18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

(ῃερς. 344.) Κληϊσταὶ δὲ σανίδες, αἱ θύραι. πρὸς διαστολὴν τῶν ἁπλῶς σανίδων.

(ῃερς. 345.) ∆ικλίδες δὲ, διχόθεν κλειόμεναι. δίθυροι. περὶ ὧν ἐν τοῖς εἰς τὴν Ἰλιάδα

εἴρηται ἀκριβῶς. (ῃερς. 340.) Οἶνον δὲ παλαιὸν Ὁμήρου εἰπόντος, οἱ ὕστερον

ἀστείως μεταλαβόντες, γέροντα τὸν τοιοῦτον εἶπον. οἷον. γέρων Θάσιος οἶνος. ὅπερ

ἡδύτερον ὁ κωμικὸς Ἄλεξις φράζων, φησίν. οἶνος καὶ μάλα πολύς γε. ὀδόντας οὐκ

ἔχων. ἤδη σαπρός. γέρων δαιμονίως. τοιοῦτον δέ φασι παλαιὸν ἡδύποτον οἶνον τοῖς

κωθωνιζομένοις δίδωσιν Ὅμηρος. εἰκὸς δὲ τὸν εἰρημένον γέροντα καὶ σαπρὸν

οἶνον, καὶ σαπρίαν ἀρσενικῷ γένει λεχθῆναι. οὗ χρῆσις, ἐν τοῖς τοῦ Ἀθηναίου. παρ'

ᾧ ἐπαινῶν τις οἶνον ὅν φησι καλέουσι σαπρίαν, ἐπάγει. οὗ καὶ ἀπὸ στόματος

στάμνων ἀνοιγομένων, ὄζει ἴων, ὄζει δὲ ῥόδων, ὄζει δ' ὑακίνθου ὀσμὴ θεσπεσία.

κατὰ πᾶν δ' ἔχει ὑψερεφὲς δῶ, ἀμβροσία καὶ νέκταρ. τὸν δὲ τοιοῦτον, ὑπονοητέον

ἀνθοσμίαν εἶναι. οὗ τὸ σκευαστικὸν ἄρτυμα, παραδίδωσιν ὁ δειπνοσοφιστής.

γνωστοῦ πάνυ τοῖς τότε ὄντος. ὃν διαλύσας Ἰωνικῷ τρόπῳ Ἀλκμὰν ὁ μελωποιὸς

ἄνθεος ὄσδοντα ἔφη. ὡς δὲ καὶ παρέφρασέ τις τὸν παλαιὸν οἶνον ἐν τῷ, ἐὰν ᾖ

πολλαῖς πρεσβεύων ἑτέρου οἴνου περικαλλέσιν ὥραις, ἐν τοῖς τοῦ Ἀθηναίου κεῖται.

ὡς δὲ ὁ παλαιὸς οἶνος, καὶ γεραὸς καὶ πολιὸς ἐκλήθη πρὸς τινῶν. καὶ ὅτι ὀμφακίας

παραδέδοται οἶνος μετὰ πολλοὺς χρόνους ἀκμάζων. καὶ ὡς ἰταλικὸς οἶνός τις ἦν

μέλας μὲν τὴν ἀρχὴν, μετὰ πολλὰ δὲ ἔτη λευκὸς γινόμενος, κοῦφος λίαν ἐκεῖνος καὶ

τρυφερὸς, ὁ Ἀθήναιος ἱστορεῖ. λέγων, καὶ ὅτι ὁ παλαιὸς, οὐ πρὸς ἡδονὴν μόνον,

ἀλλὰ καὶ πρὸς ὑγείαν προσφορώτερος. πέσσει τε γὰρ μᾶλλον τὰ σῖτα, καὶ λεπτομερὴς

ὢν, εὐανάδοτός ἐστι. δύναμίν τε τοῖς σώμασιν ἐμποιεῖ. καὶ τὸ αἷμα ἐνέρευθες ποιεῖ

καὶ εὐανάδοτον. καὶ τοὺς ὕπνους ἀταράχους παρέχει. ἐπιδέχεται δὲ καὶ πλείω

κράσιν, διὰ τὸ μάλιστα θερμὸς γίνεσθαι παλαιούμενος. λέγει δὲ ὁ αὐτὸς, καὶ αἴθοπα

τὸν μέλανα, ὡς δυναμικώτατον διὰ θερμότητα καὶ μένοντα ἐν ταῖς ἕξεσι τῶν

πινόντων πλεῖστον χρόνον. ὁ γὰρ λευκὸς, ἀθενής φησι καὶ λεπτός. παρὰ Χίοις δέ

φασι πρώτοις ἐγένετο μέλας οἶνος. οἳ πρῶτοι καὶ φυτεύειν καὶ θεραπεύειν ἀμπέλους

μαθόντες παρὰ Οἰνοπίωνος υἱοῦ ∆ιονυσίου τοῦ καὶ συνοικίσαντος τὴν νῆσον, τοῖς

ἄλλοις ἀνθρώποις μετέδωκαν. κεῖται δὲ παρ' αὐτῷ καὶ Ἀλέξιδος τὸ, οὐδὲν ἔοικ'

ἄνθρωπος οἴνῳ τὴν φύσιν. ὁ μὲν, γὰρ ἀπογηράσκων, ἀηδὴς γίνεται. οἶνον δὲ, τὸν

παλαιότατον σπουδάζομεν ὅτι οὐ δάκνει ἀλλ' ἱλαροὺς ἡμᾶς ποιεῖ. (ῃερς. 345.) Ὅρα

δὲ καὶ τὸ νύκτας τε καὶ ἦμαρ. ἑνικῶς γὰρ τὸ ἦμαρ, ἐπεὶ οὐκ ἀφῆκε τὸ μέτρον

πληθυνθῆναι καὶ αὐτό. Παιδευτικὸν δὲ εἰς οἰκονομίαν καὶ τὸ, πολύϊδριν τὴν ταμίαν

εἶναι ὅ ἐστι πολύπειρον. συνετήν. διὰ διφθόγγου δὲ ἡ πολυϊδρεία, ὡς καὶ ἡ ἀϊδρεία.

ἀπὸ τοῦ ἴδρις ἴδρεως. ὡς καὶ ἡ ἐλεγχεία, διὰ τὸ, τά δ' ἐλέγχεα λέλειπται. (ῃερς. 349.)

Ὅτι εἰς παρασκευὴν συμποσίου χρήσιμον τὸ, ἄγε δή μοι οἶνον ἐν ἀμφιφορεῦσιν

ἄφυσ 1.103 σον ἡδύν. ἤγουν ἐκ πίθου ἀπάντλησον εἰς ἀμφιφορεῖς. (ῃερς. 350.) Ὅτι

παιδεύων ὁ ποιητὴς ἄχρι καὶ τῶν σμικροτάτων τιμαλφεῖν τοὺς γονεῖς, ποιεῖ τὸν

Τηλέμαχον ἐπιτάσσοντα τῇ μαίᾳ περὶ οἴνου ὅς φησι μετὰ τὸν λαρώτατος, ὃν σὺ

φυλάσσεις, κεῖνον ὀϊομένη τὸν κάμμορον. τὸν πατέρα Ὀδυσσέα δηλαδή. τὴν δὲ

μαῖαν ταύτην, προϊὼν Ὅμηρος, τροφὸν ἑρμηνεύσει ἐν τῷ, κώκυσεν δὲ φίλη τροφός.

Ὅρα δ' ἐνταῦθα ὅτι ἢ ἐκτείνεται τὸ ˉω τοῦ λαρώτατος κατὰ τὸν κανόνα τῶν διὰ τοῦ

ˉώˉτˉαˉτˉοˉς ἵνα κατάρξῃ δακτύλου ποδὸς, καὶ πάντως ἔσται ἡ πρὸ τοῦ ˉω

συλλαβὴ, συνεσταλμένη, τουτέστι τὸ λˉα, καὶ μεσολαβήσει ἐν ἡρώῳ στίχῳ τροχαῖος,

καὶ οὕτω χωλεύσει τὸ ἔπος. ἢ ἐν ἐκτάσει μένει τὸ λˉα, ὡς τοῦ λαρὸς ἐκτείνοντος τὸ

δίχρονον, καὶ γίνεται κατὰ τὸν ῥηθέντα κανόνα συστολὴ τῆς ρˉο συλλαβῆς τοῦ

λαρότατος, καὶ οὕτως εὑρεθήσονται συλλαβαὶ βραχεῖαι τρεῖς ἐφεξῆς, ἤγουν

τρίβραχυς πούς. καὶ ἔστι μὲν οὐδὲ τοῦτο ἀγαθὸν ἐν μέτρῳ δακτυλικῷ. κρεῖττον δὲ

ὅμως τοῦ προτέρου. ὡς τῆς ἐπικειμένης ὀξείας, δυναμένης τὸν βραχὺν χρόνον

μηκῦναι τοῦ ˉο. καθὰ καὶ ἐπὶ τοῦ, Τρῶες δ' ἐῤῥίγησαν ὅπως ἴδον αἰόλον ὄφιν. ὥστε

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

117

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!