18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

Τὸ δὲ φαέθων, καιρίως πρόσκειται. βάλλει μὲν γὰρ καὶ τοὺς τοιούτους θάμνους

ἥλιος, πλὴν οὐ φαέθων. ὥσπερ καὶ ὄμβρος, περᾷ μὲν οὐ διαμπερὲς δέ. (ῃερς. 481.) Τὸ

δὲ ἀλλήλοις ἐπαμοιβαδὶς, πιθανεύεται τὴν τῶν θάμνων πυκνότητα. ἐπιπεπλεγμένοι

γὰρ ἀλλήλοις, ἐπιμᾶλλον πυκνοῦνται. αἴτιον δὲ τῆς τοιαύτης ἐπιπλοκῆς, τὸ

ἐξομόθεν πεφυκέναι ὡς εἴρηται. Ἰστέον δὲ ὅτι τὲ ποιητικὸν μὲν, τὸ ἀμοιβαδὶς καθὰ

καὶ τὰ ἐπαμοιβὰ ἱμάτια. κοινὸν δὲ, τὸ ἀμοιβαδόν. καὶ ὅτι οὐ ταυτὸν, ἀλλήλοις εἰπεῖν

καὶ ἑαυτοῖς. τὸ μὲν γὰρ ἑαυτοὺς ὥς φασιν οἱ παλαιοὶ, ἐπὶ τῶν καθ' αὑτὰ λεγομένων

τέθειται. οἷον. Αἴας καὶ Μενοικεύς φασιν ὁ Κρέοντος, ἑαυτοὺς ἀνεῖλον. ἤγουν

ἑκάτερος ἑαυτόν. τὸ δὲ ἀλλήλους, ἐπί τινων συμπεπλεγμένων κεῖται. οἷον. οἱ τοῦ

Οἰδίποδος παῖδες ἀλλήλους ἀπέκτειναν. ἤτοι ἕτερος τὸν ἕτερον. Μένανδρος οὖν

φασιν ἁμαρτάνει λέγων, οὐκ ἠρκέσαμεν ἑαυτοῖς. ἐχρῆν γὰρ, ἀλλήλοις εἰπεῖν. (ῃερς.

482.) Τὸ δὲ ἐπαμήσατο χερσὶ φίλῃσιν, ἀντὶ τοῦ συνέλεξεν. ἐκ μεταφορᾶς τῶν

ἀμώντων. οὕτω καὶ κόνιν τις ἐπαμᾶται χερσὶ καὶ τέφραν. κεῖται δὲ καὶ ἐν Ἰλιάδι ἡ

λέξις. φέρεται δὲ αὐτῆς χρῆσις καὶ ἐν τῷ συμβολικῷ τοῦ Ἱπποκράτους, τοιαύτη.

δοκὸς ἐπὶ στέγει τεθησομένη, κακόν. τεθεῖσα γὰρ γῆν ἐπαμᾶται. ὅ ἐστι συνάγει.

τοιαῦτα γὰρ τὰ λεγόμενα δώματα ὡς καὶ νῦν φαίνεται. δηλοῖ δὲ τὸ ἐκτεθειμένον

ἱπποκράτειον ῥητὸν, ὡς ἰατρῷ ἀπιόντι ἔς τινα δεινῶς ἀῤῥωστοῦντα, κακοῦ

σύμβολόν ἐστι τὸ ἅμα ἰδεῖν δοκὸν ἐπιτιθεμένην κατασκευῆ δώματος. σημαίνει γὰρ ἡ

θέα, ὅτι ταφήσεται ὅσον οὐκ ἤδη 1.233 ὁ ἐπισκεφθησόμενος. καὶ οὕτω καλυφθήσεται

χώματι, καθὰ μικρὸν ὅσον καὶ ἡ εἰρημένη δοκός. τὸ δὲ χερσὶ φίλῃσι καὶ τὸ, φύλλων

γὰρ ἔην χύσις, δοκεῖ παρηχεῖν κατὰ τό, Φυλέα φίλον μακάρεσσι θεοῖς. ὁποῖα τοιαῦτα

ἐν τοῖς ἑξῆς που ἐκτεθήσεται. μάλιστα δὲ τοῦτο ἐμφανὲς ἐν τῷ, εὗδον ἐν φύλλοισι

φίλον τετιημένος ἦτορ. (ῃερς. 485.) Τὸ δὲ χαλεπαίνειν, ἀφελῶς καὶ γλυκέως ἐῤῥέθη

ἐπὶ χειμερίας ὥρας ὡς εἴπερ καὶ αὐτὴ ἔμψυχος ἦν. (ῃερς. 487.) Τὸ δὲ χύσιν

ἐπεχεύατο, ἐτυμολογικῶς ἐστι τρόπος. δὶς δὲ εἶπε τὸ, φύλλων χύσις, διὰ τὸ καίριον

τῶν λέξεων. (ῃερς. 488.) Ὅτι τὴν ἐν τοῖς ῥηθεῖσι φύλλοις κατάκρυψιν τοῦ Ὀδυσσέως

διὰ παραβολικῆς ἐνεργείας ὁ ποιητὴς διαζωγραφῶν, φησίν. ὡς δ' ὅτε τις δαλὸν

σποδιῇ ἐνέκρυψε μελαίνῃ ἀγροῦ ἐπ' ἐσχατιῆς, ᾧ μὴ πάρα γείτονες ἄλλοι, σπέρμα

πυρὸς σώζων ἵνα μή ποθεν ἄλλοθεν αὔοι, ὣς Ὀδυσσεὺς φύλλοισι καλύψατο. καὶ

ἔστιν ἀστεία ἡ παραβολή. τὸν γὰρ ἤδη λειποψυχοῦντα καὶ βραχὺ ἔχοντα τὸ ζωτικὸν

καὶ οἷον σβεννύμενον, ζωπύρῳ εἰκάζει καὶ σπινθῆρι τῷ κατὰ σποδίαν. ἐξ οὗ οἷα καὶ

σπέρματος, πολὺ καρπούμεθα πῦρ. Αἰσχύλος δὲ Προμηθεῖ, τὸ τοιοῦτον καὶ πυρὸς

εἶπε πηγήν. ὡς οἷον ἀρχήν. καλῶς δὲ οὐ σπινθῆρα ἤ τι τοιοῦτον εἶπεν ὁ ποιητὴς τὸ

ἐν τῇ σποδιᾷ κρυπτόμενον ἀλλὰ δαλὸν, διὰ τὸ σεμνότερον, ἵνα μὴ τοιαύτῃ τινὶ λέξει

κατασμικρύνῃ τὸν ἐν τοῖς φύλλοις ἥρωα. Περιεκτικὴ δέ τις λέξις ἡ σποδιὰ καθὰ καὶ

ἀχυρμιά. εἰ δὲ μὴ κατακόρως βαθὺ τὸ τῆς σποδιᾶς μέλαν, ὅμως δοκεῖ καὶ τὰ τεφρώδη

καὶ τὰ φαιὰ, ὑπὸ τὸ μέλαν ἀνάγεσθαι. οὕτω δὲ γενικῶς καὶ γῆ μέλαινα λέγεται, καὶ

αἷμα μέλαν τὸ καὶ ἐρυθρόν. ὁμοίως δὲ καὶ οἶνος μέλας. καὶ ὕδωρ δὲ μέλαν τὸ κατ'

ἄλλον λόγον, λευκόν. (ῃερς. 489.) Τὸ δὲ ᾧ μὴ πάρα γείτονες ἄλλοι, πρὸς πιθανότητα

παραβολικὴν κεῖται. οἱ γὰρ τοιοῦτοι ζωπυροῦσιν ἀναγκαίως τὴν κρύψιν τοῦ δαλοῦ.

ἴσως δὲ διὰ τοὺς τοιούτους, καὶ σπέρμα ἔφη πυρὸς τὸ ζώπυρον. ἀγροτικὸν γὰρ ἡ τῶν

σπερμάτων σύγκρυψις. (ῃερς. 490.) Τὸ δὲ σπέρμα πυρὸς σώζων ἵνα μή ποθεν

ἄλλοθεν αὔοι, ἐχρησίμευσέ τινι τῶν καθ' ἡμᾶς διδασκάλων, εἰς εὐχὴν τὴν περὶ τοῦ

μαθητοῦ ἰθαγενοῦς. εὐξαμένῳ συντηρεῖσθαι αὐτῷ οἰκείους μαθητὰς ἵνα μὴ

ἀλλοτρίων χρῄζοι ποθέν. Ἰστέον δὲ ὅτι ὥσπερ ἐνταῦθα τροπικῶς ἐῤῥέθη σπέρμα

πυρὸς, οὕτω τέτραπται καὶ τὸ σπερμολογεῖν, ἐπὶ τῶν ἀλοζονευομένων ἀμεθόδως ἐπὶ

μαθήμασιν ἔκ τινων παρακουσμάτων. καθὰ ἐμφαίνειν Εὔπολις λέγεται τὸν φυσικὸν

Πρωταγόραν διακωμῳδῶν ἐν τῷ, ὃς ἀλαζονεύεται μὲν ἀλιτήριος περὶ τῶν

μετεώρων, τὰ δὲ χθαμᾶθεν ἐσθίει. ὁ δὲ κυρίως φασὶ σπερμολόγος καὶ σπερμονόμος,

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

265

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!