18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ῥηγμῖνι θαλάσσης. τί δὲ τὸ κέλσαι καὶ τίς ὁ ῥηγμὶν, ἀλλαχοῦ δηλοῦται. (ῃερς. 549.)

Ὅτι τὰ τοῦ Κύκλωπος μῆλα ἐπίσης ἐδάσαντο κατὰ νῆας οἱ ἀμφὶ τὸν Ὀδυσσέα.

ἀρνειὸν δὲ αὐτῷ ἔδοσαν ἔξοχα. ἴσως, τὸν περισωσάμενον αὐτὸν, ὃν καὶ ἔθυσεν ἐπὶ

θινὶ ∆ιῒ φυξίῳ ἴσως ἢ καὶ σωτῆρι κατὰ τοὺς ὕστερον Ἀττικούς. (ῃερς. 553.) ὁ δέ

φησιν οὐκ ἐμπάζετο ἱρῶν. τουτέστιν οὐκ ἐπεστρέφετο τῆς θυσίας. ὥστε οὐδὲ

ἐκαλλιέρει τηνικαῦτα Ὀδυσσεύς. ἀλλ' ὅγε φησὶ μερμήριξεν ὅπως ἀπολοίατο πᾶσαι

νῆες καὶ ἐμοὶ ἑταῖροι. (ῃερς. 554.) καὶ τοῦτο δὲ προαναφώνησις τῶν ἐφεξῆς

ποιηθησομένων ἐστίν. εἶτα διαφόρων στίχων ῥηθέντων ὡς ἐν τύπῳ κέντρωνος περὶ

δαιτὸς καὶ ὕπνου καὶ ἀπόπλου, πολλαχοῦ γὰρ καὶ ἀλλαχοῦ κεῖνται, πληροῦται ἡ

ῥαψῳδία. ΥΠΟΘΕΣΙΣ ΤΗΣ Κ. ΟΜΗΡΟΥ ΡΑΨΩΙ∆ΙΑΣ. Τὰ περὶ τὸν Αἴολον ἀπαγγέλλει

τὸν τῶν ἀνέμων φύλακα, ὡς ἔδωκεν Ὀδυσσεῖ οὔριον ἄνεμον τὸν Ζέφυρον, τοὺς

ἄλλους ἀνέμους ἐγκαθείρξας ἀσκῷ. ὃν οἱ ἑταῖροι λύσαντες κοιμωμένου Ὀδυσσῆος,

ἅτε ἐν αὐτῷ χρυσὸν εἶναι νομίζοντες, ὑπονοστοῦσι πρὸς Αἴολον. οὐ προσιεμένου δὲ

τοῦ Αἰόλου τὸν Ὀδυσ 1.362 σέα ἐκεῖθεν ἀποπλέων εἰς Λαιστρυγόνας ἀφικνεῖται. παρ'

οἷς ἕνδεκα τῶν νεῶν ἀπολέσας μιᾷ εἰς Αἰαίαν τὴν νῆσον παραγίνεται. καὶ σὺν

Εὐρυλόχῳ τοὺς ἡμίσεας τῶν ἑταίρων κλήρῳ λαχόντας ἐκπέμπει πευσομένους τίνες

οἱ κατοικοῦντες. μεταμορφωθέντων δὲ ἐκείνων εἰς σύας ὑπὸ τῆς Κίρκης πλὴν

Εὐρυλόχου, αὐτὸς ἐπὶ ζήτησιν ἐλθὼν, λαβὼν παρὰ τοῦ Ἑρμοῦ φάρμακον τὸ μῶλυ,

οὐδὲν βλάπτεται. ἀλλὰ καὶ ἑταίρων τὴν ἀρχαίαν φύσιν λαβόντων ἐνιαυτὸν

παραμείνας παρὰ τῇ Κίρκῃ εἰς Ἅιδου κατέρχεται. Ο∆ΥΣΣΕΙΑΣ Κ. ΟΜΗΡΟΥ ΡΑΨΩΙ∆ΙΑ.

Ὅτι τὰ περὶ Αἰόλου καὶ Λαιστρυγόνων καὶ Κίρκης διαλαμβάνουσα ἡ ˉκ ῥαψῳδία

οὕτω καὶ ἐπιγράφεται ὑπὸ τῶν παλαιῶν. ἀρχομένη ἐντεῦθεν. (ῃερς. 1.) Αἰολίην δ' ἐς

νῆσον ἀφικόμεθα. ὃ ἑρμηνεύων ἐπάγει. ἔνθα δ' ἔναιεν Αἴολος Ἱπποτάδης φίλος

ἀθανάτοισι θεοῖσι, πλωτῇ ἐνὶ νήσῳ. εἶτα ἐκφράζων τὸ κατ' αὐτὴν στεῤῥὸν φησί.

(ῃερς. 3.) πᾶσαν δέ τέ μιν πέρι τεῖχος χάλκεον ἄῤῥηκτον. (ῃερς. 4.) λισσὴ δ'

ἀναδέδρομε πέτρη. καὶ ἴσως τοῦτό ἐστι τὸ χάλκεον τεῖχος, πέτρα δηλαδὴ λεία καὶ

δυσανάβατος, περιβόλου δίκην τὴν νῆσον περιθέουσα. ἄλλως γὰρ ἀπίθανόν ἐστι

νοῆσαι τεῖχος ὅλον χάλκεον. (ῃερς. 2.) Αἴολοι δέ φασι τρεῖς ἐν ταῖς ἱστορίαις

ὀνομαστοὶ, εἷς ὁ Κρηθέως καὶ Ἀθάμαντος καὶ Σισύφου πατὴρ, Ἕλληνος παῖς, ὃν

Ἕλληνα γόνῳ μέν φασι ∆ιὸς εἶναι, λόγῳ δὲ ∆ευκαλίωνος, ἕτερος δὲ Αἴολος, ὁ ἐκ

Μελανίππης καὶ Ἱππότου ὁ διατοῦτο νῦν Ἱππωτάδης, τρίτος δὲ ὁ ἐκ Ποσειδῶνος καὶ

Ἄρνης. Ἀσκληπιάδης δὲ, ἐπὶ τὸν τρίτον τοῦτον φησὶ τὸν Ὀδυσσέα ἐλθεῖν. Ὅτι δὲ

ὁμώνυμολέξις ὁ Αἰόλος οὐκ ἔστιν ἀμφιβαλεῖν. κύριόν τε γάρ ἐστι, σημαίνει δὲ καὶ

τὸν ποικίλον καὶ τὸν ταχύν. καὶ ὄνομα δὲ ἰχθύος. ὡς δῆλον ἐκ τοῦ, δύο γένη

σκάρων. ὧν ὁ μὲν, ὀνίσκος. ὁ δὲ, αἰόλος. Ὅτι δὲ τοῦ πρώτου Αἰόλου ἤγουν τοῦ

Ἑλληνίδου παρώνυμον τὸ τῶν Αἰολέων ἔθνος αἱ ἱστορίαι δηλοῦσιν. ὥσπερ καὶ

∆ωριεῖς εἴρηνται ἀπὸ ∆ώρου υἱοῦ Ξούθου, οἳ καὶ Πελοπόννησον ὕστερον ᾤκησαν,

συγκατάγοντες τοὺς Ἡρακλείδας, ἡγουμένου αὐτῶν ∆ύμαντος καὶ Παμφύλου τῶν

Αἰγιμιοῦ παίδων. τινὲς δὲ καὶ ἐν Συρακούσαις ᾠκίσθησαν. καὶ οὕτως ἐπλατύνθη τὸ

τῶν ∆ωριέων ἔθνος ἄχρι καὶ ἐς αὐτὴν Βοιωτίαν. ἔσχε δὲ πλάτος καὶ τὸ ∆ωρικὸν,

Αἰόλου φασὶ καταδραμόντος τὴν Θετταλίαν καὶ πάντας ποιήσαντος Αἰολεῖς

κληθῆναι. οὗ τῆς θυγατρὸς παῖς, Βοιωτός. ἀφ' οὗ οἱ Βοιωτοί. κἀντεῦθεν ἔσχεν

Αἰολεῖς καὶ ἡ Βοιωτία. καὶ ἰδιάζουσα τῇ κατ' αὐτὴν γλώττῃ ὅμως ἐκέκρατο καὶ

∆ώριδι, ὡς ἐῤῥέθη, διαλέκτῳ, ἔτι δὲ καὶ Αἰολικῇ. εἰ δὲ ἐκ τῶν εἰρημένων Αἰολέων ἢ

τοῦ δεδηλωμένου Αἰόλου τοῦ σημαίνοντος τὸν ποικίλον παραιολίξαι εἶπέ τις τὸ

ἀπατῆσαι, ζητητέον ἄλλοθεν. (ῃερς. 1.) Ὅρα δὲ τὸ, Αἰολία νῆσος. ὀφεῖλον μὲν

κτητικῷ λόγῳ διὰ διφθόγγου ἔχειν τὴν παραλήγουσαν ὡς ἀπὸ τοῦ Αἰόλου ᾧ

παρωνυμεῖται. διὰ δὲ τὸ κακομέτρητον, γραφὲν διὰ τοῦ ἰῶτα ὡς ἂν ἀπαρτισθείη

μετρικὸς δάκτυλος. Ἰστέον δὲ ὅτι Ὅμηρος μὲν μιᾶς μέμνηται νήσου Αἰολίας. οἱ δὲ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

412

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!