18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

τῷ ἀπεμνήσαντο. καὶ ἐν τῷ, ἐμεῦ ἀπομηνίσαντος. μέσος δὲ παρακείμενος τὸ ἔῤῥιγα,

συγκοπεὶς ἐκ τοῦ ἐῤῥίγηκα ὁμοίως τῷ βέβουλα καὶ τοῖς τοιούτοις. (ῃερς. 53.) Ὅτι ἐν

τῷ, αὐτὸς ἑεδνώσαιτο θύγατρα, ἕδνα ἐμφαίνεται, τὰ ἀπὸ γυναικὸς τῷ νυμφίῳ.

χρήσιμον δὲ εἰς θέλημα πατρικὸν ἐπὶ γάμῳ τὸ, ὡς αὐτὸς ἐεδνώσαιτο θύγατρα. δοίη

δ' ὦκ' ἐθέλοι καί οἱ κεχαρισμένος ἔλθοι. Καὶ ὅρα ἐνταῦθα ὅτι λείπει τὸ ὃς ἀπὸ κοινοῦ

ληφθὲν ἵνα λέγῃ, καὶ ὃς αὐτῷ κεχαρισμένος ἔλθοι. τοιοῦτον μετ' ὀλίγα καὶ τὸ, ᾧ

πατὴρ κέλεται καὶ ἁνδάνει αὐτῇ. ἤγουν καὶ ὃς ἀρέσκει αὐτῇ. (ῃερς. 56.) Ὅτι ἱερεύειν,

οὐ μόνον τὸ θύειν, ἀλλὰ καὶ τὸ ἁπλῶς σφάζειν. ἱερεῖον γὰρ Ἀττικῶς, τὸ

σφαγιαζόμενον ζῷον. φησὶ γοῦν. βοῦς ἱερεύοντες, ὡς καὶ προεγράφη. ἐν οἷς καὶ

εἰλαπίνην λέγει Τηλέμαχος ὡς καὶ προεδηλώδη, τὴν ἐν τῷ αὐτοῦ οἴκῳ δαῖτα τῶν

μνηστήρων. εἰλαπινάζειν γὰρ λέγει αὐτούς. (ῃερς. 58.) Ὅτι πρωτότυπον τοῦ ἀνύω,

τὸ ἄνω. φησὶ γοῦν. τὰ δὲ πολλὰ κατάνεται. ἤγουν ἀνύεται. τελειοῦται. ὄλλυται. τὰ

δὲ πολλὰ ταῦτα ὁμολογῶν Ἀντίνοος καὶ ἑρμηνεύων ἐν τοῖς ἑξῆς, πολὺν βίοτον

φησί. Τηλέμαχος δὲ, πολλά τε καὶ ἐσθλὰ κτήματα. Ἰστέον δὲ ὅτι τὲ τοῦ ἄνω, χρῆσις

καὶ ἐν τοῖς ἑξῆς ἐν τῷ, ἦνον ὁδὸν ἤγουν ἤνυον. καὶ ὅτι καθ' Ἡρακλείδην, ἄμεινον

λέγειν ἀνύω ἤπερ ἄνω, ἵνα μὴ παραλόγως μηκύνηται τὸ ἄλφα. οὐδέποτε γάρ φησι

μηκύνεται προηγουμένου τοῦ νˉυ ἐπὶ τῶν εἰς νˉω. σκοπητέον δὲ εἴπερ ἠκρίβωται

οὗτος ὁ λόγος ἐπὶ πάντων. καὶ ἐνθυμητέον τὸ ἱκάνω, ἐκτεῖνον ἐν πολλοῖς τὴν

παραλήγουσαν. (ῃερς. 61.) Ὅτι ἐπὶ ἀπροστατεύτῳ οἴκῳ, οἰκεῖον εἰπεῖν τὸ, οὐ γὰρ ἔπ'

ἀνὴρ οἷος ὁ δεῖνα ἔσκεν ἀρὴν ἀπὸ οἴκου ἀμῦναι. οἱ δὲ μὴ ἔχοντες ἑαυτοὺς ἐκδικεῖν,

εἴποιεν ἂν τὸ, ἡμεῖς δ' οὐ τοῖοι ἀμυνέμεν, οἷα λευγαλέοι καὶ οὐ δεδακηκότες ἀλκήν.

ἦτ' ἀμυναίμην εἴ μοι δύναμίς γε παρείη. οὐ γὰρ ἔτ' ἀνσχετὰ ἔργα τετεύχαται. Εἰσὶ δὲ

λευγαλέοι, οἱ πρόχειροι εἰς λοιγόν. ἢ εἰς τὸ λέγεσθαι ὅ ἐστι κοιμᾶσθαι νήγρετον.

τινὲς δὲ, καὶ τοὺς φεύγειν ἑτοίμους ἐνόησαν. ∆εδαηκέναι δὲ ἀλκὴν, τὸ σχεῖν ἐκ

μαθήσεως. διδακταὶ γὰρ αἱ ἀρεταί. ὧν μία καὶ ἡ ἀλκὴ, ὅ ἐστιν ἀνδρεία. ἡ μέντοι

ῥώμη, οὐ τοιοῦτον. οὐδὲ ὁ ῥωμαλέος. αὐτὰ γὰρ, φύσεως καὶ μόνης. (ῃερς. 63.) Τὸ δὲ

ἀνσχετὰ, συγκέκοπται ὡς καὶ τὸ ἀμφαδὸν καὶ τὸ ἄμπαλος ἤτοι ἀνάπαλος, ἤγουν

ἀνάδασμος, ὁ ἐκ δευτέρου πάλος ὅ ἐστι κλῆρος, ὡς καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα

ἐγράφη. Ὅτι νέμεσις κυρίως, ἡ ἐξ ἑτέρων μέμψις πρὸς τὸν κακόν τι πράσσοντα, εἴτε

διορθοῖτο ἐκεῖνος εἴτε καὶ μή. αἰδὼς δὲ, ἡ διὰ νέμεσιν γενομένην πρός τινων εἴτε καὶ

ἐλπιζομένην, ἐπιστροφὴ καὶ διόρθωσις τοῦ κακοῦ. καὶ εἴτις δὲ ἑαυτῷ νεμεσῶν

διορθοῖτο, καὶ ἡ τοιαύτη νέμεσις, τῆς ἐλπιζομένης ἐξ ἑτέρων νεμέσεως ἤρτηται, καὶ

εἰς αἰδῶ ἀποτελευτᾷ. καὶ ταῦτα δηλοῖ Ὅμηρος εἰπών. νεμεσσήθητε καὶ αὐτοὶ,

ἄλλους τ' αἰδέσθητε περικτίονας ἀνθρώπους. εἶτα ἑρμηνεύων τίνες οἱ περικτίονες,

ἐπάγει. οἳ περιναιετάουσιν. Ἰστέον δὲ ὅτι καὶ Ἡσίοδος ἄμφω ταῦτα αἰδῶ καὶ νέμεσιν,

τὸν ἀνθρώπινον βίον οἶδε συνιστᾶν. ὧν οἰχομένων, λείψεταί φησι κατὰ βίον ἄλγεα

λυγρά. καὶ ὅτι ἐν συνοικίᾳ μὲν, γείτονας αἰδεστέον ὡς καὶ Ἡσίοδος βούλεται. νῆσος

δὲ καὶ πόλις, τοὺς ἀνάλογον γείτονας αἰδέσονται. οἵ πέρ εἰσιν, οἱ περίοικοι. (ῃερς.

68.) Ὅτι ἐν τῷ, λίσσομαι ἠμὲν Ζηνὸς Ὀλυμπίου ἠδὲ Θέμιστος, λείπει πρόθεσις ἡ ἐπˉι

ἢ πρˉος. ἵνα λέγῃ, λίσσομαι πρὸς ∆ιὸς καὶ Θέμιστος. ἢ ὡς ἐπὶ 1.83 ∆ιός. ἤ τι τοιοῦτον.

(ῃερς. 69.) Ἰστέον δὲ ὡς μέτεστι καὶ τῷ ∆ιῒ τῆς ἀργορᾶς, οἷα πανομφαίῳ καὶ φήμης

αἰτίῳ καθὰ προεδηλώθη. διὸ καθ' Ἡρόδοτον, καὶ ∆ιὸς ἀγοραίου βωμὸς περὶ

Σικελίαν. Ὅτι τὸ, ἡ Θέμις ἀνδρῶν ἀγορὰς λύει, ἠδὲ καθίζει γνωμικῶς ῥηθὲν, σχῆμα ὅ

ἐστι τρόπον ὑστερολογίας ἤγουν πρωθυστέρου ἔχει. πρῶτον γὰρ τὸ καθίζειν τοῦ

λύειν. δηλοῖ δὲ ἡ γνώμη, τὸ διὰ ζήτησιν τὰς ἐκκλησίας γίνεσθαι. τινὲς δὲ ἄγαλμα

Θέμιδος ἐνόμισαν τοῖς ἐκκλησιάζουσιν εἰς κομίζεσθαι, πρὸς ὃ καὶ κάθηνταί φασι καὶ

ἐγείρονται. (ῃερς. 73.) Ὅτι τοῦ δυσμεναίνω ῥήματος οὗ χρῆσις παρὰ τοῖς μεθ'

Ὅμηρον, προϋπάρχει τὸ δυσμενέω, καὶ δῆλον αὐτὸ ἐξ Ὁμηρικῶν ἐνταῦθα μετοχῶν

τοῦ, ἐσθλὸς Ὀδυσσεὺς δυσμενέων κάκ' ἔρεζε. καὶ τοῦ, κακὰ ῥέζετε δυσμενέοντες.

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

94

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!