18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ἴσως δὲ καὶ ἑαυτὸν εἶναι κρίνει τοὺς ἄλλους Κύκλωπας. διὸ ἐπάγει (ῃερς. 277.) οὐδ'

ἂν ἐγὼ ∆ιὸς ἔχθος ἀλευάμενος πεφιδοίμην. μονονουχὶ λέγων ὡς ἐπεί περ ἐγὼ

τοιοῦτος, οὐκ ἂν οὐδὲ οἱ λοιποὶ Κύκλωπες ἑτεροῖοι εἶεν. Τὸ δὲ πεφιδοίμην Ἰωνικός

ἐστι μέσος δεύτερος ἀόριστος. (ῃερς. 279.) Τὸ δὲ ὅπῃ ἔσχες νῆα, ἀντὶ τοῦ, ἐπίσχες τοῦ

πλέειν. ἐνελιμένισας. τοῦτο δὲ οἱ μεθ' Ὅμηρον κατασχεῖν λέγουσι καὶ προσχεῖν.

προσίσχει γάρ τις λιμένι καὶ κατέσχεν εἰς ὅρμον. Ὅρα δὲ τὸ πειράζων κοινῶς ῥηθὲν

ἀντὶ τοῦ δοκιμάζων. πρωτότυπον δὲ αὐτοῦ τὸ πειρῶ, ὡς δηλοῖ τὸ, πειρᾷ ἐμεῖο

γεραιέ. Τὸ δὲ ὑμῆς γαίης σύστοιχόν ἐστι τοῦ, εὖ ναιομένην πόλιν ἐμήν. καὶ τοῦ, ὑμὰ

κτήματα. Ἄκρην δὲ, ἀκρωτήριον λέγει ἔφαλον, ᾧ πέρ ἐστι προσκροῦσαι τὸ

παραπλέον. (ῃερς. 287.) Ὅτι βαρύφρονος ἤθους τὸ, ὣς ἐφάμην. ὁ δέ μ' οὐδὲν

ἀμείβετο νηλέϊ θυμῷ. ἀλλ' ὅ γ' ἀναΐξας ἐποίει τάδε, (ῃερς. 288.) Ὅτι διηγούμενος

Ὀδυσσεὺς ὅπως ἐπέβαλε βίαν τοῖς αὐτοῦ φίλοις ὁ Πολύφημος φησίν. ἀλλ' ὅ γ'

ἀναΐξας ἑτάροις ἐπὶ χεῖρ' ἴαλλε, σὺν δὲ δύω μάρψας ὥστε σκύλακας ποτὶ γαίῃ (ῃερς.

290.) κόπτεν. ἤγουν ἔτυπτεν. ἐκ δ' ἐγκέφαλος χαμάδις ῥέε, δεῦε δὲ γαῖαν. τοὺς δὲ

ἁδρομερέστερον διαμελεϊστὶ ταμὼν ὡπλίσσατο δόρπον. καὶ νῦν μὲν οὕτως ἥπλωσε

τὸ διήγημα. μετ' ὀλίγα δὲ συντεμὼν οὕτω φράζει. σὺν δ' ὅγε δ' αὖ τε δύω μάρψας

ὡπλίσσατο δεῖπνον. καὶ πάλιν μετ' οὐ πολλὰ τὸν αὐτὸν στίχον. (ῃερς. 292.) εἶτα

ἐπάγει καὶ ὅτι ἤσθιε ὥστε λέων ὀρεσίτροφος οὐδ' ἀπέλιπεν ἔγκατά τε καὶ ὀστέα

μυελόεντα, παρατετηρημένως καὶ τοῦτο ἐπὶ λεόντων εἰπὼν, οἳ τὸ μέρος οὗ ἂν

δράξωνται παραμόνως ἐσθίουσι, καὶ οὐ κατὰ τοὺς κύνας, οἳ ἀπ' ἄλλων ἐπ' ἄλλα

μεταπηδῶσιν. ὡς οἷα παίζοντες καὶ ἀλύοντες ἢ ἀλύσσοντες ὡς ἡ Ἰλιὰς λέγει. ὅθεν

εἴρηται καὶ τὸ, κυνῶν μέλπηθρα, ὡς εἰ μὴ τοῦτ' ἦν καὶ κατὰ λέοντα ἐξέτρωγεν ὁ

Κύκλωψ καὶ αὐτὰ τὰ ὀστᾶ, θῖνες ἂν ὀστέων πρὸ τοῦ σπηλαίου ἦσαν σεσωρευμένοι,

οὐδὲν ἥττονες τῶν ἐπὶ τῶν Σειρήνων, καὶ ἦν ἂν Ὀδυσσεὺς πάντῃ νήπιος κολωνὸν

ὀστέων ἰδὼν καὶ τολμήσας τῷ σπηλαίῳ ἐγγίσαι. πάνυ γοῦν πιθανῶς καὶ ταῦτα

πέπλασται τῷ ποιητῇ. ἐν οἷς σημείωσαι καὶ 1.343 ὅτι ἔδει μὲν τὸν Ὅμηρον ἐνταῦθα

ἐκφράσαι ὅπως ἤσθιεν ὁ Κύκλωψ. οἶον. ἡ μὲν φάρυγξ αὐτῷ ἐρόχθει, οἱ δὲ ὀδόντες

τραχὺ ἔτριζον, αἱ δὲ γνάθοι ἐφυσῶντο εἰς ὄγκον, οὔατα δὲ ἐκινοῦντο, ὁποῖά τις ἐπὶ

Ἡρακλέους ἔγραφεν. ὁ δὲ κωμικωτέρας διασκευῆς ταῦτα κρίνων νῦν μὲν ἔφη τὰ

εἰρημένα. (ῃερς. 310.) ἐφεξῆς δὲ στίχον ἕνα λαβὼν ἐκ τῶν προγεγραμμένων τὸ,

αὐτὰρ ἐπειδὴ σπεῦσε πονησάμενος τὰ ἃ ἔργα, προσθεὶς δὲ καὶ ἕτερον τὸν προσεχῶς

ῥηθέντα τὸ, σὺν δύω μάρψας ὡπλίσσατο δεῖπνον, καὶ τοὺς τοιούτους δύο στίχους

δευτερώσας ἐν τοῖς καθεξῆς, οὐκ ἐθέλει περιεργάζεσθαι εἰς πλέον καὶ τὸν τρόπον

τῆς θηριώδους βρώσεως τοῦ Κύκλωπος. παραθετέον δὲ τῇ λεοντώδει βρώσει καὶ

ἱστορίαν Κελτικὴν ἀπευθυνομένην πρὸς Κυκλώπειον σκάριφον. λέγεται γὰρ ὅτι

Κελτοὶ κρέα πολλὰ ἐν ὕδασι σκευάσαντες καὶ ὀπτὰ ἐπ' ἀνθράκων ἢ ὀβελίσκων

προσφέρονται αὐτὰ καθαρείως μὲν, λεοντωδῶς δὲ, ταῖς χερσὶν ἀμφοτέραις αἴροντες

ὅλα μέλη καὶ ἀποδάκνοντες, ἐὰν δέ τι ᾖ δυσαπόσπαστον, μαχαιρίῳ μικρῷ

παρατέμνοντες ὃ τοῖς κολεοῖς ἐν ἰδίᾳ θήκῃ παράκειται. τοῦτο δὲ δῆλον ὡς οἱ μὲν

παραξιφίδα καλοῦσιν, οἱ δὲ ἐγχειρίδιον. ἔτι μνηστέον καὶ ὡς οὐ μόνον Κύκλωψ καὶ

Λαιστρυγόνες ἀνθρωποφαγεῖν ἐμελέτων, ἀλλὰ καὶ ἕτεροι πολλοί. ἐν γοῦν τοῖς

ὕστερον κατ' ἄνδρα τοιοῦτοι διαβέβληνται καί τις Χαρίλας κατὰ Ἀρχίλοχον καὶ

κωμῳδοὶ Κλεώνυμος καὶ Πείσανδρος. ἀλλ' αὐτοὶ μὲν ἴσως ἀστεϊσμοῦ χάριν

ἀνθρωποφαγεῖν ἐσκώφθησαν ὡς πολυφάγοι. καθά τις καὶ ἰχθύας, οἳ πολλοῦ

ἐτιμῶντο, ἀνθρωποφάγους εἶπε πρός τινα ὁμοιότητα τῶν τοῦ Θρᾳκὸς ∆ιομήδους

ἀνθρωποφάγων ἵππων, ὡς τὰς περιουσίας τῶν τρυφώντων κατασπῶντας οἷα

ἐκείνους αὐτούς. Καμβύσις δὲ, βασιλεὺς Λυδῶν, φάγος καὶ πολυπότης ὢν νυκτός

ποτε τὴν ἑαυτοῦ γυναῖκα κατακρεουργήσας ἔφαγεν. ἔπειτα πρωῒ εὑρὼν τὴν χεῖρα

τῆς γυναικὸς ἐνοῦσαν ἐν τῷ στόματι ἑαυτὸν ἀπέσφαξε, περιβοήτου τῆς πράξεως

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

390

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!