18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

θῆτα θάτερον καὶ θάτερα λέγεται τὸ τῶν οὐδετέρων πληθυντικὸν ἑνικόν. Χρύσιππος

δὲ λέγων τὸν θάτερον τῶν ∆ιοσκούρων, ἐσχάτως βαρβαρίζει ὥς φησι Παυσανίας. τὸ

γὰρ ἀρσενικὸν, κατὰ τὴν ὀρθὴν, ἅτερος λέγεται. κραθὲν ἀπὸ τοῦ, ὁ ἕτερος. ἢ καὶ

∆ωρικῶς φασι τραπὲν κατὰ τὸ, Ἄρτεμις Ἄρταμις. τρέπω τράπω. τρέχω τράχω. αἴκε

αἴκα. πιέζω πιάζω. ἔστι δὲ καὶ θατέρου γενικὴ ἑνική. καὶ θατέρῳ δοτικὴ τῶν ἑνικῶν

οὐ θατέροις. σολοικισμὸς γὰρ τοῦτο κατὰ Παυσανίαν. ἐπὶ δὲ αἰτιατικῆς, οὐ κιρνᾶται.

τὰ δὲ θηλυκὰ, οὕτω συναλείφεται. /ἠτέρα. καὶ θητέρα, οὔτε δὲ κατὰ γενικὴν οὐδ'

αὐτὰ, οὔτε κατὰ αἰτιατικὴν κιρνᾶται. καὶ οὕτω μὲν ταῦτα. (ῃερς. 125.) Τὸ δὲ

τραπέουσιν, ἀντὶ τοῦ πατοῦσιν. ὅθεν φασὶ καὶ τραπηταὶ, οἱ πατοῦντες τὰς σταφυλάς.

γίνεται δὲ παρὰ τὸ τρέπειν ἡ λέξις, ἐπεὶ πατουμένη τρέπεται εἰς ἄλλό τι ἡ σταφυλή,

εἰς οἶνον γάρ. τρεπομένη ἀπὸ πηκτοῦ εἰς ῥυτόν. Ἰστέον δὲ ὅτι τὸ τραπεῖν μὲν

σταφυλὰς, ποιητικὴ τραχεῖα λέξις. τὸ δὲ πατεῖν, ἀνάπαλιν. κοινή τε γάρ ἐστι καὶ

λεία. καὶ εὕρηται καὶ αὐτοῦ χρῆσις παρὰ τοῖς παλαιοῖς, ἔν τε πεζολογίᾳ. οἷον.

ἐπάτουν ἑξήκοντα σάτυ 1.269 ροι πρὸς αὐλὸν ᾄδοντες μέλος ἐπιλήνιον. ἔτι δὲ καὶ ἐν

σκολίῳ. Ὑβρίας γοῦν ὁ Κρὴς κατὰ τὴν τοῦ δειπνοσοφιστοῦ ἱστορίαν, γράφει οὕτως.

ἔστι μοι πλοῦτος, μέγα δόρυ. καὶ ξίφος. καὶ τὸ καλὸν λαισήϊον πρόβλημα χρωτός.

τούτῳ γὰρ ἀρῶ. τούτῳ θερίζω. τούτῳ πατέω τὸν ἁδὺν οἶνον ἀπ' ἀμπέλου. καὶ ἰδοὺ

χρῆσις αὕτη τοῦ πατεῖν ληνοβατικῶς. τὸ δὲ σκόλιον, ἔχει καὶ ταῦτα. τούτῳ δεσπότας

κέκλημαι. τοιδὲ μὴ τολμῶντες ἔχειν δόρυ καὶ τὸ καλὸν λαισήϊον, πάντες γόνυ

πεπτηῶτες ἐμὸν, κυνέοντι δεσπόταν. καὶ μέγαν βασιλέα φωνέοντι. ἤγουν

προσκυνοῦσί με ὡς δεσπότην καὶ προφωνοῦσι μέγαν βασιλέα. σκόλια δὲ τοῦτο τὲ καὶ

τὰ κατ' αὐτὸ λέγεται, τῷ μὲν τόνῳ, πρὸς διαστολὴν τοῦ κοινῶς σκολιοῦ ἢ πράγματος

ἢ λόγου. τῇ δὲ ἐννοίᾳ, οὐχ' ὅτι σκολιά εἰσι λόγῳ ψόγου, ἀλλὰ κατά τινα μελοποιΐας

νόμον. ὃς οἷα εἰκὸς, οὐ πρὸς εὐθὺ ἐμέλπετο ἁπλοϊκώτερον, ἀλλὰ ποικίλως

ἐσκολιοῦτο. μυρία δὲ τοιαῦτα περιφέρονται. τὰ μὲν, σκωπτικά. τὰ δὲ, πρὸς ἔρωτα.

πολλὰ δὲ, καὶ σπουδαῖα. ἐν οἷς καὶ τὸ παιδεῦον ὀρθότητα φιλικὴν, ἔχον οὕτως. ὅ δὲ

καρκίνος ὧδ' ἔφη χαλᾷ τὸν ὄφιν λαβών. εὐθέα χρὴ τὸν ἑταῖρον ἔμεν καὶ μὴ σκολιὰ

φρονεῖν. ἤγουν καρκίνος χηλῇ τὸν ὄφιν συσχὼν, εἶπεν ὡς ὀρθὸν χρὴ τὸν φίλον

εἶναι καὶ μὴ σκολιόφρονα. παίδευσιν δὲ κἀκεῖνο τὸ σκόλιον ἔχει. εἴθ' ἐξῆν ὁποῖός τις

ἦν ἕκαστος τὸ στῆθος διελόντα ἔπειτα τὸν νοῦν ἰδόντα, κλείσαντα πάλιν, ἄνδρα

φίλον νομίζειν ἀδόλῳ φρενί. αὐτὸ δὲ χρηστὸν μέν ἐστιν εἰς τὴν Ἀχιλλέως γνώμην

ὃς ὁμῶς ἀΐδω πύλῃσιν ἄνδρα ἐχθαίρει ἕτερα μὲν κεύθοντα ἐν φρεσὶν ἄλλα δὲ

βάζοντα. ὥρμηται δὲ ἀπὸ Αἰσωπείου μύθου. ἐν ᾧ μέμφεται ὁ Μῶμος τὸν Προμηθέα,

ὅτι πλάσας ἄνθρωπον, μὴ προσέπλασε τῷ στήθει καὶ πύλας, ὥστε ἀνοιγομένων

αὐτῶν, βλέπεσθαι τὰς φρένας αὐτοῦ. ἀλλ' ἀφῆκε κρυψίφρονα εἶναι. ἔτι παιδεύει

κἀκεῖνο εἰς φιλίαν τὸ, σύν μοι πῖνε. συνήβα. συνέρα. συγκανηφόρει. σύν μοι

μαινομένῳ μαίνεο. συσσωφρόνει σώφρονι. οὗ περ ἀρχὴ, ἐξ Ὁμήρου. εἰπόντες ἐν ταῖς

λιταῖς, ὡς καλόν τοι σὺν ἐμοὶ τὸν, κήδειν. καὶ ἑξῆς. Τὸ δὲ πάροιθεν ὄμφακες, ἀντὶ

τοῦ, πρὸ ὀφθαλμῶν. οἷα βλεπόμεναι καὶ μὴ εἰς τὸ ἐπιὸν ἔτος ἐλπιζόμεναι. (ῃερς.

126.) Τὸ δὲ ἄνθος ἀφιεῖσαι, ἐφερμηνευτικόν ἐστι τοῦ ὄμφακες. ὄμφακες γάρ εἰσι

κατὰ τοὺς παλαιοὺς, αἱ τὸ ἄνθος καὶ τὴν κύπριν μεταβάλλουσαι εἰς σταφυλάς.

ἐπετήσιον δέ πως καὶ τὴν σταφυλὴν ἐκεῖ βούλεται εἶναι ὁ ποιητής. εἴπερ τομὲν

αὐτῆς, εἱληθερεῖται. τοδὲ, τρυγᾶται. τοδὲ, πατεῖται. ἄλλο δὲ, ἄνθος ἀφίησι. τοδὲ,

περκάζει ὅ ἐστι μελαίνεται. δηλοῖ δὲ τὴν τοῦ περκάζειν σημασίαν, καὶ ὁ περκνὸς εἴτε

ἀετὸς εἴτε ἄλλό τι. (ῃερς. 127.) Πρασιαὶ δὲ, τόποι λαχανηφόροι, ἀπὸ μέρους τῶν

πράσων κληθέντες. ἀφ' ὧν καὶ χρῶμα τὸ πράσιον, περιεκτικὴ δὲ ἡ λέξις ὡς καὶ ἡ

ἀχυρμιά. (ῃερς. 128.) Τὸ δὲ γανόωσαι, ἀντὶ τοῦ, γάνος ἐμποιοῦσαι. ὥσπέρ που καὶ

χθὼν γελᾶν ἐλέχθη παρὰ τῷ ποιητῇ. καὶ ἐπὶ θαλάσσης δὲ γαληνὰ κλυζούσης τὴν

χέρσον, γέλως παρά τισι λέγεται. οὐχ' ὅτι κῦμα γελᾷ, ἀλλ' ὅτι διαχέονται οἱ αὐτὰ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

306

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!