18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

οὐ μόνον ῥάμφος ἐπὶ ὀρνέων, ἀλλὰ καὶ ῥύγχος. εἰ καί τινες ἐπὶ συῶν αὐτὸ ἰδιάζουσι.

δῆλον δὲ ὡς οὐδέν τι κοινὸν δίχα μόνης ἐκφωνήσεως ἔχουσιν ἡ ἥβη καὶ ἡ ἴβις ὡς

οὐδὲ ἡ Ἥρη καὶ ἡ Ἶρις. (ῃερς. 270.) Τὸ δὲ ἐρήμην, οὐ μόνον ποιητικόν ἐστιν, ἀλλὰ

καὶ ἄλλως Ἀττικόν. ὡς δηλοῖ καὶ ὁ γράψας τὸ, ἐρήμην αὐτὴν ἄνεμοι καταπνέουσιν.

οὕτω δὲ Ἀττικῶς πέφρασται καὶ τὸ, ὁ δεῖνα ἐρήμην ἑάλω. ἤτοι κατεδικάσθη. ὅπερ

ἐλλειπτικῶς δηλοῖ κατὰ τὸ ἀπὸ κοινοῦ σχῆμα, ὅτι ὅ δέ τις ἐρήμην δίκην

κατεδικάσθη, ἤγουν ἐρήμην ἑαυτοῦ, οἷα ἐν τῷ ἀπεῖναι καταδεδικασμένου. (ῃερς.

271.) Τὸ δὲ κῦρμα, ταυτόν ἐστι τῷ, εὐτυχὲς εὕρημα. ἢ ἁπλῶς ἐντυχία. καθ' ὁμοιότητα

τοῦ κατὰ συγκυρίαν. (ῃερς. 270.) Ἰστέον δὲ ὅτι ῥηθεὶς ὁ τοῦ ἀοιδοῦ εἰς νῆσον ἐρήμην

ἀφορισμὸς, μύσους καὶ ἄγους ἐστὶν ἔκκλισις, καὶ οἷον εἰπεῖν, ἀφοσίωσις. ὡς δῆθεν

μὴ κακοῦ τινὸς γενομένου τῷ ἀοιδῷ εἰ ζῶν ἐξετέθη ἐν νήσῳ. οὕτω καὶ οἱ τραγικῶς

τὴν Ἀντιγόνην καταχώσαντες, ἀφωσιώσαντο μὴ ἐναγεῖς εἶναι, συγκατορύξαντες

αὐτῇ καί τι τροφῆς. τὸ δ' ἦν, συνθάψαντες. (ῃερς. 262.) Τὸ δὲ ἐθέλων ἐθέλουσαν,

διευκρινεῖ ἄριστα ὁ Πορφύριος. ἐκθεὶς τὸν ἐθέλοντα μὴ θελούσῃ μιγνύμενον. καὶ

τὸν, μὴ θέλοντα ἐθελούσῃ, καὶ τὸν, ὃς ἐθέλων ἐθέλουσαν ἀνήγαγε τὴν βασιλίδα εἰς

τὰ ἑαυτοῦ. μὴ θέλων γάρ τις μὴ θελούσῃ, οὐκ ἂν συνέλθοι. ὅτι δὲ τὸ ἐθέλειν, ἀεὶ

τρισυλλαβεῖ παρὰ τῷ ποιητῇ, ἐκδηλότατον. (ῃερς. 273.) Ὅτι πολλὰ μηρία Αἴγισθος

ἔκηε θεῶν ἱεροῖς ἐπὶ βωμοῖς. πολλά δ' ἀγάλματ' ἀνῆψεν, ὑφάσματά τε χρυσόν τε,

ἐκτελέσας μέγα ἔργον, ὃ οὔποτε ἔλπετο θυμῷ. ταῦτα δὲ παρῳδηθήσεταί ποτε εἴς τινα

μέγα τι ἀνύσαντα ὡς οὐκ ἤλπιζεν. Ὅρα δὲ ὡς ἀχρεῖαι θυσίαι καὶ αὗται ὅτι μάλιστα

καθὰ καὶ πρὸ μικροῦ αἱ τοῦ Ἀγαμέμνονος. ἱεροὶ δὲ βωμοὶ, πρὸς διαστολὴν ἑτέρων μὴ

τοιούτων. ὁποῖοι ἐν Ἰλιάδι ἐφ' ὧν ἅρματα τίθενται. καὶ ἐν τοῖς ἑξῆς δὲ, οἱ εὔδμητοι

παρὰ Φαίαξι βωμοὶ ἐφ' ὧν ἵστανται χρύσειοι κοῦροι δαΐδας ἐν χερσὶν ἔχοντες. (ῃερς.

274.) Ἀγάλματα δὲ παρὰ μὲν τοῖς ὕστερον, τὰ ξόανα. παρὰ δὲ τῷ ποιητῇ, πᾶν ᾧ τις

ἀγάλλεται, ὡς καὶ ἐν τοῖς μετὰ ταῦτα φανεῖται. διὸ εἰπὼν ἀγάλματα, ἐπάγει.

ὑφάσματά τε χρυσόν τε. οὕτω καὶ Ἑκάτης ἀγάλματα, αἱ κύνες. ταύτῃ γάρ φασι

θύονται. ἣν καὶ κυνοπρόσωπον διαπλάττονται. Ἀριστοφάνης. καὶ κύων ἀκράχολος

Ἑκάτης ἄγαλμα φωσφόρου γενήσομαι. Τὸ δὲ ἀνῆψεν, ἀντὶ τοῦ, ἐξέδησεν ἀνέθετο.

ἐξήρτησεν. ὅθεν καὶ τὸ, βρόχον ἀνῆψε παρὰ τῷ χρυσῷ τὴν γλῶτταν. τὸ μέντοι

περιῆψε, δηλοῖ μὲν καὶ αὐτὸ τοιοῦτόν τι. ὅθεν καὶ τὸ περιάπτον. μάλιστα δὲ

περιάπτειν, τὸ περιειλίσσειν λέγεται. (ῃερς. 272.) Ὅτι τὸ φιλοῦντες περιφράζων,

φησί. φίλα εἰδότες ἀλλήλοισιν. (ῃερς. 272.) Ὅτι τὸ Σούνιον, ἱερὸν ἄκρον ἤγουν

ἀκρωτήριον Ἀθηναίων φησί. καὶ ἴσως ἱερὸν αὐτό φησιν, ἐπεὶ Ζεὺς Σουνιεὺς ἐτιμᾶτο

ἐκεῖ. ὃν διθυραμβικῶς παίζων ὁ κωμικὸς, καλεῖ σουνιάρατον. (ῃερς. 279.) Ὅτι

πλεόντων ἅμα ἐκ Τροίας Μενελάου τὲ καὶ Νέστορος, καὶ κατασχόντων περὶ τὸ ῥηθὲν

Σούνιον. ἐνταῦθα κυβερνήτην Μενελάου Φοῖβος Ἀπόλλων οἷς ἀγανοῖς βελέεσσιν

ἐπιχόμενος κατέπεφνε, πηδάλιον μετὰ χερσὶ θεούσης νηὸς ἔχοντα, Φρόντιν

Ὀνητορίδην, ὃς ἐκαίνυτο φῦλ' ἀνθρώπων νῆα κυβερνῆσαι ὁπότε 1.127 σπέρχωσιν

ἄελλαι, ὅπερ ἴδιον ἀρίστου κυβερνήτου. τὸ γὰρ ἐν νηνεμίᾳ κυβερνᾶν, οὐ πολλῆς

ἔργον τέχνης. (ῃερς. 280.) Ὅρα δὲ καὶ ὅτι ἐν τῇ Ὀδυσσείᾳ τοὺς τῶν ἀνδρῶν

αἰφνιδίους θανάτους Ἀπόλλωνι ἀνατίθησιν. ἐν δὲ τοῖς ἑξῆς, Ἀρτέμιδι τοὺς τῶν

γυναικῶν. ὅ ἐστιν ἡλίῳ καὶ σελήνῃ. ἐνταῦθα γοῦν ἀναιρεῖ τὸν ῥηθέντα κυβερνήτην

Ἀπόλλων βέλεσσιν ἀγανοῖς, οὐ προϋποτεθέντα νοσεῖν ἀλλὰ πηδάλιον μετὰ χερσὶ

νηὸς θεούσης ἔχοντα. αἴφνης ἄρα ἐκεῖνος τέθνηκε. καὶ βέλη μὲν ἐν Ἰλιάδι ἐχεπευκῆ

ἀφίησιν ὁ Ἀπόλλων, ἐπειδὴ ἐπώδυνα τὰ τοῦ λοιμοῦ. ὧδε μέντοι, ἀγανὰ τὰ βέλη. ὅ

ἐστιν ἡδέα. προσηνῆ. ἀνεπαίσθητοι γὰρ ὀδύνης οἱ αἴφνης θνήσκοντες. Σημείωσαι δὲ

ὅτι τὸ οἷς ἀγανοῖς βελέεσσιν ἐποιχόμενος κατέπεφνε, προσαρμόσοι ἄν ποτε ὑπούλῳ

ἐχθρῷ ἐπιλεχθῆναι. ὃς ἐν σχήματι φιλίας ἀναιρεῖ τὸν δῆθεν φιλούμενον. (ῃερς. 282.)

Ὁ δὲ Φρόντις καὶ ὁ αὐτοῦ πατὴρ ὁ Νήτωρ, πέπλασται ἴσως. ἢ καὶ φερώνυμος καθ'

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

144

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!