18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

θελκτηρίων φαρμάκων. μάλιστα δὲ, συμβολικώτερον ἐκληπτέον αὐτὸ, εἰς τὸ, καθὰ

καὶ μετὰ ταῦτα φανεῖται, λαθικηδὲς τῆς ἐν συμποσίοις φιλικῆς ὁμιλίας. ἧς

ἀνακιρναμένης τῷ φιλοτησίῳ κρατῆρι καὶ εἴτε σπουδαῖα εἴτε καὶ ἄλλως ἡδέα καὶ

ἀστεῖα ζητήματα ὑποκινούσης, οὐκ ἔστι τὸν συμποσιάζοντα, μνησθῆναί τινος τῶν

ἔμπροσθεν κακῶν, οἷα χανδὸν ἐμπιπλάμενον οὐχ' οὕτω τοῦ περισοβοῦντος

κρατῆρος, ὅσον τοῦ τῆς ὁμιλίας γλεύκους ὑφ' ἧς πᾶν λυπηρὸν τῆς τοιαύτης

ἐπικυλικίου ἡδύτητος ἐξωστράκισται. (ῃερς. 240.) καὶ ἡ τοῦ λόγου πίστις, παρὰ

πόδας ὅ φασι. κινήσασα γὰρ τοὺς περὶ Ὀδυσσέως ἐγκωμίους λόγους ἡ Ἑλένη καὶ

λοιπὰς διηγήσεις, καὶ τῷ συμποσίῳ αὐτὰς λαθικηδὲς οἷον φάρμακον παραμίξασα, τὸ

δάκρυόν τε τοῖς συμπόταις ἔστησε, καὶ τὴν ἀκμὴν τῆς λύπης ἐκκρουσαμένη,

ἀπήμβλυνε. καὶ τοίνυν ὁ Τηλέμαχος τὰ δάκρυα συστείλας, δίδωσιν ἑαυτὸν τοῖς

λαλουμένοις. καὶ δαίνυται καθήμενος. καὶ μύθοις τέρπεται. ὅπερ ἡ Ἑλένη

ἐνεκελεύσατο ἀρχομένη τῆς διηγήσεως τῶν κατὰ τὸν Ὀδυσσέα. Καὶ ὅρα ὅπως

ἀναγκαῖον τῷ ποιητῇ ἐνταῦθα τὸ τῆς Ἑλένης ἐπεισόδιον. δίχα γὰρ τῶν ἄλλων, ἔχει

καί τινα δι' αὐτῆς ἱστορῆσαι, ἅπερ οὐδεὶς ἄλλος ἐγίνωσκεν. ὥσπερ καὶ ἐν τοῖς ἑξῆς

ὁμοίως διὰ τοῦ Μενελάου. Σημείωσαι δὲ καὶ ὅτι διὰ μὲν τὸν τῆς Ἑλένης τοῦτον

κρατῆρα, οὐκ ἂν ἐφημέριός τις βάλοι δάκρυ κατὰ παρειῶν. οἱ δὲ ὕστερον ῥήτορες τῇ

τῶν παραμυθητικῶν μεθόδων εὑρέσει, παντελῶς ἐξαιροῦνται τὸ πάθος. ὡς διὰ βίου

μὴ δακρύειν τὸν τοῦ παραμυθητικοῦ δεόντως ἐπαΐοντα. (ῃερς. 2.) Ἰστέον δὲ ὅτι ἐν

τοῖς τοῦ Ἀθηναίου, περὶ τῶν κατὰ τὴν Ἑλένην φέρεται ταῦτα. Ἑλένη ∆ιὸς οὖσα

θυγάτηρ καὶ παρὰ τῶν ἐν Αἰγύπτῳ σοφῶν μεμα 1.161 θηκυῖα, πολλοὺς λόγους εἰς

τὸν οἶνον ἐμβάλλει παναλκὲς τῷ ὄντι φάρμακον. ἁπτομένη μεταξὺ καὶ

ταλασιουργίας, οὐ δι' ἀρέσκειαν, ἀλλ' ὡς οἴκοθεν ἔχουσα τὴν τοιαύτην αἵρεσιν.

Ἀφροδίτη γοῦν μετὰ τὸ μονομάχιον, γρηῒ εἰκυῖα εἰροκόμῳ τῇ ἐκ Λακεδαίμονος,

προσεῖπεν αὐτήν. ἔοικε δὲ καὶ αὐτὴ τὴν ἑαυτῆς φιλοτεχνίαν συνορᾶν. τῷ γοῦν

Τηλεμάχῳ πέπλον δωρουμένη ἐν τοῖς ἑξῆς, φησί. δῶρόν τοι καὶ ἐγὼ δίδωμι καὶ τὰ

καθεξῆς. εὕρηται δὲ καὶ ἐν Ἰλιάδι περὶ ἱστὸν ὑφαίνουσα. καὶ ποικίλλουσα δίπλακα.

καταμηνύει οὖν φησι τὴν σωφροσύνην τῆς Ἑλένης, ἡ αὐτῆς φιλεργία. ἱστορεῖ δὲ ὁ

αὐτὸς σοφιστὴς, καὶ ὅτι Ἑλένη τις ὕστερόν ποτε χρόνου γέγονε δεινὴ πλεῖστα

ἐσθίειν. Τὸ δὲ εἰς οἶνον βάλε φάρμακον, ἀντὶ τοῦ ἐνέβαλεν. ἐνέθετο. Τὸ δὲ ἔνθεν

ἔπινον, ἀσφαλῶς ἐῤῥέθη. οὐ γὰρ ἄλλως ἁπλῶς ἐνήργει τὸ φάρμακον, ἀλλ' οἴνῳ

ἐμβαλλόμενον. ἤγουν ἐνιέμενον. διὸ φησίν. ἐπεὶ ἐνέηκε κέλευσέ τε οἰνοχοῆσαι.

(ῃερς. 221.) Νηπενθὲς δὲ, οὐ μόνον τὸ ἐστερημένον πένθους, ἀλλ' ἰδοὺ ἐνταῦθα καὶ

τὸ στερίσκον πένθους. ὅ ἐστιν ἄλυπον. Ἄχολον δὲ, τὸ ἀόργητον. ἄλλως μέντοι, καὶ

ἄχολα ζῷα τὰ μὴ ἔχοντα σωματικὴν χολήν. Τὸ δὲ ἐπίληθον, Ἀρίσταρχος μὲν

προπαροξυτόνως γράφει, ὡς ὄνομα οὐδέτερον, ὃ δηλοῖ τὸ ἐπιληστικόν. ὁ δὲ

Ἀσκαλωνίτης, ὡς μετοχήν φασιν οὐκ εὖ προπερισπᾷ. ἵνα ᾖ, τὸ ποιοῦν

ἐπιλανθάνεσθαι. Ὅρα δὲ ὅτι ἐν μὲν τῷ ἐπίληθον καθὰ καὶ ἐν τῷ λήθη καὶ λῆστις καὶ

ἐπιλησμοσύνη καὶ Λητὼ, φυλάσσεται τὸ ˉη τοῦ λήθω ἐνεστῶτος, ἐν ἄλλοις δὲ, ἀντ'

αὐτοῦ τὸ ˉα κεῖται ὡς ἀπὸ τοῦ ἔλαθον δευτέρου ἀορίστου. τοιοῦτον τὸ λάθρα σὺν

τοῖς ἐξ αὐτοῦ. καὶ τὸ λαθικηδές. καὶ ὁ λάθαργος. ἕτερος ὢν αὐτὸς παρὰ τὸν διὰ τοῦ

ˉη λήθαργον. ὃς λάθαργος, πλεονασμῷ τοῦ ἰῶτα γινόμενος λαίθαργος, δηλοῖ μὲν,

κύνα. τροπικῶς δὲ, σημαίνει καὶ ἐπίβουλον ἄνθρωπον κρύφα βλάπτοντα. καὶ ἔστιν

ἐκεῖνος, ὡς περ εἴ φασιν λαθροδήκτης, ἀπὸ κυνῶν. Σοφοκλῆς. σαίνουσα δάκνεις καὶ

κύων λαίθαργος εἶ. Τὸ δὲ καταβρόξειεν, ἀντὶ τοῦ καταπίη, παρὰ τὸν βρόχθον ὅς ἐστι

λαιμός. ὅθεν καὶ καταβροχθίζειν τὸ καταπίνειν. ὀνοματοποιΐας δὲ ταῦτα τρόποι.

(ῃερς. 222.) Τὸ δὲ ἐπὴν κρητῆρι μιγείη, παρατετηρημένως ἐῤῥέθη καὶ αὐτό. οὐ γάρ

ἐστιν ἁπλῶς νηπενθὲς καὶ τὰ λοιπὰ, εἰ μὴ καὶ κρητῆρι μιγείη. (ῃερς. 223.) Τὸ δὲ

ἐφημέριος, δηλοῖ μὲν τὸ, ἐν ᾗ ἂν ἡμέρα πίνοιτο. παρῆκται δὲ ὁμοίως τῷ πανημέριος.

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

183

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!