18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

καὶ ἰτέαι ὠλεσίκαρποι· νῆα μὲν αὐτοῦ κέλσαι ἐπ' Ὠκεανῷ βαθυδίνῃ. ἤγουν ἐπὶ τῷ

ἐκεῖσε πέρατι τοῦ Ὠκεανοῦ, ὡς ἐκεῖ δῆθεν περατουμένου. αὐτὸς δ' εἰς Ἀΐδεω ἰέναι

δόμον (ῃερς. 512.) εὐρώεντα, ἤγουν σκοτεινὸν ἢ καὶ πλατύν. Καὶ ὅρα τὸ εἰς Ἀΐδεω

δόμον ἐντελῶς φρασθὲν καὶ οὐκ ἐλλιπῶς κατὰ τὸ, εἰς Ἄϊδος δ' οὔπω τις ἀφίκετο. ἡ

δὲ τοπογραφία τῶν ἐκεῖθεν τοῦ Ὠκεανοῦ ἤγουν τοῦ κατὰ Περσεφόνην ἄλσους καὶ

τῶν ἐφεξῆς, ἃ δὴ μετ' ὀλίγα εἰρήσεται, οὐκ ἂν εἶχον ἱστορικῶς ῥηθῆναι, εἰ μὴ Μοῦσα

μυθικῶς ὑπέκειτο λέγουσα καὶ Κίρκη, δαιμόνια πρόσωπα. διὸ οἱ τοιαῦτα

προτιθέμενοι λαλεῖν ποιηταὶ εἰκότως καὶ τοιούτοις προσώποις χρῶνται πρὸς

ἀφήγησιν. Πιθανῶς δὲ πέπλασται τὰ κατὰ τὸ ῥηθὲν ἄλσος καὶ προσφυῶς τοῖς περὶ

τὸν Ἅιδην. (ῃερς. 509.) ἀκτή τε γὰρ ὁ τόπος καὶ οὐ λιπαρὰ γῆ, καὶ ἄκαρπα τὰ ἐκεῖ

δένδρα. τοιαῦτα γὰρ (ῃερς. 510.) αἴγειροι καὶ ἰτέαι, δένδρα προσήκοντα τόποις

νεκρῶν. οἷς καὶ τρίχας ἔκειρον, τὰ ἐν ζῴοις ἄψυχα. καὶ ζωμάτων ἀπήρχοντο, καὶ

ἀνθέων, καὶ ἀκροδρύων, καὶ τοιούτων τινῶν ἀψύχων. κἂν εἴ που ζῷόν τι ἔδει

ἐπισφάξαι, στεῖραν βοῦν καὶ ἕτερα ζῷα ἔντομα, οὐ μὴν ἔνορχα καὶ γόνιμα, ἐκείνοις

ἔθυον. ἀλλὰ τὰ, ὡς εἰπεῖν, ἐν ζῴοις ἄζωα διὰ τὸ ἄγονον. οὕτω δὲ καὶ οἱ ἐφεξῆς

ῥηθησόμενοι ποταμοὶ προσφυῶς τοῖς ἐν Ἅιδου πλάττονται, ὁ Ἀχέρων καὶ οἱ λοιποί.

(ῃερς. 508.) Ἰστέον δὲ ὅτι οἰκείως ἐντοῖς ἑξῆς καὶ ἀσφοδελὸς λειμὼν ἐν Ἅιδου

πλάττεται διὰ τὸ τῶν ἀσφοδέλων ἄκαρπον ὡς κατὰ τόπον ῥηθήσεται. Ὅρα δὲ τὸ δι'

Ὠκεανοῖο περήσῃς, οὐ γὰρ εἶπεν εἰς Ὠκεανὸν περάσεις, ἀλλὰ δι' Ὠκεανοῦ, ἵνδηλοῖ

ὡς ἐκ τῆς ἑσπερίας θαλάσσης εἰς Ὠκεανὸν πλεύσας καὶ διὰ τοῦ τοιούτου Ὠκεανοῦ

ἤγουν διὰ τῆς ἔξω θαλάσσης περάσας εἰς τὴν ἐκεῖθεν ἀκτὴν ὄψει τὰ κατὰ τὸν Ἅιδην.

(ῃερς. 509.) Λάχεια δὲ, ἡ ἐλαχίστη κατὰ τοὺς παλαιούς. ὥστε γράφοιτ' ἂν τῷ λόγω

τούτῳ καὶ ἡ ἐλάχεια. εἰ δὲ καὶ κύριόν ἐστι τοπικὸν ὄνομα κατὰ τὴν προῤῥηθεῖσαν

νῆσον τὴν πρὸ τῶν Κυκλώπων, εἰδείη ἂν ἡ Ὁμηρικὴ Μοῦσα καὶ Κίρκη. Ἄλσεα δὲ καὶ

νῦν χωρία φασὶν ἱερὰ σύνδενδρα. (ῃερς. 510.) Τὸ δὲ μακραὶ αἴγειροι ταυτὸν ὡς εἰ καὶ

μακεδναὶ εἴποι. ἔφη γοῦν πρὸ τούτων φύλλα μακεδνῆς αἰγείρου. Ἰτέαι δὲ, κοινῶς

μὲν δένδρα γνώριμα. ἦν δὲ καὶ ἀσπίδων ὄνομα αἱ ἰτέαι ὡς καὶ ἐν Ἰλιάδι ἐδηλώθη.

Ὠλεσίκαρποι δὲ ἰτέαι ἢ ὅτι ἀποβάλλουσι φασὶ τὸ ἄνθος πρινὴ πεπανθῆναι ἢ διότι οἱ

πιόντες τοῦ κατ' αὐτὰς ἄνθους ὄλλουσι τὸν καρπὸν ἤτοι ἄγονοι γίνονται, ὡς καὶ

Θεόφραστος ἱστορεῖ. ἐκτείνει δὲ ἡ λέξις τὴν ἄρχουσαν ἀναγκαίως ὡς μέτρῳ

χρήσιμον. ὁ γὰρ τρίβραχυς ποὺς ἀσυντελὴς τοῖς ἡρωΐζουσιν. οὕτω δὲ καὶ τὸ

εὐρώεντα πρὸς εὐχρηστίαν μέτρου ἐκτείνει τὴν προπαραλήγουσαν ὁμοίως τῷ

κητώεντα καὶ ὠτώεντα καὶ τοῖς 1.392 τοιούτοις. (ῃερς. 511.) Περὶ δὲ τοῦ κέλσαι νῆα,

προγέγραπται ἱκανῶς. ἔστι δὲ καὶ νῦν τὸ κέλσαι ἀπαρέμφατον ἀντὶ προστακτικοῦ,

ὡς τὸ ἰέναι ἀντὶ τοῦ ἴθι καὶ ἄλλα ἐφεξῆς ὅμοια πολλά. (ῃερς. 513.) Ὅτι

τοπογραφικῶς περιηγούμενος ὁ ποιητὴς ἐν ὀλιγίστῳ καθὰ καὶ ἐχρῆν ὥσπερ τὸ τῆς

Περσεφόνης ἄλσος οὕτω καὶ τὰ ἐφεξῆς καὶ ἐνδοτέρω τοῦ Ἅιδου, φησὶν· ἔνθα μὲν,

τουτέστιν ἐν Ἅιδου, εἰς Ἀχέροντα Πυριφλεγέθων τε ῥέουσι Κωκυτός τε, ὃς δὴ

Στυγὸς ὕδατός ἐστιν ἀποῤῥώξ. πέτρη τε. (ῃερς. 515.) ξύνεσίς τε δύο ποταμῶν

ἐριδούπων. Λέγει δὲ ξύνεσιν κατὰ τοὺς παλαιοὺς συνάφεσιν καὶ εἰς ταυτὸ συμβολὴν

ποταμῶν τῶν ῥηθέντων δηλαδὴ, ὡς δῆθεν τοῦ Ἀχέροντος κοινουμένου τὸ αὐτῶν

ῥεῦμα ξυνιόντων ἐκεῖ κατὰ σύῤῥοιαν. οἱ δέ γε μεθ' Ὅμηρον ἐπὶ φρονήσεως τιθέασι

τὴν ξύνεσιν, παρὰ τὸ ξυνιέναι καὶ αὐτοὶ νοοῦντες τὴν λέξιν, ὡς πολλῶν συνιόντων

εἰς βουλήν. κατὰ τὸ, πολλῶν ἀγρομένων, τῷ πείσεαι ὅς κεν ἀρίστην βουλὴν

βουλεύει. διὸ καὶ ξυμβουλὴ τὸ τοιοῦτον ἔργον, ὡς ἄν τις εἴποι συμβολή. ὃ ταυτὸν ἦν

τῷ ξύνεσις. ὁμοιοπαράγωγος δὲ τῇ ξυνέσει ταύτῃ καὶ ἡ παρὰ τῷ Ἡροδότῳ ἔξεσις,

ὅπερ ἀπόπεμψιν δηλοῖ γυναικὸς ἤτοι διαζύγιον. ἐντεῦθεν δὲ καὶ ἐξεσία ἡ ἐπὶ

πρεσβείαν ἔκπεμψις. (ῃερς. 513.) Ἰστέον δὲ ὅτι τὸ, εἰς Ἀχέροντα Πυριφλεγέθων τε

ῥέουσι Κωκυτός τε, προδιεζευγμένον σχῆμα καλεῖται, ὅπερ ἐν ἄλλοις ἐῤῥέθη καὶ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

446

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!