18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ἐστὶ κατέχεται. εἰ δὲ καὶ νῆσος ἐστὶ περὶ ἣν ὁ κατάπλους, προσφυῆ καὶ τὰ ἐφεξῆς.

(ῃερς. 146.) ἤγουν τὸ, ἔνθ' οὔτις τὴν νῆσον ἐσέδρακεν ὀφθαλμοῖσιν. οὔτ' οὖν κύματα

μακρὰ κυλινδόμενα ποτὶ χέρσον εἰσίδομεν, πρὶν νῆας ἐϋσσέλμους ἐπικέλσαι. (ῃερς.

149.) Κελσάσῃσι δὲ νηυσὶν ὅ ἐστι κατ' ἀντίπτωσιν προσοκειλασῶν δὲ τῶν νηῶν,

καθείλομεν ἱστία πάντα, ἐκ δὲ καὶ αὐτοὶ βῆμεν. (ῃερς. 144.) Σημείωσαι δὲ καὶ ὅτι τὸ

ἀὴρ ἐνταῦθα ἐκτείνει τὴν ἄρχουσαν. ὥστε ἐν τῷ, ἠέρος καὶ ἠέρι καὶ ἠέρα, οὐ διὰ

βραχύτητα τοῦ ἄλφα ἐξετάθη τὸ δίχρονον, ἀλλὰ κατὰ διαλέκτου ἰδίωμα. ἐπεί τοί γε

εἶχον καὶ αὐτὰ δι' ἐκτεταμένου τοῦ ˉα προφέρεσθαι ὁμοίως τῷ, ἀκάματος καὶ

ἀθάνατος. ὥσπερ αὖ πάλιν καὶ ἡ ἀὴρ, ἔτρεψεν ἂν τὸ ˉα εἰς ˉη εἰ μὴ κακοφωνία οὕτω

τραχεῖα ἐγίνετο. θηλυκῶς δὲ καὶ νῦν ἡ ἀὴρ, ὡς δηλοῖ τὸ, ἀὴρ βαθεῖα ἦν. Τὸ δὲ μὴ

σελήνην οὐρανόθεν προφαίνειν τὴν ἀσελὴν νύκτα συνέθετο παρὰ τοῖς μεθ' Ὅμηρον.

(ῃερς. 142.) ∆ῆλον δὲ καὶ ὅτι καταπλεῦσαι καὶ κέλσαι καὶ ἐπικέλσαι τὸ

ἐλλιμενισθῆναι ἐστί. (ῃερς. 149.) Καθελεῖν δὲ ἱστία, τὸ καταγαγεῖν καὶ συστεῖλαι.

(ῃερς. 150.) Ὅτι ἐν Ἰλιάδι μὲν τὸ βρίζειν ἐπὶ ἀμελείας ἔθετο, ὡς εἴ τις εἴποι

ἀπονυστάζειν. ἐνταῦθα δὲ φανερῶς ἐπὶ ὕπνου τὴν λέξιν τίθησιν, ἐπεὶ καὶ κυρίως

βρίζειν ἐστὶ, τὸ βαρὺ ἵζειν. ἢ μετὰ βορὰν ἵζειν. φησὶ γοῦν. ἔνθα δ' ἀποβρίξαντες

ἐμείναμεν ἠῶ δῖαν. (ῃερς. 154.) Ὅτι νύμφαι καὶ ὧδε κοῦραι ∆ιὸς ἀλληγορικῶς αἱ

τῶν φυτῶν αὐξητικαὶ δυνάμεις, ἃς ὁ Ζεὺς ποιεῖ. τουτέστι τὸ ἐν τῷ περιέχοντι

εὔκρατον ὑφ' οὗ τὰ ζωοτρόφα τέθηλε φυτά. φησὶ γοῦν. ὦρσαν δὲ νύμφαι κοῦραι

∆ιὸς αἶγας ὀρεσκῴους, ἵνα δειπνήσειαν ἑταῖροι. (ῃερς. 156.) κυνηγετικῆς δὲ

ἀκολουθίας τοῦτο. διὸ ἐπάγει αὐτίκα καμπύλα τόξα καὶ αἰγανέας δολιχαύλους

εἱλόμεθα, ἤγουν ἐπελεξάμεθα. (ῃερς. 157.) διὰ δὲ τρίχα κοσμηθέντες ἤγουν τριχῇ

διαταχθέντες, βάλλομεν. αἶψα δὲ δῶκε θεὸς μενοεικέα θήρην. (ῃερς. 159.) ἣν καὶ

ἐφερμηνεύων φησὶν ὁ Ὁμηρικὸς Ὀδυσσεύς. νῆες μέν μοι ἕποντο δυώδεκα. ἐς δὲ

ἑκάστην ἐννέα λάγχανον ἤτοι ἐκληροῦντο αἶγες. (ῃερς. 160.) ἐμοὶ δὲ, δέκα ἔξελον

οἴῳ, οὕτω γὰρ βραχὺ τοῖς πάλαι στρατηγοῖς ἦν τὸ ὑπέρτιμον. καὶ ἐν τοῖς ἑξῆς δὲ τὰ

Κύκλωπος μῆλα δασάμενοι ἀρνειὸν οἱ 1.330 ἑταῖροι τῷ Ὀδυσσεῖ ἔδωκαν ἔξοχα. ὃν

καὶ ἐπὶ τῷ αἰγιαλῷ ἔθυσαν. καὶ ἔστιν ἐν τούτοις σημειώσασθαι ὡς εἰ καὶ ἄπονα τῇ

τῶν Κυκλώπων γῇ τὰ καλὰ, ὅμως οἱ οἰκοῦντες ἄνδρες τῶν πλειόνων αἴτιοι. διὸ

Κύκλωπες μὲν καὶ πρόβατα εἶχον, ἡ δὲ ἀντικρὺ νῆσος αἶγας καὶ μόνας, καὶ ἡ μὲν

ἀμπέλους ἀρισταφύλους, ἐκείνη δὲ οὔ, καὶ τῇ μὲν πυροὶ καὶ κριθαὶ φύονται, οὐ μὴν

καὶ ἐν τῇ ἑτέρᾳ νήσῳ τῇ ἀπανθρώπῳ. (ῃερς. 155.) Σημείωσαι δὲ καὶ ὅτι οὐ μόνον

Κένταυροι ὀρεσκῷοι ἐν Ἰλιάδι, ἀλλὰ καὶ αἶγες ἐνταῦθα. ἔστι γὰρ τὸ ἐπίθετον

ἁρμόζον πᾶσι τοῖς ὀρεινόμοις τῶν ζῴων. (ῃερς. 156.) Αἰγανέαι δὲ, εἴπερ κατὰ αἰγῶν

ἵενται, ἰδοὺ ἐνταῦθα ἐπαληθεύει αὐταῖς τοὔνομα. βάλλονται γὰρ αἶγες δι' αὐτῶν.

∆ολιχαύλους δὲ τὰς μακροσιδήρους λέγει. αὐλὸς γάρ φασι νῦν ἡ ὀπὴ τῆς αἰχμῆς ᾗ τὸ

ξύλον ἐμβάλλεται. (ῃερς. 160.) Ὅρα δὲ καὶ ὡς εὐεπίφορος Ὅμηρος εἰς τὸν ἐννέα ὢν

ἀριθμὸν πάσχει τοῦτο καὶ νῦν, ἐννέα διανέμων αἶγας ἑκάστῃ τῶν νηῶν. ἐφ' αἷς καὶ

λαγχάνοντες οἱ σύμπλοι τὸ ἀστασίαστον ἐπραγματεύοντο. (ῃερς. 161.) Ὅτι μακρῷ

συμποσίῳ ἐπιλεχθείη ἂν τὸ, ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα ἥμεθα

δαινύμενοι κρέατ' ἄσπετα καὶ μέθυ ἡδύ. (ῃερς. 163.) εἰ δὲ καὶ περιουσίαν οἴνου

δηλώσειν αἱρεῖτό τις, ἐρεῖ καὶ τὰ ἐφεξῆς. οὐ γάρ πω ἐξέφθιτο οἶνος ἐρυθρὸς, ἀλλ'

ἐνέην. (ῃερς. 165.) πολλὸν γὰρ ἐν ἀμφιφορεῦσιν ἕκαστοι ἠφύσαμεν. Ὀδυσσεὺς δὲ

περὶ τοῦ ἐκ Κικόνων οἴνου τοῦτο φησί. πολύοινος γὰρ ἡ κατ' ἐκείνους Θρᾴκη. (ῃερς.

162) Ὅρα δὲ καὶ ἐν τῷ καὶ μέθυ ἡδὺ, λεῖπον συνεκδοχικῶς τὸ ἐπίνομεν. ἐλλέλειπται

δὲ διὰ τὸ πάντῃ γνώριμον. οὕτω καὶ ὑποκαταβὰς ἐρεῖ τὸ, Κυκλώπων δ' ἐς γαῖαν

ἐλεύσσομεν ἐγγὺς ἐόντων. καπνόν τ' αὐτῶν τε φθογγὴν οἰῶν τε καὶ αἰγῶν.

κἀνταῦθα γὰρ ἐν τῷ, (ῃερς. 167.) φθογγὴν αὐτῶν καὶ οἰῶν καὶ αἰγῶν ἐξαναλόγου

ληπτέον τὸ ἠκούομεν. ἴσως δὲ εἴποι τις ἂν τὸ, δαινύμενοι κρέα καὶ μέθυ, μὴ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

375

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!