18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ἀναγνάμψας τις ἠρέμα λύσει, οὓς οὔτε πρὸς βίαν ῥήξει καλῶς δὲ κεῖται τὸ πρὸς βίαν

ἐνταῦθα. λύει μὲν γάρ τις, ἐν ἀδείᾳ. ῥήγνυσι δέ, βιαζόμενος. διὸ καὶ πρὸς ἔμφασιν

λείως μὲν λαλεῖται τὸ λύειν, τραχυφωνεῖται δὲ τὸ ῥηγνύειν. καὶ ἀληθῶς, ἁπάσῃ

ῥήξει, βίαιόν τι ἐμφαίνεται. ὁ γοῦν ῥηξήνωρ βίῃ ἀνδρῶν ῥήγνυσι φάλαγγας.

ἐμφαίνει δὲ βίαν, καὶ τὸ, ἐῤῥάγη πόλεμος. δηλαδὴ σκεδασθεὶς ὧδε καὶ ἐκεῖ καὶ μὴ

ἐφ' ἑνὸς μένων. καὶ σκηπτὸς δὲ καταῤῥαγεὶς καθὰ καὶ ὁ ῥαγδαῖος ὄμβρος, βίαιόν τι

δηλοῦσιν. ὡς καὶ τὸ ἀποῤῥαγῆναι, καὶ τὸ συῤῥῆξαι μάχην. μάλιστα δὲ, τὸ

διαῤῥαγῆναι. οὗ χρήσεις καὶ ἄλλαι μὲν οὐκ ὀλίγαι, καὶ αὕτη δὲ ἡ ἀστεία. εὐδαίμων

ἐγὼ, οὐχ' ὅτι ἐν τοῖς γάμοις εὐωχήσομαι, ἀλλ' ὅτι διαῤῥαγήσομ' ἢν θεὸς θέλῃ.

τούτου δέ μοι τοῦ τέλους γένοιτο τυχεῖν. (ῃερς. 276.) Τὸ δὲ τεῦξε, πρωτότυπόν ἐστι

παράγωγον τῆς τέχνης καθ' ἣν Ἥφαιστος ἐργάζεται. (ῃερς. 277.) Τὸ δὲ κεχολῶσθαι

Ἥφαιστον Ἄρει δηλοῦται καὶ ἐν τῷ, χόλος δέ μιν ἄγριος ᾕρει. καὶ ἐν τῷ, ἐγὼ δ'

ὁρόων ἀκάχημαι. (ῃερς. 278.) Τὸν δὲ θάλαμον ἑρμηνεύων, ἔφη. ὅθι οἱ φίλα δέμνια

κεῖτο. ἵνα ᾖ θάλαμος, ὁ κοιτών. οὗ ἐνδεικτικὸν τὸ κεῖτο. ἐξ αὐτοῦ γὰρ ὁ κοιτών.

Ἑρμὶς δὲ ὁ τῆς κλίνης ποὺς ὁ καὶ ἑρμὶν καθὰ καὶ δελφὶς καὶ δελφὶν, ἢ παρὰ τὸ ἕρμα

κλίνης εἶναι. ἢ παρὰ τὸν Ἑρμῆν δοτῆρα ὄντα τοῦ ὕπνου. διό φασι καὶ Ἑρμῆς ταῖς

ἑρμῖσιν ἐντυποῦτο. (ῃερς. 279.) Τὸ δὲ χεῦε καὶ τὸ κέχυντο, τῆς ἄγαν λεπτότητος καὶ

τῆς οἷον ἐντεῦθεν ὑγρότητος τῶν δεσμῶν ἐστὶ δηλωτικόν. διὸ καὶ 1.300 ἐπλεόνασε

τῇ τοιαύτῃ λέξει διὰ τὸ καίριον. (ῃερς. 278.) Τὸ δὲ κύκλῳ ἁπάντῃ, τοὺς ἀπείρονας

ἑρμηνεύει δεσμούς. οἳ καὶ κρικωτοὶ διασαφούμενοι ὑπὸ τῶν παλαιῶν, εἶεν ἂν καὶ

κυκλωτερεῖς. (ῃερς. 280.) Τὸ δὲ λεπτὰ, ἢ πρὸς τὸ ἀράχνια φησὶν, ἢ πρὸς τὸ δέσματα.

ἑρμηνεία δὲ αὐτοῦ τὸ, ἃ οὐκ ἄν τις οὐδὲ ἴδοιτο, λεπτότατα γὰρ τὰ τοιαῦτα, (ῃερς.

281.) καὶ τὸ, οὐδὲ θεῶν μακάρων. ὃ καὶ πρὸς πιθανότητα ἐῤῥέθη. οὐ γὰρ ἀνθρώποις

μόνον, ἀλλὰ καὶ θεοῖς ἦσαν ἀόρατα. διὸ συνέσχον τὸν Ἄρην τεχνικῶς τετυγμένα.

(ῃερς. 283.) Τὸ δὲ εἴσατο ἴμεν, δύναται ὅμοιον εἶναι καὶ τῷ, βῆ δ' ἰέναι. ἵνα ᾖ καὶ ἀντὶ

τοῦ ἐπορεύθη τὸ εἴσατο, καὶ μὴ μόνον ἀντὶ τοῦ ἔδοξε. (ῃερς. 284.) Ὅτι δὲ φιλτάτη

γαιάων ἡ Λῆμνος τῷ Ἡφαίστῳ διὰ τοὺς ἐκεῖ κρατῆρας τοῦ πυρὸς, καὶ ὅτι καὶ πόλεις

δύο περὶ αὐτὴν ὧν μία καὶ ἡ Ἡφαιστία, εἰς ἣν καὶ εἰκὸς ἀπελθεῖν ἄρτι τὸν

Ἥφαιστον, καὶ ὅτι Σίντιες οἱ Λήμνιοι, καὶ διατί ταῦτα ἡ Ἰλιὰς δηλοῖ. (ῃερς. 283.) Τὸ

δὲ ἐϋκτιμένον πτολίεθρον, τρόπος ἐστὶ ποιητικὸς συνεκφωνήσας χάριν σαφηνείας

τῇ ὅλῳ ἤγουν τῇ Λήμνῳ, τὸ μέρος αὐτῆς, τὴν πόλιν. καὶ ἔστιν ὅμοιον τῷ, ἐς Κύπρον

ἐς Πάφον, ὃ μετ' ὀλίγα κεῖται. Τὸ δὲ γαιάων, πληθυντικῶς καὶ νῦν καὶ ἐν τοῖς μετὰ

ταῦτα δὲ παρὰ τῷ ποιητῇ κεῖται, εἰ καὶ οἱ μεθ' Ὅμηρον σημειοῦνται μὴ εἶναι

πληθυντικὸν ἀριθμὸν τῆς γῆς ὥσπερ οὐδὲ τοῦ ἡλίου διὰ τὸ μονήρη αὐτὰ εἶναι, ἀλλ'

ἡ κοινὴ συνήθεια ἐν τούτοις οὐχ' ὑπακούει αὐτοῖς, γαίας τὰς νήσους νοοῦσα. οἱ

μέντοι Λύκιοι καὶ ἄλλως ἐθέλοντες εἰπεῖν τὰς ἄνω χώρας, τὰς ἄνω γᾶς λέγουσι.

(ῃερς. 285.) Χρυσήνιον δὲ τὸν Ἄρην λέγει, συνεξωραΐζων αὐτὸν οὕτω τῇ χρυσῇ

Ἀφροδίτῃ. (ῃερς. 288.) Ἰσχανόων δὲ, ὁ ἐχόμενος καὶ ἐπιθυμῶν, ὡς καὶ ἀλλαχοῦ.

Κυθέρεια δὲ ὡς καὶ ἐν ἄλλοις, ἢ ἡ ἀναφανεῖσα περὶ νῆσον τὰ Κύθηρα, ἢ ἡ κεύθουσα

ἔρωτας. (ῃερς. 293.) Μεταδήμιος δὲ καὶ νῦν ὁ ἐνδήμιος. ὡς μεταδόρπιος ὁ ἐν τῷ

δόρπῳ. (ῃερς. 294.) Ἀγριοφώνους δὲ τοὺς Λημνίους καλεῖ, καθ' ὃν ἴσως λόγον καὶ

τοὺς Κάρας βαρβαροφώνους. ἢ καὶ ὡς λῃστρικοὺς καὶ διατοῦτο ἄγρια λαλεῖν

ἐπίτηδες εἰθισμένους. οἳ πρῶτοι, καὶ βελοποιΐας εὑρεταὶ εἶναι δοκοῦσι, διὸ καὶ

Σίντιες λέγονται. κατὰ μέν τινας, αὐτόχθονες ὄντες ἐν Λήμνῳ. κατὰ δὲ ἑτέρους, ἐκ

τῆς ἀντιπέραν ἥκοντες. (ῃερς. 295.) Τὸ δὲ τῇ δ' ἀσπαστὸν ἐείσατο κοιμηθῆναι καὶ τὸ,

ἐς δέμνια βάντε κατέδραθον, σεμνῶς τὰ τῆς μοιχείας φράζουσι. (ῃερς. 298.) Τὸ δὲ

οὐδέ τι κινῆσαι μελέων ἦν παραλύτου ὂν, ἔστι προσρηθῆναι καὶ τοῖς ἄγαν

μεθύουσιν, οὓς καὶ ἐξοίνους φαμέν. καλῶς οὖν ἔγραψέ τις τὸ, οἶνος πόδας δεῖ

γλῶσσαν τε νόον τε δεσμοῖσιν ἀφράστοισι τοῖς Ὁμήρου φρασθεῖσι. πάσχει δέ τις

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

341

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!