18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

εἶναι καὶ ὁ Σίσυφος, ἀνὴρ φαινόμενος ἐγχειρεῖν μὲν ἀεὶ μοχθηραῖς πράξεσι καὶ ὡς

οἷον εἰπεῖν ἀναγωγοῖς, μὴ ἀνύειν δὲ τὰ ἐγχειρούμενα διὰ τὸ δυσκατέργαστον, καὶ

θέλει μὲν εἶναι μεγαλουργὸς, μὴ ἔχειν δὲ τοῦ τοιούτου τέλους τυχεῖν, ἀλλὰ πονεῖν

ἄπρακτα. διὸ καὶ φαντασίαν τοιαύτην ἐν Ἅιδου πέμπει τῷ βλέποντι. ὅτι δὲ

κλεπτίστατος ἦν ἀνθρώπων καὶ ὅτι βασιλικὸς ἀνὴρ καὶ ὡς διαβάλλεται Ὀδυσσεὺς ἐξ

αὐτοῦ εἶναι, διὸ καὶ Σισυφίδην αὐτὸν ὁ παρὰ τῷ Σοφοκλεῖ χορὸς καλεῖ εἰ καὶ

Λαερτιάδης λέγεται, πολλαχοῦ δηλοῦται. ὁ δὲ θάνατος αὐτοῦ καὶ ἡ αὖθις ἀναβίωσις

κρύψιν τινὰ δηλοῖ τοῦ ἀνδρὸς δολερὰν καὶ ἀνδρὶ κλέπτῃ πρέπουσαν, καθὰ καὶ

Ζάμολξις κατάγαιον φασὶν οἴκημα πεποιηκὼς, ὡς καὶ Πυθαγόρας, καὶ ἀφανισθεὶς ἐκ

Θρᾳκῶν αἰφνίδιος τετάρτῳ ἔτει ἐφάνη, καὶ οἱ Θρᾷκες αὐτῷ πάντα τὰ κατ' αὐτοὺς

ἐπίστευσαν, ὅτε καὶ ἦν εἰκὸς λογίσασθαι καὶ αὐτὸν τὸ Σοφόκλειον καὶ εἰπεῖν· τί γάρ

με λυπεῖ τοῦθ' ὅταν λόγοισι θανὼν ἔργοισι σωθῶ κἀξενέγκωμαι κλέος; εἰκὸς δὲ καὶ

νόσῳ θανασίμῳ κάτοχον γεγονότα τὸν Σίσυφον, εἶτα δὴ ἀνασφήλαντα φήμην

πέμψαι, ὡς ἐξ Ἅιδου πέφευγε. δῆλον δὲ καὶ ὅτι ∆ωρικὸν ἅμα καὶ Αἰολικὸν ὄνομα τὸ

Σίσυφος. σιοὺς μὲν γὰρ οἱ ∆ωριεῖς φασὶ τοὺς θεοὺς, ὡς καὶ ὁ κωμικὸς δηλοῖ ἐν τῷ,

ναὶ τὼ σιὼ, ἀντὶ τοῦ νὴ τοὺς θεοὺς ἢ τὰς θεάς. σύφος δὲ ὁ σοφὸς παρὰ Αἰολεῦσιν.

ὅθεν Σίσυφος ὁ θεόσοφος. καὶ εἰκὸς Κορινθίων διαλέκτου εἶναι τὴν λέξιν, παρ' οἷς

δωρίζουσιν ἦρχεν ὁ Σίσυφος. ὡς δὲ οἱ ∆ωριεῖς ἔχαιρον καὶ αἰολίζοντες, δηλοῖ

Πίνδαρος ἀναμὶξ οὕτω ποιῶν, ἤτοι καὶ ∆ωρικῶς γράφων καὶ Αἰολικῶς. ὡς δὲ καὶ

τὸν θάνατον ὁ Σίσυφος ἔδησεν, ἐν τοῖς εἰς τὴν Ἰλιάδα δεδήλωται. Τοῦ δὲ εἰρημένου

σιοῦ παράγωγον καὶ ὁ θίασος, καθὰ δηλοῖ ὁ δειπνοσοφιστὴς, λέγων, ὅτι ἔρανοι εἰσὶ

κατὰ τοὺς πολλοὺς αἱ ἀπὸ τῶν συμβαλλομένων εἰσαγωγαὶ, ἀπὸ τοῦ συνερᾶσθαί

φησι καὶ συμφέρειν ἕκαστον. ἐκαλοῦντο δὲ καὶ θίασοι. καὶ οἱ συνιόντες ἐπὶ τὰ

τοιαῦτα ἐρανισταὶ καὶ συνθιασῶται. ἐκαλεῖτο δέ φησι θίασος καὶ ὁ τῷ ∆ιονύσῳ

παρεπόμενος ὄχλος ἀπὸ τοῦ θεοῦ ὃν σιὸν ἐκάλουν οἱ Λάκωνες. οὐκοῦν σίασος καὶ

τροπῇ θίασος, καθὰ καὶ ὁ βρυχησμὸς ὡς μαχησμὸς, καὶ τροπῇ ὁμοίᾳ βρυχηθμός.

οὕτω δὲ καὶ ὠρύω ὠρυσμὸς, ὡς ῥύω καὶ ξύω ῥυσμὸς καὶ ξυσμὸς, καὶ μεταβολῇ ὁμοίᾳ

τοῦ ˉσ εἰς ˉθ ὠρυθμὸς παρὰ Κοΐντῳ. Ὅρα δ' ἐν τοῖς ῥηθεῖσι τὸ συνερᾶσθαι καινὸν

ὄν. καὶ ἴσως ἀπ' 1.439 αὐτοῦ γίνεται κατ' ἔννοιαν ἐναντίαν τὸ ἐξερᾶν, οὗ πλείων

χρῆσις, ἔτι δὲ καὶ τὸ συμφέρειν γλυκέως ῥηθὲν καὶ δηλοῦν τὸ συνάγειν, ὅπερ ἐπὶ

βαστάγματος συνδιαφέρειν λέγεται. ἀφ' οὗ τροπικῶς εἴρηται τὸ, συνδιαφέρει ὁ δεῖνα

τῷ δεῖνι τὴν ἀρχήν. ἔτι ὅρα καὶ τὸ, αἱ ἀπὸ τῶν συμβαλλομένων εἰσαγωγαὶ, ὅ πέρ ἐστι

περίφρασις τοῦ, αἱ συμβολαὶ, αἱ συμποσιακαὶ δηλαδὴ, ὧν δήλωσις καὶ ἐν τῇ ˉα

ῥαψῳδίᾳ τέθειται. (ῃερς. 598.) Τὸ δὲ λᾶαν βαστάζειν καὶ τὸ ὠθεῖν ἐοίκασιν

ἀντικειμένως ἔχειν. βαστάζεται μὲν γὰρ τὸ φερόμενον, ὠθεῖται δὲ τὸ ἀπὸ τῶν κάτω

ἐπὶ τὰ ἄνω βιαζόμενον. πῶς οὖν τὸν αὐτὸν λίθον καὶ βαστάζει καὶ ὠθεῖ ὁ Τάνταλος;

ἔστι δὲ εἰπεῖν ὡς ἴσως εἰς μὲν τὸν λόφον ὤθει, ὅτε δὲ κατακυλισθεὶς ὁ λίθος

ἀπεστράφη πέδονδε, τότε βαστάζων αὐτὸν ἕως τῶν ποδῶν τοῦ λόφου εἶτα πάλιν

ὤθει ἄνω. (ῃερς. 594.) Τὸ δὲ σκηρίπτεσθαι, ἀφ' οὗ συγκοπὲν τὸ σκήπτεσθαι ποιεῖ τὸ

σκῆπτρον καὶ τὸ σκηπάνιον, ἀντέρεισιν δηλοῖ. (ῃερς. 595.) Τὸ δὲ λᾶαν ἄνω ὤθεσκε

ποτὶ λόφον, ἐπαινεῖται χάριν τῆς συνθήκης. ἐμφαίνει γὰρ τὴν δυσχέρειαν τοῦ τῆς

ὠθήσεως ἔργου τῇ τῶν φωνηέντων ἐπαλληλίᾳ, δι' ὧν ὀγκούντων τὸ στόμα οὐκ

ἐᾶται τρέχειν ὁ λόγος, ἀλλ' ὀκνηρὰ βαίνει συνεξομοιούμενος τῇ ἐργῳδίᾳ τοῦ ἄνω

ὠθεῖν. (ῃερς. 597.) ἀμέλει τὸ, ἔπειτα πέδονδε κυλίνδετο λᾶας ἀναιδὴς ἀχάσμητον ὂν

καὶ διατοῦτο οἷον τροχαστικὸν τῇ φράσει, τὸ εὐπετὲς δηλοῖ τῆς τοῦ λίθου

καταφορᾶς. Λᾶας δὲ οὐ μόνον λίθος ἐνταῦθά τε καὶ ἀλλαχόθι μυριαχοῦ κλινόμενος

λάαος καὶ κατὰ κράσιν λᾶος, ἀλλὰ καὶ Ἤλιδος ἐπίνειον κατὰ τοὺς παλαιοὺς, οὗ

μέμνηται καὶ Λυκόφρων κατὰ κράσιν ἐν τῷ· καὶ Λᾶν περήσεις. Λόφος δὲ δῆλον ὡς

οὐ μόνον γῆς ὕψος, ἀλλὰ καὶ μέρος ποτὲ τραχήλου ζωϊκοῦ, ἐξ οὗ καὶ καταλοφάδια,

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

500

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!