18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ἐπιτηδειέστατον φησί. καὶ ∆εινόλοχος, γενναιέστατον. Ἀντίμαχος δὲ, ὅτι

ἀφνειέστατος ἔσκεν. Εὔπολις δὲ, πόλιν θεοφιλεστάτην οἰκοῦσιν ἀφθονεστάτην τε

χρήμασι. Πίνδαρος, ἀπονέστερον. Σέλευκος δὲ, παρ' Ὁμήρῳ φησὶ τὴν Ἀριστοφάνειον

γραφὴν ἔχειν, Ἀτρείδη κύδιστε φιλοκτεανέστατε πάντων. εἰ δέ τῳ δοκεῖ χρῆναι

τοιούτου τύπου θέσθαι καὶ Σοφοκλέους τὸ κακοπινέστατον ἄλημα στρατοῦ. ἵνα ᾖ ἐκ

τοῦ πῖνος ὁ ῥύπος, κακοπινότατος καὶ ἐκεῖθεν 1.92 κακοπινέστατος, ἴστω μὴ

ἀκριβῶς λέγων. ἐκεῖνο γὰρ, οὐκ ἐξ ἁπλοῦ τοῦ πίνου γέγονεν, ἀλλ' ἀπὸ συνθέτου τοῦ

κακοπινοῦς. ἵνα γίνοιτο καθὰ ἐκ μακροκαταλήκτου τοῦ εὐγενὴς, ὁ εὐγενέστερος,

οὕτω καὶ κακοπινὴς κακοπινέστερος καὶ κακοπινέστατος. χρῆσις κακοπινοῦς, παρὰ

τῷ δειπνοσοφιστῇ ἐν τῷ, συνεσπασμένοι καὶ κακοπινεῖς, οὐ μόνον τοῖς ἤθεσιν ἀλλὰ

καὶ τῇ ἕξει. ὥσπερ δέ φασι διὰ τοῦ ˉεˉς σχηματίζουσιν Ἀττικοὶ, οὕτω καὶ διὰ τοῦ ˉις.

ποτίστατον γάρ φασιν Ἀριστοφάνης. ὡς τὸ, ὦ θερμόταται γυναῖκες ὦ ποτίσταται,

οὕτω καὶ λαγνίστατον. καὶ κλεπτίστατον. καὶ λαλίστερον εὕρηκά σε ὡς καὶ

λαλίστατον. καὶ πολὺ πτωχίστερος. καὶ ψευδίστατος. καὶ ὅσα τοιαῦτα ἐξ

ὑπερθετικῶν τῶν εἰς στˉος, ὑπερθετικὰ ἢ συγκριτικά. καὶ Πλάτων δὲ Κλεοφῶντι, ἵν'

ἀπαλλαγῶμεν ἀνδρὸς ἁρπαγιστάτου. καὶ πληκτίστατος δὲ λέγουσιν. ἔστι δὲ

Πλάτωνος καὶ τὸ, ἡδονὴ ἁπάντων ἀλαζονίστατον. τοῦ δὲ ἀκρατίστερος, οὐχ' εὕρηται

ὑπερθετικόν. οἷον, οὔτ' ἀκρατίστερον οὔτε λιχνότερον οὔτε δοῦλον μᾶλλον, τῶν

ἡδονῶν. εἰσὶ δέ φασι σχηματισμοὶ, καὶ διὰ τοῦ αˉι. ἰσαίτατον γάρ φασι καὶ

προὐργιαίστερον. Πλάτων δ' ἐν πρώτῳ πολιτείας, ἀσμεναίτατα λέγει. καὶ ἰσαίτερον.

καὶ ἐν Χαρμίδῃ, ἡσυχαίτατα. ἔστι δὲ καὶ πλησιαίτερον. Ξενοφῶν δὲ, καὶ φιλαίτατον

ἐν ἑβδόμῃ φησί. τοῦτο δὲ καὶ φιλώτατον ἐν πολλοῖς τῶν ἀντιγράφων εὕρηται. τὸ

μέντοι φίλτατος, ἐκ τούτων συγκοπὲν, περιεῖλε τὰς ἀμφιβόλους ἐκείνας γραφάς. ἐν

δὲ τῷ, σοὶ δὲ γέρον θῳὴν ἐπιθήσομεν, τὸ μὲν γέρον, οὐκ ἔπαινον ἔχει. ὥσπερ οὐδὲ

τὸ, ὦ γέρον μαντεύεο σοῖς τέκνοις. οὐδὲ τὸ, ἣν σὺ γηραιὲ μυθέαι ἀκράαντον. ταῦτα

δὴ τὰ τοῦ Εὐρυμάχου. ἄλλως λέγοντος ἤπερ Ὅμηρος ἔφη τὸ, γέρων ἥρως Ἁλιθέρσης

ὡς προεγράφη. καὶ ἐν τοῖςἑξῆς τὸ, πείθεσθαί τε γέροντι. (ῃερς. 186.) Τὸ δὲ θῳὴν

ἐπιθήσομεν, τρόπος ἐτυμολογίας ἐστίν. ἀπὸ τοῦ θέσθαι γὰρ ἡ θῳή. Τὸ δὲ μυθέαι,

παροξύτονον ὡς καὶ τὸ πωλέαι ὃ ἐν τῷ τέλει τῆς δέλτα ῥαψῳδίας κεῖται. Ὅτι τὸ περὶ

Πηνελόπης, Ἀθηνᾶ μὲν ἐσχημάτισεν ὅτε εἶπεν ἐς μέγαρον ἴτω πατρὸς καὶ ἑξῆς.

Ἀντίνοος δὲ πρὸς αὐτὸν τὸν Τηλέμαχον ἔφη, μητέρα σὴν ἀπόπεμψον. Εὐρύμαχος δ'

ἐνταῦθα φησί. μητέρα ἣν ἐς πατρὸς ἀνωγέτω ἀπονέεσθαι. καὶ τὰ ἑξῆς ὡς καὶ ἡ

Ἀθηνᾶ εἶπεν. οὕτω πολυσχήμων ὁ ποιητής. (ῃερς. 0.) Ὅτι Ἀντίνοος μὲν, ὑψαγόρην

τὸν Τηλέμαχον προσεῖπεν, ἀπὸ ποιότητος λόγων σκώψας ὡς προεδηλώθη.

Εὐρύμαχος δὲ, πολύμυθον αὐτὸν λέγει. ὃ ταυτόν πως ἐστὶ τῷ, ἀκριτόμυθον. εἰς

ποσότητα γὰρ λόγου τὸ σκῶμμα. λέγει δὲ καὶ ἀργαλέαν τὴν τῆς Πηνελόπης

μνηστείαν. εἰπών. οὐ γὰρ πρὶν παύσασθαι ὀΐομαι υἷας Ἀχαιῶν μνηστύος Ἀργαλέης,

ἐπεὶ οὔ τινα δείδιμεν ἔμπης. καὶ ἔστιν εὐλαβέστερον τὸ οὐ πρὶν παύσασθαι ὀΐομαι

τοῦ, ἡμεῖς δ' οὔτ' ἐπὶ ἔργα πάρος ἴμεν οὔτε πῃ ἄλλῃ πρὶν αὐτὴν γήμασθαι. καὶ ἦν

καλὸν εἴπερ καθὰ νῦν ἔφῃ οὐ πρὶν παύσασθαι ὀΐομαι, οὕτω καὶ ἀνωτέρω ἔφη, τὸ δὲ,

καὶ τελέεσθαι ὀΐω. νῦν δὲ εἰπὼν, τόδε καὶ τετελεσμένον ἔσται, οὐ σωφρόνως εἶπεν.

ἀποφῃνάμενος ἀνενδοιάστως ὃ οὐκ ἐγίνωσκεν. (ῃερς. 199.) Ἀργαλέαν δὲ τὴν τῆς

Πηνελόπης μνηστὺν λέγει, ἢ ὡς μέχρι νῦν δυσκατέργαστον, ἢ κατά τινα φήμην καὶ

αὐτὸ καὶ μαντείαν ἀκουσίαν νόμῳ τῆς πολυφήμου ἀγορᾶς. τῷ ὄντι γὰρ

ἀργαλεωτάτη ἀπέβη τοῖς μνηστῆρσιν, οὔτε ἀνύσασιν οὐδὲν, καὶ προσαπολέσασι καὶ

τὸ ζῆν. τὸ μέντοι οὔ τινα δείδιμεν θρασύτερον τοῦ Ἀντινόου Εὐρύμαχος εἶπεν.

ὥσπερ αὖ πάλιν τὸ, οὔτε θεοπροπίης ἐμπαζόμεθ' ἣν σὺ γεραιὲ λαλεῖς ἀκράαντον,

λειότερόν ἐστι τοῦ, Ὄρνιθες δέ τε πολλοὶ ὑπ' αὐγὰς ἠελίου φοιτῶσιν, οὐδέ τε πάντες

ἐναίσιμοι. τοῦτο μὲν γὰρ, κατὰ τῆς οἰωνοσκοπητικῆς ἐῤῥέθη. ἐκεῖνο δὲ, κατὰ τοῦ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

105

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!