, ἀλλὰ καὶ ἡ Ῥόδος ἡ νῆσος, διὰ

τὴν πρὸς τὸ ἄνθος ὁμωνυμίαν. Ἡλίου γὰρ ἱερὰν τὴν Ῥόδοἄλλοι τέ φασι καὶ ὁ

Πίνδαρος. εἰ δὲ ἐκ τοῦ ῥόδου καὶ ἡ ῥοδάνη γίνεται, οὐκ ἔστιν εἰπεῖν σταθερῶς. ἧς ἡ

χρῆσις ἐν λέξεσιν εὕρηται ῥητορικαῖς, οὕτω, κρόκην λεκτέον οὐχὶ ῥοδάνην. ἐξ οὗ

καὶ τὸ ῥοδανίζειν κοινότερον. δοκεῖ δέ τι συμβάλλεσθαι εἰς τὸ γνῶναι τὴν τοιαύτην

λέξιν τὸ, ῥοδανονδονακῆα, ὅπερ ἐν τῇ Ἰλιάδι κεῖται. περὶ δὲ Ὠρίωνος, καὶ ἐν τοῖς

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

233

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!