18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ἀσκὸν βοὸς ἐννεώροιο διὰ τὸ στεῤῥόν τε καὶ ἀῤῥαγὲς ἔδωκε τῷ Ὀδυσσεῖ. ἔνθα

βυκτάων ἀνέμων κατέδησε κέλευθα. κεῖνον γὰρ ταμίην ἀνέμων ποίησε θεός. νηῒ δ'

ἐνὶ γλαφυρῇ κατέδει μέρμιθι φαεινῇ, ἀργυρέῃ, ἵνα μή τι παραπνεύσῃ ὀλίγον περ.

αὐτὰρ ἐμοὶ πνοὴν Ζεφύρου προσέηκεν ἀῆναι. ὄφρα φέροι νῆάς τε καὶ αὐτοὺς,

τουτέστιν ἡμᾶς. (ῃερς. 26.) ἀφίεται δὲ πνέειν Ζέφυρος, οἷα ἐπιτήδειος πρὸς τὸν ἐς

Ἰθάκην πλοῦν. (ῃερς. 22.) Τὸ δὲ ταμίαν ἀνέμων ἑρμηνεύων ὁ ποιητὴς ἐπάγει. ἠμὲν

παυέμεναι ἠδ' ὀρνύμεν ὅν κ' ἐθέλῃσι, τουτέστι, τὸν μὲν οἷον ἀποκρύπτειν, τὸν δὲ

προβάλλεσθαι. ὁποῖόν τι καὶ οἱ ταμίαι ποιοῦσι, τὰ μὲν προτιθέντες, τὰ δ'

ἀποτιθέμενοι. χρήσιμον δὲ εἰς τὸ, ἀνέμους παυέμεναι, καὶ τὸ ἀνεμοκοῖται, γένος ἐν

Κορίνθῳ ἀνέμους κοιμίζοντες. εἰς ὅπερ δεξιῶς λέγεται διακεῖσθαι καὶ Ἐμπεδοκλῆς.

οὗ καὶ ἡ εἰς αὐτὸ τέχνη ἱστόρηται. (ῃερς. 24.) Πιθανὴ δὲ καὶ ἀστεία καὶ ἡ δι' ἀργύρου

δέσις τοῦ ἀσκοῦ, ὡς ἂν ἀπατηθέντες οἱ ἑταῖροι λύσωσι τὸν ἀσκὸν, οἷα χρημάτων

πλῆθος εἶναι εἰκάσαντες ἐκ τῆς πολυτελείας τοῦ δεσμοῦ. πρὸς μέντοι τὸ

φαινόμενον, ἵνα μή τι παραπνεύσῃ τουτέστιν ἐκπνεύσῃ ἀνέμου. (ῃερς. 23.) ὡς τοῦ

ἀργυρέου μίτου, ὃ σύρμα φασὶν οἱ ἰδιωτίζοντες, σφιγκτότερον πιέζοντος ἤπερ ὁ

σχοῖνος, καὶ βαθύτερον. ἔστι δὲ καὶ ἄλλως ἀργύρεόν τι σφήκωμα εἰπεῖν τὴν

τοιαύτην ἀργυρέαν μέρμιθα. κατὰ τὸ, χρυσῷ τε καὶ ἀργύρῳ ἐσφήκωντο, ὅπερ ἐν

Ἰλιάδι κεῖται. (ῃερς. 21.) Ταμίας δὲ ἀνέμων ὁ Αἴολος, οὐ μόνον ἀλληγορικῶς ὡς

προείρηται, ἀλλὰ καὶ κατὰ ἱστορίας ἀλήθειαν. σοφὸς δὲ ἀνὴρ παραδίδοται καὶ

τιμώμενος οἷα προγνωστικὸς ἀνέμων πνοῆς. ὡς ἐντεῦθεν, πολλοῖς προλέγων ἢ

εὔπλοιαν ἢ δυσχέρειαν περὶ τὸν πλοῦν καὶ εὐστοχῶν, φήμην διαδοῦναι ὡς ἄρα καὶ

ταμίας ἦν ἀνέμων καὶ δεσμεῖν εἶχεν αὐτοίς. ὥς που καὶ τὸν Ἄτλαντα

κατευστοχοῦντα τῶν οὐρανίων κινήσεων ἀνέχειν εἶπεν ὁ μῦθος τὸν οὐρανόν. ἕτεροι

δέ φασι καὶ ὅτι ἐκ τῆς διαφορᾶς τῶν βρόμων τῶν ἐν ταῖς νήσοις Αἰόλου οὓς οἱ ἐκεῖ

τοῦ πυρὸς κρατῆρες ποιοῦσι καὶ ἐκ τῶν ἀναφυσημάτων καὶ φλογῶν καὶ λιγνύων

προσημαίνεται καὶ ὁ εἰς τρεῖς ἡμέρας πνεύσων ἄνεμος. καί τις κατὰ τὸν γεωγράφον

ἐν Λιπάρᾳ γενομένης ἀπλοίας προεῖπε τὸν ἐσόμενον πλοῦν καὶ οὐ διεψεύσατο. διὸ

καὶ Αἴολος ταμίας ἀνέμων ἐλέχθη, ὡς ἐκ τοιούτων τινῶν τὸν πλοῦν τεκμαιρόμενος

καὶ προσημαίνων τοὺς ἔκπλους φησὶν ἐν τοῖς κατὰ τὸν Σικελικὸν πορθμὸν τόποις

ἀμφιδρόμοις οὖσι καὶ δυσέκπλοις διὰ τὰς παλιῤῥοίας. Ὅτι δὲ οὐ μόνος Αἴολος

ἐτιμήθη διὰ σοφίαν καὶ εὕρεσιν τοῦ χρησίμου ἀλλὰ σὺν ἄλλοις μυρίοις καὶ ∆αναὸς

ὡς παραδείξας τὰ ἐν Ἄργει ὑδρεῖα, καὶ Ἀτρεὺς τὸν τοῦ Ἡλίου δρόμον ὑπεναντίον τῷ

οὐρανῷ, 1.365 ὁ γεωγράφος λέγει καθὰ καὶ ἕτεροι. (ῃερς. 19.) Τὸν δὲ ἀσκὸν ὅθεν

ὑποκοριστικὸν οὐ μόνον ἀσκίον ἀλλὰ καὶ ἀσκίδιον ὡς τὸ, εἰσιᾶσι τινὲς μύρων

Βαβυλωνίων ἔχοντες ἀσκίδια, οἱ μὲν οὕτως ἐξεδέξαντο κατὰ τὸ λεγόμενον,

γοητείαν τινὰ ὑπονοήσαντες εἶναι. παρ' οἷς καὶ ᾄδεται ὁ ῥηθεὶς τοῦ Αἰόλου ἀσκὸς

δελφῖνος εἶναι δέρμα. οἱ δέ τινες ὥσπερ τὸν παρ' Ἡσιόδῳ πίθον οὕτω καὶ νῦν τὸν

Ὁμηρικὸν ἀσκὸν εἰς ἀνθρώπειον ἐξελάβοντο σῶμα. ὅπερ οὐ μόνον ἐπὶ νεκροῦ κεῖται

κατὰ τὸν εἰπόντα ὡς πολλοὶ ἀπεδάρησαν εἰς ἀσκὸν, ἀλλὰ καὶ ἐπὶ ζῶντος καὶ ὑγιοῦς

κατὰ τὸ, ἀσκοῦ με τὸν προὔχοντα μὴ λῦσαι πόδα. τῷ δὴ τοιούτῳ ἀσκῷ λέγοιντο ἂν

ἐνδεδέσθαι ἄνεμοι διὰ τὸ τὸν σοφὸν Ὀδυσσέα τοιοῦτον περικείμενον σῶμα

πρόνοιαν ἔχειν ἐκείνων καὶ δεσμεῖν αὐτοὺς, ἐξ Αἰόλου ὡς εἰκὸς μαθόντα.

Ἐρατοσθένης μέντοι φασὶ παίζων πρός τε τὸν μῦθον καὶ τὸ ἀπίθανον τῆς Ὀδυσσέως

πλάνης τότε ἂν εὑρεῖν τινὰ λέγει ποῦ πεπλάνηται Ὀδυσσεὺς, ὅτ' ἂν εὕρηται τὸν

σκυτέα τὸν συῤῥάψαντα τὸν τῶν ἀνέμων ἀσκόν. ἔστι δ' ἐνταῦθα εἰπεῖν οὐκ ἔξω

ἀστειότητος καὶ ὅτι καθάπερ πίθος ἐλπίδων παρ' Ἡσιόδῳ, οὕτω καὶ νῦν παρ' Ὁμήρῳ

ἀσκὸς ἐλπίδων οὗτος τῷ Ὀδυσσεῖ εὐέλπιδι ἐπὶ τοῖς ἀνέμοις ὄντι. ἀλλ' Ἡσίοδος μὲν

ἐγκλειομένην ἐᾷ τῷ πίθῳ τὴν ἐλπίδα ἥ τίς ποτε ἐκείνη ἐστίν. ἐνταῦθα δὲ ἐξορμᾷ τοῦ

ἀσκοῦ καὶ ἀνέμοις φέρεται. (ῃερς. 47.) οὐκ ἂν δὲ εὐτραπελίας εἴη μακρὰν, καὶ ἀσκῷ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

415

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!