18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

καλοῦντες, ἐντεῦθεν καὶ τὸν θρόνον ὠνόμασαν, τοῦ θρήσασθαι χάριν ὅπερ ἐπὶ τοῦ

καθέζεσθαι λέγουσιν, ὁ Ἀθήναιος λέγει. παρ' ᾧ καὶ χρῆσις Φιλήτα, τὸ θρήσασθαι δὲ

πλατάνῳ γαίη ὕπο. ὁ δέ γε κλισμός φησι, περισσοτέρως κεκόσμηται ἐπὶ ἀνακλίσει.

διορισμὸς δὲ τούτων, ἐν τῷ, κατὰ κλισμούς τε θρόνους τε. τούτων δ' εὐτελέστερον, ὁ

δίφρος. τῷ γοῦν Ὀδυσσεῖ ἐπαίτῃ δοκοῦντι, δίφρος ἀεικέλιος παρατίθεται ὀλίγη τε

τράπεζα. ἴσως δὲ ἐκεῖ τὸ ἀεικέλιος, διαστολήν τινα δηλοῖ. ὡς ὄντος δίφρου καὶ μὴ

ἀεικελίου. (ῃερς. 59.) Ἐν τούτοις δὲ κεῖται ὡς καὶ ἀλλαχοῦ, τὸ δείκνυσθαι ἀντὶ τοῦ

δεξιοῦσθαι, ἀπὸ τοῦ δέκω δέξω ὅθεν καὶ ἡ δεξιά. φησὶ γάρ. τὼ καὶ δεικνύμενος,

προσέφη Μενέλαος. (ῃερς. 62.) Ὅτι φυσιογνωμικῶς ἀπὸ τοῦ εἴδους στοχάζεται ὁ

Μενέλαος, εὐγενεῖς εἶναι τοὺς παραβαλόντας νεανίας. εἰπών. οὐ γὰρ σφῷν γε, γόνος

ἀπόλωλε τοκήων. ἀλλ' ἀνδρῶν γένος ἐστὲ διοτρεφέων βασιλήων σκηπτούχων. ἐπεὶ

οὔ κε κακοὶ τοιούσδε τέκοιεν. ἐπὶ εὖ δὲ γεγονότων καὶ περιφανῶν ἁρμόζει ὁ λόγος.

Ἰστέον δὲ ὅτι ἐν τῷ οὐ γὰρ σφῷν γε, 1.146 βούλονται οἱ παλαιοὶ σὺν τῷ ἰῶτα

γράφειν τὸ σφῷν, ἵνα δηλοῖ τὸ σφῶϊν δυϊκὸν. ἐν δὲ τῷ, οὐκ ἂν κακοὶ τοιούσδε

τέκνοιεν, κακοὺς λέγει, τοὺς δυσγενεῖς. (ῃερς. 65.) Ὅτι νῶτα βοὸς παρὰ πίονα θῆκε

τοῖς βασιλικοῖς νέοις ὁ Μενέλαος ὄπτ' ἐν χερσὶν ἑλὼν, τὰ ῥά οἱ γέρα πάρθεσαν αὐτῷ.

ἐνταῦθα δέ φασιν οἱ παλαιοὶ, ὅτι ἔοικε, τοῖς βασιλεῦσι μείζων μοῖρα παρατίθεσθαι

εἰς γέρας. ἀφ' ἧς εἶχον ἂν καὶ ἄλλοις ἐπιδιδόναι, ὡς νῦν ποιεῖ ὁ Μενέλαος, τοῖς

ξένοις παρατιθεὶς τὸ ἑαυτοῦ γέρας. καὶ Ἀγαμέμνων δὲ ἐν Ἰλιάδι νώτοις γεραίρει τὸν

Αἴαντα. ὅθεν καὶ Λυκοῦργος τοῖς Λακεδαιμονίων βασιλεῦσι διμοιρίαν ἐνομοθέτησε

δίδοσθαι, παρελκύσας φασὶν ἐξ Ὁμήρου τὸ νόμιμον. Ὅρα δὲ καὶ νῦν εὐτέλειαν

δαιτὸς βασιλικῆς. οὐ γάρ τι χλιδανὸν αὐτῷ παρατέθειται, ἀλλὰ νῶτα βοός. καθὰ καὶ

παρ' ἄλλοις γίνεται. πίονα μέντοι, ὡς ἂν τοῦτό γε τρυφερὸν γέρας εἴη τῷ βασιλεῖ.

(ῃερς. 66.) Ὡς δὲ τὰ μὲν ἑφθὰ ἐκ τοῦ ἕπω γίνεται, ἵνα εἶεν ἑπτὰ τὰ περιεπόμενα χάριν

βρώσεως, καὶ διὰ συνεμπτώσεως ἀποφυγὴν τῆς πρὸς τὸν ἑπτὰ ἀριθμὸν, ἑφθὰ,

τραπέντος τοῦ ˉτ εἰς ˉθ καὶ αὐτίκα καὶ τοῦ ˉπ εἰς ˉφ ἵνα δασὺ δασέος ἡγῆται κατὰ

γραμματικὸν κανόνα, τὰ δὲ ἑψητὰ ἐκ τοῦ ἕπω ἕψω γίνεται μεταπεσόντος εἰς τὸ ἑψῶ

ἑψήσω, τὰ δέ γε ὀπτὰ ἐκ τοῦ ὀπτητὰ συγκέκοπται, δηλοῦται καὶ ἀλλαχοῦ. δῆλον δ'

ὅτι οὐ μόνον ὀπτοῖς ἀλλὰ καὶ ἑφθοῖς ἐχρῶντο κρέασιν οἱ ἥρωες, καὶ φαίνεται αὐτὸ,

ἔκ τε τοῦ λέβητος ὃς ἐν παραβολῇ ζέει ἕψων ἁπαλοτρεφέα σίαλον, καὶ ἐκ τοῦ βοείου

ποδὸς ὃς ἀφείθη κατὰ τοῦ Ὀδυσσέως ἐπιτραπέζιος κείμενος. πόδα γάρ φασι βόειον

οὐδεὶς ὀπτᾷ. Πρὸς δὲ τὸ ὡς ἐῤῥέθη, ἑπτὰ εἶτα ἑφθὰ ὁμοιότητα περισώζει καὶ τὸ τίφθ'

οὕτως ἀντὶ τοῦ τί ποτε οὕτως. καὶ τὸ ἐπιφθύζειν παρὰ Θεοκρίτῳ, γενόμενον ἐκ τοῦ

πτύειν. καὶ τὸ ἐτύφθην ἐκ τοῦ τύπτω. καὶ τὸ ἐβλάφθην ἐκ τοῦ βλάπτω. κατ' ἄλλον

δὲ λόγον, καὶ τὸ τέθριππον. καὶ τὸ φροίμιον. καὶ ὁ φροῦδος. καὶ ἡ φρουρὰ καὶ ἄλλα

μυρία ὅσα. ὧν ἀπέοικεν ὥσπερ ἡ μητρυὰ οὕτω καὶ ὁ πατρυός. ἀλλ' αὐτὸς μὲν,

ἐκπέφευγε τὸ ἀνόμοιον, παρὰ τοῖς λέγουσιν αὐτὸν πατρῳόν. οὔκουν δὲ καὶ ἡ

μητρυιά. τάχα οὖν ἀστείως εἰπεῖν, κἀνταῦθα μητρυιὰ τῷ υἱῷ ἡ τοιαύτη. δι' ὃν

συγχεθεῖσα, ἐλάθετο τῆς κατ' αὐτὴν κοινῆς ἀναλογίας. καὶ παρεκκλίνασα εἰς τοὺς

ψιλωτικοὺς Αἰολεῖς, μητρυιὰ ἐξεφωνήθη ἀντὶ μηθρυιᾶς. (ῃερς. 70.) Ὅτι ὡς ἐν τῇ ˉα

ῥαψῳδίᾳ τῷ Μέντῃ ὡμίλησε τὴν ἀρχὴν ὁ Τηλέμαχος, οὕτω καὶ νῦν, ἄγχι σχὼν

κεφαλὴν ἵνα μὴ πευθοίαθ' οἱ ἄλλοι. (ῃερς. 70.) ὡς ἂν μὴ κολακεύειν δοκοίη ἀγεννῶς

ἢ καὶ ἀφελὴς εἶναι διὰ τὸ πολὺ τοῦ θαύματος, φησί. φράζεο Νεστορίδη τῷ μῷ

κεχαρισμένε θυμῷ, χαλκοῦ τε στεροπὴν καὶ δώματα ἠχήεντα. χρυσοῦ τ' ἠλέκτρου τὲ

καὶ ἀργύρου ἠδ' ἐλέφαντος. ἃ δηλαδὴ τὸν τοῦ βασιλέως Μενελάου δόμον ἐκόσμουν,

τεχνικῶς παρακείμενα. (ῃερς. 74.) εἶτα συγκρίνων, φησί. Ζηνός που τοιήδε γ'

Ὀλυμπίου ἔνδοθεν αὐλή. Καὶ ὅρα ὡς τὸ ἶσον συνάγει ἐν τῇ συγκρίσει. οὐ γὰρ ἦν τὸ

ἔλαττον ἀποδοῦναι τοῖς τοῦ ∆ιὸς δώμασιν, ἔνθα καὶ τὸ ἶσον, αὔθαδες. διὸ καὶ ἔφη τὸ,

Ζηνός που τοιήδε αὐλὴ, ἀντὶ τοῦ ἴσως τοιαύτη ἐστίν. ὃ καὶ δέδωκε θάρσος μετ' ὀλίγα

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

166

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!