18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ἂν ἔχοι, ψιλοῦσιν αὐτὰ διὰ τὸ πρὸ δασέος κεῖσθαι τὸ ˉα. οἱ δ' αὐτοὶ Ἀττικοὶ, καὶ τὸ

αὔω ἐπὶ μὲν τοῦ φαίνω, ἐψίλουν ἐξ οὗ καὶ ἡὼς ἡ ἡμέρα. ἐπὶ δὲ τοῦ ξηραίνω,

ἐδάσυνον. ἐξ οὗ καὶ τὸ ἀπαφαυάνθην παρὰ τῷ κωμικῷ, ἤτοι ἀπεξηράνθην. καὶ τὸ

εἴργω δὲ, ἐπὶ μὲν τοῦ κωλύω, ἐψίλουν. καὶ δῆλον ἐκ τοῦ ἀπεῖρξεν. ἐπὶ δὲ τοῦ

ἐγκλείω, ἐδάσυνον. ὡς δηλοῖ τὸ καθεῖρξεν. ὅθεν καὶ δασύνεται καὶ ἡ εἱρκτή. ἐν δὲ

ῥητορικοῖς λεξικοῖς φέρεται καὶ ταῦτα. ἐκ τοῦ ἁθρόος, γίνεται ἅθρους. οἷον. ἅθρους

ἐπελθὼν ὁ στρατηγὸς, ἤγουν σὺν ὅλῳ τῷ στρατεύματι. καὶ Ἀριστοφάνης. ἑστῶτας

ὥσπερ τοὺς ὀρεωκόμους ἅθρους. τοῦτο δὲ, ὁ Ἀσκαλωνίτης ἀξιοῖ περισπᾶν ἀτόπως,

ἐπεί φησιν ἡ διαίρεσίς ἐστιν ἁθρόος. ἡ δὲ χρῆσις, παροξύνει. καὶ ζήτει πῶς ἀτόπως.

δασύνεται δέ φησιν Ἀττικῶς τὸ ἅθρους καθὰ καὶ τὸ ἁθρεῖν ὅ ἐστι περισκοπεῖν καὶ

μετ' ἐπιτάσεως ὁρᾶν. παρὰ δὲ τοῖς παλαιοῖς καὶ τὸ ἄθυρμά φασι διασύνεται. ὡς καὶ

ἕνος ὁ ἐνιαυτός. ὅθεν ἄφενος, ὁ ἀπὸ ἐνιαυσίων γεννημάτων πλοῦτος καὶ τὸ ἕννη δὲ

καὶ νέα, δασεῖαν τότε εἶχε. καὶ ἡ ἁμίς. καὶ ἡ ἅμαξα. ὅθεν καὶ τὸ καθημαξευμένως ὥς

φησιν Αἴλιος ∆ιονύσιος. καὶ θαμάξιον τὸ ἁμάξιον. χαίρουσι γάρ φησι τῇ δασείᾳ οἱ

Ἀττικοί. Ὅτι δὲ τὸ Ὁμηρικῶς εἰπεῖν ἀθρόοιπρὸς δήλωσιν διαφόρου σημασίας

παροξύνεται, δηλοῖ ὁ παραδοὺς ὡς ἄθροος μὲν ὁ ἀθόρυβος, προπαροξύνεται. ἁθρόος

δὲ ὁ συνηθροισμένος, παροξύνεται. Ὅτι πολιτικώτερον ὡς ἐν Ἰλιάδι οὕτω κἀνταῦθα

μεταχειριζόμενος Ὅμηρος τὰ δαιμόνια, βουλὰς θεῶν καθίζει ἀνθρωπικώτερον. καὶ

πρῶτον τέως ἐνταῦθα ἐν οἷς ὁ Ζεὺς προκάθηται καὶ προλογίζει φιλοσοφῶν ὡς

αὐτίκα εἰρήσεται. παιδευτικὰ δὲ καὶ ταῦτα τῶν τοῦ ποιητοῦ, ὡς δέον ὂν μηδὲν

ἀπροβουλεύτως καὶ ἀπρονοήτως γίνεσθαι. Ἀστείως δ' ἐνταῦθα τὸ, ἔνθ' ὅγε τέρπετο

δαιτὶ παρήμενος, οἱ δὲ δὴ ἄλλοι τοῦ δεῖνος ἐνὶ μεγάροισιν Ὀλυμπίου ἁθρόοι ἦσαν,

ῥηθήσεταί ποτε ὅτε πολλῶν τινῶν ἐς μεγάλου τινὸς ἰόντων, εἷς τις γίνεται τοῦ

τρυφᾶν. Μέγαρον δὲ ὡς ἐν ῥητορικῷ φέρεται λεξικῷ, οὐ μόνως τὸ κοινῶς, ἀλλὰ καὶ

ἰδικῶς μέγαρα, κατάγεια οἰκήματά φησι ταῖν θεαῖν ἤγουν ∆ήμητρος καὶ

Περσεφόνης. Αἴλιος δὲ ∆ιονύσιος φησὶ καὶ ὅτι μάγαρον οὐχὶ μέγαρον, εἰς ὃ τὰ

μυστικὰ ἱερὰ κατατίθενται. Ὅτι οὐδ' ἐν τῇ Ὀδυσσείᾳ ὁ ποιητὴς ὥσπερ οὐδ' ἐν τῇ

Ἰλιάδι, ἐθέλει μωμοσκόπος εἶναι καὶ σιλλὸς ὅτε μὴ πᾶσα ἀνάγκη. ἀμύμονα γοῦν

ὀνομάζει νῦν τὸν ἀτάσθαλον Αἴγισθον ὁ Ὁμηρικὸς Ζεύς, οὐκ ἐκ τῶν ἐκείνου κακῶν

λαβὼν τὸ ἐπίθετον, ἀλλ' ἀφ' ὧν ὡς εἰκὸς εἶχε καλῶν. εἶχε δὲ, τὸ εὐγενές. τὸ εὐειδές.

τὸ συνετὸν. καὶ εἴ τι που ἄλλο. ἄλλως δὲ, οὐδὲ ἐχρῆν τῷ μεγάλῳ ∆ιῒ φλύαρον ἦθος

προσαναπλάσασθαι τὸν ποιητήν. Περὶ δὲ ∆ιὸς οὗ δήλωσις καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα,

ῥητέον κἀνταῦθα ὅτι 1.14 πολλαχῶς λαμβάνεται. μυθικός τε γὰρ, καὶ πρὸς ἱστορίαν,

ἔτι δὲ καὶ ἀλληγορίαν. οὐ μόνον εἰς εἱμαρμένην ἐκλαμβανόμενος, ἀλλὰ καὶ εἰς νοῦν

τόν τε κατ' ἄνθρωπον καὶ τὸν τοῦ κόσμου. καὶ εἰς οὐρανόν. καὶ αἰθέρα. καὶ ἁπλῶς

ἀέρα. καὶ εἰς ἥλιον. Καὶ ὅτι τῶν εἰς εˉυς ὀνομάτων ὑπὲρ μίαν συλλαβὴν ὄντων,

μονήρης μένει ὁ Ζεὺς ὡς μονοσύλλαβος. καὶ ὅτι πολλαῖς εὐθείαις παρὰ τοῖς παλαιοῖς

ποικίλλεται. ∆ὶς γὰρ, οὗ γενικὴ ∆ιὸς. καὶ Ζὴν, καὶ Ζὰν, καὶ Ζὰς, καὶ Ζὴς παρὰ

Φερεκύδῃ καὶ Βοιωτικῶς, Ζεὺς καὶ ∆άν. καὶ ὅτι τοῦ Ζεὺς, ἔστι καὶ αἰτιατικὴ παρὰ

Πολυκράτει τῷ σοφιστῇ μονοσύλλαβος, τὸν Ζεῦν, περισπωμένη κατὰ τὸ λὶς λῖν, καὶ

τὰ λοιπὰ τοιαῦτα μονοσύλλαβα. ἐν οἷς καὶ τὸ, τὴν θεῦν Ἄρτεμιν. κράθεν αὐτὸ ἀπὸ

τοῦ, τὴν θεόν. (ῃερς. 32.) Ὅτι τὸ ὢ πόποι, φανερῶς ἐνταῦθα οὐκ ἐπὶ θρήνου κεῖται,

ἐν τῷ, ὢ πόποι οἷον δὴ θεοὺς βροτοὶ αἰτιόωνται, ἀλλὰ σχετλιασμὸν δηλοῖ καὶ

ἀγανάκτησιν. εἴρηται δὲ περὶ αὐτοῦ ἐν τῇ ˉα τῆς Ἰλιάδος πλατύτερον. εἰς δὲ τὸ

βροτὸς, γράφουσιν οἱ παλαιοὶ ὅτι ὁ οἷον μορτὸς, ἤγουν μεμορμένος καὶ τῇ εἱμαρμένῃ

ὑποπεπτωκώς. ὁ δὲ μῦθος, παρὰ τὸν Βρότον παράγει τὴν λέξιν, ὅπερ ἐστὶ μολυσμὸς

αἵματος, ἤτοι λύθρον τὸ ἐκ τῶν μυθευομένων γιγάντων. ἄλλως δὲ κοινότερον, παρὰ

τὸ ῥέω γίνεται ῥοτὸς ὁ ῥοῇ ὑποκείμενος, καὶ πλεονασμῷ τοῦ ˉβ Αἰολικῶς, βροτός.

ὁμοίως τῷ, ῥᾴδιον βράδιον. ῥάκος βράκος. ῥόδον βρόδον. ῥίζα βρίζα. ἴσως δὲ, καὶ ῥῶ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

15

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!