18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

Ὅρα δὲ ὅτι οὐ φέρεσθαι τὰ πέδιλα λέγει, ἀλλ' αὐτὰ φέρειν καὶ κουφίζειν τὴν

Ἀθηνᾶν ὡς οἷον πτερόεντα. καὶ ἔστι τοῦτο, τερατολογία τις ποιητική. ποδήνεμον

οἷον ποιοῦσα καὶ τὴν Ἀθηνᾶν. οὕτω δὲ καὶ τὸν Ἀχιλλέα ἐν Ἰλιάδι τεραστείως

ἐκούφιζον τὰ ὅπλα φορούμενα. (ῃερς. 97.) Ὅρα δὲ καὶ ὅτι τὸ ἐφ'ὑγρὴν ὅ ἐστιν ἐπὶ

θάλασσαν, ἔπεισε τοὺς μεθ' Ὅμηρον, ξηρὰν ὀνομάσαι τὴν γῆν. καὶ τοῦτο μὲν

τοιοῦτον. (ῃερς. 97.) Τὸ δὲ τῆς Ἀθηνᾶς ἔγχος ἐγκωμιάζων, ἄλκιμον λέγει ἀκαχμένον

ὀξέϊ χαλκῷ. βριθύ. μέγα. στιβαρόν. ᾧ δάμνησι στίχας ἀνδρῶν ἡρώων, τοῖσι τε

κοτέσσεται ὀβριμοπάτρη. δηλοῖ δὲ ταῦτα, τὸ ἐνεργὸν καὶ ἀνδρῶδες τῆς Ἀθηνᾶς καὶ

δραστήριον. ἔστι δὲ τὸ μὲν ἄλκιμον, μετηγμένον ἀπὸ τοῦ χρωμένου ἀλκίμου

προσώπου, εἰς τὸ σκεῦος. ἢ τὸ ἀλκιμοποιόν. ὡς καὶ νωθρὸς νότος, ὁ νωθροποιὸς καὶ

καρηβαρικός. καὶ δέος χλωρὸν, τὸ χλωροποιόν. Τὸ δὲ ἀκαχμένον ὀξέϊ χαλκῷ, τὸ

λυποῦν τῇ ὀξύτητι τοῦ σιδήρου. ἀκαχεῖν γὰρ τὸ λυπεῖν. ἢ τὸ ἔχον ἀκὴν ἤγουν

ἀκωκὴν δι' ὀξέος σιδήρου, ἐντεῦθεν δὲ τὸ ἐστομωμένον νοεῖται. (ῃερς. 100.) Τὸ δὲ

βριθὺ καὶ τὸ μέγα καὶ τὸ στιβαρὸν, συγκροτοῦσιν ἄλληλα εἰς θείου ἔγχους

σεμνότητα. τούτων δὲ, στιβαρὸν μὲν, τὸ πυκνὸν καὶ στερεὸν, μετενεχθὲν ἀπὸ τῆς

καταπεπατημένης γῆς καὶ διατοῦτο πεπυκνωμένης. στείβω γὰρ κυρίως τὸ περιπατῶ

καὶ τὸ καταπατῶ. ὡς τὸ, στεῖβον δ' ἐν βόθροισι. καὶ ἐξ αὐτοῦ γίνεται καὶ ἡ στιβάς.

ἥτις ἐστὶ κυρίως εὐτελὴς καὶ καταπεπατημένη στρωμνή. (ῃερς. 101.) Τὸ δὲ στίχας, τὸ

πολὺ δηλοῖ τῆς ῥωμαλεότητος. οὐ γὰρ στίχα τινὰ μίαν, ἀλλὰ στίχας ἀνδρῶν

δάμνησι. τί δὲ ἡ στὶξ δηλοῖ, ἐν Ἰλιάδι κεῖται. Τὸ δὲ ἡρώων, οὐδ' αὐτὸ μάτην

πρόσκειται, ἀλλ' ἵνα δείξῃ καὶ δι' αὐτοῦ τὸ ἀνδρεῖον τῆς Ἀθηνᾶς. οὐ γὰρ τοὺς

τυχόντας δαμάζει, ἀλλὰ ἥρωας. οἷα τοὺς μὴ τοιούτους περιφρονοῦσα. καθὰ καὶ

κύων φασὶν Ἰνδὸς λέοντι ἐπεξιὼν καὶ παρδάλει, λύκους ὑπερορᾷ καὶ ἀλώπεκας. Τὸ

δὲ οἷς κοτέσσεται, τὸ κριτικὸν ἐμφαίνει τῆς Ἀθηνᾶς. οὐ γὰρ εἰκῇ καὶ ἁπλῶς μαίνεται

κατὰ ἡρώων, ἀλλ' οἷς ἂν διακρινεῖ δέον εἶναι κοτέσεσθαι. δῆλον δὲ ὅτι τὸ κοτῶ

κοτέσω, τοῦ ἐγκοτεῖν ἐστὶ τὸ ἁπλοῦν. τὸ δὲ ὀβριμοπάτρη, μυθικῶς μὲν, τὸ τῆς

Ἀθηνᾶς ἐμφαίνει ἐξαίρετον. ὅτι δηλαδὴ πατέρα μόνον ἔχει ὄβριμον οὐ μὴν καί τινα

μητέρα. διὸ οὐκ ἂν καὶ ἡ Ἀφροδίτη ὀβριμοπάτρη οὕτω λεχθείη. ἀλληγορικῶς μέν τοι

ὀβριμοπάτρη Ἀθηνᾶ, ἡ πατέρα 1.26 ὄβριμον ἔχουσα τὸν νοῦν, οἷα φρόνησις. ὄβριμος

δὲ πόθεν γίνεται, τὰ εἰς τὴν Ἰλιάδα δηλοῦσι. καὶ νῦν δὲ ῥητέον ὅτι παρὰ τὸ βρˉι

ἐπιτατικὸν ἐξ οὗ καὶ βριαρὸς ὁ ἰσχυρὸς, γίνεται κατὰ πλεονασμὸν καὶ παραγωγὴν

ὄβριμος. ὅθεν καὶ ὀβριμοεργός. ἐκεῖθεν καὶ ὀβρίκαλα παρὰ Αἰσχύλῳ, λεόντων

σκυμνία. τὰ δηλαδὴ καὶ ὄβριμα καὶ καλά. ἕτεροι δὲ φασὶν ὅτι τὲ ὄβρια καὶ ὀβρίκαλα

λεόντων καὶ λύκων σκυμνία, καὶ ὅτι βρίκελοι διὰ διχρόνου, τὰ μορμολύκεια.

Παυσανίας μέντοι περὶ τούτου φησὶν, ὅτι βρίκελα, προσωπεῖα βροτῷ ἴκελα. ἢ βριξὶν

ἴκελα. οὕτω δέ φησιν ἔλεγον τοὺς βαρβάρους. ὁ δ' αὐτὸς, καὶ βριμοῦσθαι λέγει τὸ

μετά τινος ἀπειλῆς ἐκφοβεῖν. καὶ Αἴλιος δὲ ∆ιονύσιος, βριμοῦται φησὶν ἀντὶ τοῦ

ἀπειλεῖ. ἄλλοι δὲ, βριμᾶσθαι φασὶν ἐν δευτέρᾳ συζυγίᾳ τῶν περισπωμένων. ταῦτα δὲ

πάντα, ἐκ τοῦ βρˉι ἐπιτατικοῦ παράγονται. ὅθεν καὶ ἡ Βριμὼ πεπλασμένον τι

δαιμόνιον φοβερόν. ὅτι δὲ Βρίγες καὶ οἱ Φρύγες ἐλέγοντο, δηλοῖ ὁ γεωγράφος. ὡς ἐν

τοῖς τοῦ περιηγητοῦ γέγραπται. γεγονότες ἴσως καὶ αὐτοὶ, ἐκ τοῦ βρˉι. ὅθεν καὶ

Βριάρεως κύριον τετρασυλλάβως. ὁ δ' αὐτὸς, καὶ πεντασυλλάβως, Ὀβριάρεως

προσελεύσει τοῦ ˉο. καὶ τὸ βρίθω δὲ ἀπ' αὐτοῦ παρῆκται. ἀφ' οὗ καὶ τὸ βρῖθος. καὶ ὁ

βριθύς. ὃς συντεθεὶς, ἑτεροίας γίνεται καταλήξεως. οὐ γὰρ ὥσπερ τραχὺς ἄτραχυς.

ὀξὺς κάτοξυς, οὕτω καὶ βριθὺς ἔμβριθυς ἀλλὰ ἐμβριθὴς. ὡς ἀπὸ τοῦ βρῖθος, πρὸς

ὁμοιότητα τοῦ, ἡδὺς ἀηδὴς διὰ τὸ ἦδος. καὶ γλυκὺς ἀγλευκὴς διὰ τὸ γλεῦκος. καὶ

βαρὺς ἀβαρὴς διὰ τὸ βάρος. ἐνθυμητέον δὲ καὶ ὅτι τοῦ, δόρυ βριθὺ, ἐφερμηνευτικά

εἰσι τὸ μέγα καὶ τὸ στιβαρόν. δῆλον γὰρ ὅτι τὰ καὶ μεγάλα καὶ στιβαρὰ σώματα,

βριθέα εἰσίν. (ῃερς. 103.) Ὅτι δῆμος, τριχῶς παρὰ τοῖς παλαιοῖς. πλῆθός τε γὰρ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

29

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!