18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

νῆχε παρέξ. ἐς γαῖαν ὁρώμενος, εἴπου ἐφεύροι ἠϊόνας παραπλῆγας, λιμένας τε. καὶ

μόλις ἐν ποταμῷ σωθεὶς, οὐδ' οὕτω διήγαγε τὸ ἐφεξῆς τοῦ ζῆν, ἀέθλων δίχα ὡς ἡ

ἱστορία δηλοῖ. πολλὰ γὰρ καὶ πάλιν παθὼν, πλανήσεται φέρων τὸν δηλωθησόμενον

ἐν τοῖς ἑξῆς ἀθηροιλοιγόν. καὶ οὐδὲ καθ' ἡσυχίαν θανεῖται ὕστερον ὡς ἱστοροῦσιν οἱ

μεθ' Ὅμηρον. Καὶ τοῦτο μὲν οὕτως. ὁ δὲ ποιητὴς τῇ τοῦ Ὀδυσσέως δυσπραγίᾳ

προσυφαίνων καί τινα ἔκφρασιν ναυαγοῦ ζῶντος, φησὶν ὅτι ἐπεὶ ἐς ποταμὸν ἐσώθη,

ὅμως ἔτι ἁλὶ δέδμητο φίλον κῆρ ὤδεε δὲ χρόα πάντα. θάλασσα δὲ κήκιε πολλὴ, ἂν

στόμα τε ῥῖνας τε. ὅ δ' ἂρ ἄπνευστος καὶ ἄναυδος κεῖτ' ὀλιγηπελέων. κάματος δέ μιν

αἰνὸς ἵκανεν. ἀλλ' ὅτε δήρ' ἄμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη, τότε εἶχε ψύχους τὲ

δέος καὶ μὴ θήρεσσι περιπέση ὡς προεδηλώθη. καὶ τοιαύτη μὲν ἡ τοῦ κατὰ τὸν

Ὀδυσσέα κινδύνου φράσις ἐκ διαφόρων τόπων Ὁμηρικῶν ἀθροισθεῖσα καὶ

συμφρασθεῖσα εἰς ἓν πρὸς ἔνδειξιν τοῦ, φοβερὰ εἶναι καὶ ἐν τῷ πεῖραν ἔχειν καὶ ἐν

τῷ φράζεσθαι οἷα πάνυ δεινῶς καὶ μεγαλοφώνως διεσκευασμένων τοῦ τε ἐνταῦθα

χειμῶνος καὶ τῶν ἐπ' αὐτῷ ἐφ' οἷς ἤθλησεν Ὀδυσσεύς. ὅθεν οὐκ ἄν τις μωμήσαιτο

τὰ Ὁμηρικῶς πεφρασμένα, καθὰ ∆ωρίων ὕστερον ἐπί τινι ἔπαιξεν. ὃς καταγελῶν

χειμῶνος ὃν διεσκεύασέ τις Τιμόθεος ἔν τινι ποιήματι αὐτοῦ ἐπιλεγομένῳ ναυτίλῳ,

ἔφη. ἐν κακκάβᾳ ζεούσᾳ μείζονα ἑωρακέναι χειμῶνα. (ῃερς. 291.) Ἐν δὲ τοῖς κατὰ

μέρος θεωρητέον ὅτι τὸ σύναγε νεφέλας, νεφεληγερέτην καὶ τὸν Ποσειδῶνα εἶναι

ὑποδηλοῖ. ἐπειδήπερ ὕδωρ ὕλη τοῖς νέφεσιν, εἰς ὃ μεταλαμβάνεται ὁ Ποσειδῶν.

ὀκνεῖ δὲ ὅμως ὁ ποιητὴς τὸν τὰς νεφέλας συνάγοντα Ποσειδῶνα, καὶ νεφεληγερέτην

συνθέτως εἰπεῖν. ἀπεκληρώθη γὰρ τοῦτο ∆ιῒ τῷ ποιητικῷ τῶν νεφελῶν αἰτίῳ.

Ἰστέον δὲ ὅτι τὸ συνάγεσθαι νεφέλας ἄνω διὰ Ποσειδῶνος τοῦ εἰς ὑγρότητα

μεταλαμβανομένου, σκυθρωπότητα δηλοῖ ἀερίαν. καὶ συμβάλλεταί τι ἐς τὴν ἐν

Ἰλιάδι κατάνευσιν τοῦ ∆ιὸς διὰ κυανέων ὀφρύων. δῆλον γὰρ ὡς αἱ ἄνωθεν

διοσημίαι, ἐν καταστάσεσι τοιαύταις καὶ νεφῶν πυκνότητι καὶ συναγωγαῖς,

διεκφαίνονται. ἃς ὁ μῦθος κυανέαις ∆ιὸς ὀφρύσι κατανευούσαις ἀστείως εἴκασεν.

ἐπεί τοι καὶ κατ' ἀνθρώπους, ἐξ ὀφρύων καὶ γαλήνη προσώπων ἀναφαίνεται καὶ τὸ

ἀνάπαλιν. τοξοποιεῖ γοῦν τὰς ὀφρῦς 1.2 καὶ δεσμεῖ καὶ συνάγει, ὁ σκυθρωπάζων.

λέγει δέ που καὶ Σοφοκλῆς τὸ, τηροῦντα τοὺς λέγοντας καὶ συνάγοντα τὰς ὀφρῦς

καὶ τὰς ἀκάνθας ἐπεγείροντα. εἰπὼν τοῦτο ἐκεῖνος, ὡς ἀπὸ ἰχθύων οἳ τὰς ἀκάνθας

ὀρθοῦσι καιρῷ θυμοῦ, ὡς οἱ σαργοὶ παρὰ τῷ Ὀππιανῷ. καὶ οὕτω μὲν αἱ ὀφρύες

τοξοποιούμεναι καὶ συναγόμεναι, χειμῶνα δηλοῦσι ψυχῆς. (ῃερς. 292.) ἄλλως δὲ

περίδρομοι στεφανούμεναι, ἀταραξίαν διεκφαίνουσι ψυχικὴν, κἂν ὦσιν ἠερόεσσαι

καὶ οὕτω πως κυάνεαι. Τὸ δὲ ὀροθύνη ὅτι ἐκ τοῦ ὄρω καὶ θύνω γίνεται καὶ ἐν τῇ

Ἰλιάδι ἐῤῥέθη. Τρίαινα δὲ διατὶ τῷ Ποσειδῶνι φορεῖται, ἡ Ἰλιὰς δηλοῖ. (ῃερς. 294.)

Τὸ δὲ ὀρώρει δ' οὐρανόθεν νὺξ, γέγονε μὲν ἀφορμὴ τοῦ, μέλαιναν ἡμέραν λέγεσθαι,

τὴν δυστυχῆ καὶ θανάσιμον. ἣ καὶ ἀποφρὰς ἐῤῥέθη, ὡς μὴ οἵα τε οὖσα φράζεσθαι.

εἴρηται δὲ, ἀντὶ τοῦ κατεσπεύσθη ἐξ ἀέρος ὡς οἷά τις νύξ, ἤγουν ἀορασία καὶ

σκότωσις οὐ διὰ τοὺς ἀνέμους ἁπλῶς ἀλλὰ διὰ τὰς τῶν ἀνέμων πάντων ἀέλλας. καὶ

ἔστιν ὑποτομή τις φωτὸς ἡ τοιαύτη νὺξ καθὰ καὶ ἡ ἐκ πυκνότητος βελῶν γινομένη

σκιά ποτε καὶ σκότωσις, ὡς ὑποβάλλει νοεῖν ὁ εἰπὼν ὅτι ἐκ συνθήματος ἀφιεμένων

τῶν βελῶν, τὸ φῶς ὑπετέμνετο. (ῃερς. 295.) Τὸ δὲ συμπεσεῖν, οὐκ ἐπὶ μόνων

ἀνέμων, ἀλλὰ καὶ στρατευμάτων λέγεται. λαμβάνεται δὲ ἡ λέξις ἔστιν ὅτε καὶ ἐπὶ

συμπτώσεως τυχηρᾶς. ∆υσαὴς δὲ Ζέφυρος, ἢ ὁ δύσπνους, ἢ ὁ ἐκ δύσεως πνέων. ἢ καὶ

διπλοῦς φασι κατὰ τὸ πνεῖν. καὶ γὰρ καρποτροφῶν, ἀναψύχει καὶ τοὺς ἀνθρώπους.

οἱ δὲ οὕτως ἑρμηνεύσαντες τὸ δυσαὴς, ἐοίκασι διὰ τοῦ ἰῶτα γράφειν τὴν

προπαραλήγουσαν ὡς ἀπὸ τοῦ δὶς ἐπιῤῥήματος. Τὸ δὲ Νότος ἔπεσεν ἢ μᾶλλον

συνέπεσεν ἤγουν εἰς ἓν ἦλθεν ἑτέρῳ ἀνέμῳ, φανερῶς διαφέρει τοῦ ἁπλῶς πεσεῖν

ἄνεμον ὅ ἐστι παύσασθαι. (ῃερς. 296.) Βορέης δὲ, ὀρθῶς γέγραπται δι' ἑνὸς ˉρ παρὰ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

250

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!