18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

Βελλεροφόντης δηλοῖ ἐν Ἰλιάδι ὃν θυμὸν κατέδων. (ῃερς. 144.) Ὅτι καὶ ἐνταῦθα ἐν

τῷ, τρίτον ἦμαρ ἐϋπλόκαμος τέλεσ' Ἠὼς, Ἠὼς μὲν ἡ σωματοειδὴς δαίμων. ἦμαρ δὲ

ἡ κοινῶς λεγομένη ἡμέρα, ὁ πεφωτισμένος ὑπὸ Ἡλίου ἀήρ. (ῃερς. 145.) Ὅτι

εὐλαβηθεὶς Ὀδυσσεὺς μή πως ἀποστέλλων ἑταίρουςἐπὶ κατασκοπῇ τῆς Αἰαίης νήσου

εὑρήσει ἐκείνους μὴ πειθομένους διὰ τὰ φθάσαντα γενέσθαι κακὰ αὐτοδιάκονος

κἀνταῦθα γίνεται κατ' ἔθος ἡρωϊκὸν, καὶ ἔγχος ἑλὼν καὶ φάσγανον ὀξὺ ἀνῆλθεν ἐς

περιωπὴν εἴ πως φησὶν ἔργα ἴδοιμι βροτῶν ἐνοπήν τε πυθοίμην. ἔστη δὲ σκοπιὴν ἐς

παιπαλόεσσαν ἀνελθὼν, καὶ ἰδὼν καπνὸν διὰ δρυμὰ πυκνὰ καὶ ὕλην μερμήριξεν

ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν ἐλθεῖν ἠδὲ πυθέσθαι, ἐπεὶ ἴδεν αἴθοπα καπνόν.

ὧδε αὐτῷ φρονέοντι δοάσσατο κέρδιον εἶναι πρῶτα ἐλθεῖν ἐπὶ νῆα καὶ δεῖπνον τοῖς

περὶ αὐτὸν δοῦναι, (ῃερς. 155.) προέμεν τε πυθέσθαι ἤγουν προεῖναι, προπέμψαι.

τοῦτο δὲ διὰ τὸ εὔπλαστον οἰκονομεῖται καὶ πιθανόν. πεμφθέντων μὲν γὰρ φίλων

ἕξει χώραν ὁ κυκεὼν καὶ ἡ λοιπὴ μαγγανεία τῆς Κίρκης καὶ τὸ τοῦ Ἑρμοῦ πλάσμα

καὶ τὸ κατ' ἐκεῖνον μῶλυ καὶ ἡ τοῦ Ὀδυσσέως ἀρετή. αὐτοῦ δὲ πρώτου ἀπελθόντος

εἰς Κίρκην οὐκ ἦν ἀποβῆναι τὰ τοιαῦτα, πλασθέντα δεξιῶς καὶ πιθανῶς. ὃ γοῦν

Ὅμηρος περὶ Ὀδυσσέως λέγει, περὶ ἑαυτοῦ λέγει. αὐτὸς γὰρ σκοπήσας εὐμεθόδως

ἐπικρίνει κρεῖττον εἶναι πεμφθῆναί τινας καὶ μὴ αὐτὸν τὸν Ὀδυσσέα ἀπελθεῖν.

(ῃερς. 146.) Ὅρα δὲ τὸ, περιωπὴν καὶ ἐνοπὴν, ἐν οἷς ἔχει τι παρηχήσεως ἡ

ὁμοιοφωνία τῶν λέξεων. εἰ δέ που πλησίον παρέκειτο καὶ ἡ ἀνωτέρω ῥηθεῖσα

σιωπὴ, ἐγίνετο ἂν καὶ δι' αὐτῆς τὸ ὅμοιον. Περιωπὴν δὲ καὶ σκοπιὰν εἰπεῖν, τὸ αὐτόν

ἐστιν. (ῃερς. 149.) Ὁ δὲ καπνὸς οὐ μόνον πυρὸς ἀλλὰ καὶ ἀνθρώπων οἰκήσεως

τεκμήριόν ἐστιν, ὡς τὰ πολλὰ καὶ ἡ τῶν Λαιστρυγόνων ἐδήλωσε γῆ. (ῃερς. 150.)

∆ρυμὰ δὲ καὶ ὕλη ταυτὰ ἐκ παραλλήλου. ἔστι δὲ δρυμὰ ἡ συνδενδρία ὡς ἀπὸ δρυός.

ὅθεν καὶ δρυοκολάπτης, ὁ πᾶν ξύλον κολάπτων. καὶ δρύκαρπα οὐ τὰ ἐκ δρυὸς

μόνον, ἀλλὰ καὶ ἐξ ἑτέρων δένδρων. εἰκὸς δὲ καὶ ἀρσενικὸν εἶναι μὴ μόνον ὁ

δρυμὼν, ἀλλὰ καὶ ὁ δρυμός. οὗπερ οὐδέτερον τὸ δρυμὸν ὡς τὸ ἐρετμόν. (ῃερς. 152.)

Αἶθοψ δὲ καπνὸς ὁ ἐκ τοῦ αἴθεσθαί τινα ὕλην ἀναδιδόμενος. (ῃερς. 153.) ∆οάσατο δὲ

καὶ νῦν κατὰ τοὺς παλαιοὺς οὐ μόνον τὸ ἔδοξεν ὡς ἀπὸ τοῦ δοκῶ δοξάζω κατὰ

ἔλλειψιν τοῦ κάππα, ἀλλὰ καὶ ἀντὶ τοῦ ἠρέθη, προεκρίθη. ἔστι δέ φασι δοάσασθαι τὸ,

δύο τινῶν προκειμένων ἑλέσθαι θάτερον, ὡς ἐκ τοῦ δοιὼ δοιάσατο καὶ δοάσατο. Ὅτι

κατιόντι τῷ Ὀδυσσεῖ ἐκ τῆς σκοπιᾶς θεός τις, ὃς αὐτὸν ὀλοφύρατο μοῦνον ἐόντα,

ὑψίκερων ἔλαφον μέγαν εἰς ὁδὸν αὐτὴν ἧκεν, ὁ μὲν ποταμόνδε κατήϊεν ἐκ νομοῦ

ὕλης πιόμενος. δὴ γάρ μιν ἔχεν μένος Ἠελίοιο. τὸν δ' ἐγώ φησιν (ῃερς. 161 σθθ.)

ἐκβαίνοντα ἐκ τῆς ὕλης δηλαδὴ, κατ' ἄκνηστιν νῶτα πλῆξα. τὸ δ' ἀντικρὺ δόρυ

χάλκεον ἐξεπέρησε. κὰδ δ' ἔπεσ' ἐν κονίῃσι μακών. ἀπὸ δ' ἔπτατο θυμός. τῷ δ' ἐγὼ

ἐμβαίνων, δόρυ χάλκεον ἐξ ὠτειλῆς εἰρυσάμην. καὶ τὸ μὲν αὖθι κατακλίνας ἐπὶ γαίῃ

εἴασα. αὐτὰρ ἐγὼ σπασάμην ῥῶπάς τε λύγους τε. πεῖσμα δ' ὅσον τ' ὄργυιαν

εὐστρεφὲς ἀμφοτέρωθεν πλεξάμενος, συνέδησα πόδας δεινοῖο πελώρου. βῆν δὲ

καταλοφάδια φέρων ἐπὶ νῆα μέλαιναν, ἔγχει ἐρειδόμενος, ἐπεὶ οὔ πως ἦν ἐπὶ ὤμου

χειρὶ φέρειν ἑτέρῃ, μάλα γὰρ μέγα θηρίον ἦεν. (ῃερς. 172.) κὰδ δ' ἔβαλον ἤτοι

κατέῤῥιψα προπάροιθε νεώς. ἀνέγειρα δ' ἑταίρους μειλιχίοις ἐπέεσσι παρασταδὸν

ἄνδρα ἕκαστον. καὶ ἑξῆς. (ῃερς. 156.) Καὶ ὅρα ὅτι πρὸ μὲν τῶν Κυκλώπων κοινὰ ἦν

τοῖς ἀμφὶ τὸν Ὀδυσσέα τὰ τῆς θήρας. νῦν δὲ τῶν ἄλλων κειμένων οἷς πολλὰ ἔκαμον,

μόνος ὁ πολύτλας Ὀδυσσεὺς πορίζει τοῖς φίλοις τροφὴν, ἀγρεύσας ἀπραγματεύτως

καὶ εὐτυχῶς ὡς οἷα κατά τι θεῖον. ταῦτα γὰρ δηλοῦται ἔν τε τῷ, καὶ τότε τίς με (ῃερς.

157.) θεῶν ὀλοφύρατο τουτέστι κατελεήσατο, καὶ ἐν τῷ, εἰς ὁδὸν αὐτήν. μεγεθύνων

δὲ τὸν ἔλαφον ὑψίκερών τε λέγει καὶ μέγαν. (ῃερς. 168.) τὸν δ' αὐτὸν προσεπαύξων

καὶ δεινὸν πέλωρον ἔφη, καὶ μάλα μέγα θηρίον. τοιοῦτος γὰρ ὢν ἀρκέσει τε τοῖς ἐν

τῇ νηῒ τοῦ Ὀδυσσέως ὁ ἔλαφος καὶ ἀξία θήρα ἔσται τοῦ ἥρωος καὶ θεοῦ δόσις. Ὅρα

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

425

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!