18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

Τὸ δὲ φράξε, πάνυ προσφυῶς εἶπε. κατάφρακτος γὰρ ἡ σχεδία τρόπον τινὰ, ὑπὸ τῶν

ῥιπῶν γίνεται. ἢ καὶ οἷόν τινα φραγμὸν αὐτὰς ἔχει. Ῥῖπες δὲ, πλέγμα φασὶ καλάμου

πλατὺ ὡς ψίαθος. καὶ ἔοικεν ἐντεῦθεν τοῖς ναυτικοῖς καλαμωτὴ λέγεσθαι ὁ

ἑκατέρωθεν περὶ τὰ χείλη τῶν πλοίων φραγμός. ἐτυμολογεῖται δὲ ὥσπερ παρὰ τὸ

ῥέπω ῥωπήϊον καὶ ῥῶπες, οὕτω καὶ παρὰ τὸ ῥέπω ῥίπτω, ἡ ῥίψ. εὐρίπιστος οὖσα καὶ

εὐλύγιστος καὶ οἷα ῥέπειν τὲ καθὰ καὶ αἱ ῥῶπες, καὶ ῥίπτεσθαι δὲ ῥᾷον. καὶ ψιαθῶδες

δέ τι καθ' ὁμοιότητα πλέγμα, αἱ ῥῖπες. ἐξ οὗ καὶ πείρινθα μέρος ἁμάξης ὡς ἐν Ἰλιάδι

εἴρηται. ὕλη δὲ τῶν ἐνταῦθα Ὁμηρικῶν ῥιπῶν ἐξ ὧν καὶ τὸ ῥιπίζειν, ἡ οἰσύα. ὅθεν

κατὰ τοὺς παλαιοὺς, καὶ κόφινος μέγας οἰσύϊνος, καλούμενος τάρπη. ὅθεν ἴσως καὶ

τὸ περιφερόμενον ταρπίον παράγεται. μέμνηται δὲ οἰσύας ἧς ἡ ἀναλογία κατὰ τὴν

ὀξύαν, καὶ Ἀθήναιος ἐν τῷ, ἐκ τῶν καλάμων τῶν τε οἰσυΐνων, ἐπεβάλλετο σκηνὰς

χωρούσας ἀνὰ τετρακοσίους ἄνδρας. Αἴλιος δὲ ∆ιονύσιος, οἶσον φαίνεται λέγειν τὸ

τοιοῦτον φυτόν, γράψας ὅτι ἀπὸ οἴσου, κόφινοι ἄῤῥιχοι καλούμενοι, οὓς Ἴωνες μὲν,

ἀρσενικῶς προφέρουσιν. Ἀττικοὶ δὲ, θηλυκῶς. Παυσανίας δὲ ἱστορεῖ καὶ ὡς τούτοις

τοῖς ἀῤῥίχοις σταφυλαὶ συνεκομίζοντο ἐξ ὧν δοκεῖ γίνεσθαι καὶ τὸ ἀναῤῥιχᾶσθαι. ἐν

δὲ ῥητορικῷ λεξικῷ φέρεται, καὶ ὅτι οἰσύα, ἀκανθώδης βοτάνη ἐξ ἧς πλέκονται

σχοινία. ἀφ' ἧς ἀσπὶς οἰσυΐνη. εἰ δ' ἐκ τοιαύτης οἰσύας καὶ οἰσύϊνον ὡς εἰκὸς δόρυ,

οὐκ ἂν εἴη ἀπισχυρίσασθαι, ἐν δὲ τοῖς σχολιασταῖς γράφεται καὶ ὅτι ῥῖπες οἰσύϊνοι, οἱ

ἀπὸ κλάδων ἰτέας. καὶ ὅτι φυτὸν ἱμαντῶδες ἡ οἰσύα. Τὸ δὲ κύματος εἶλαρ, ἀντὶ τοῦ

πρὸς ἀσφάλειαν καὶ πρὸς τὸ ἀπείργειν τὸ κῦμα λυόμενον ἐκεῖσε εἰς ἀφρόν. ἐκ δὲ τοῦ

τοιούτου εἶλαρ καὶ τοῦ κατ' αὐτὸ ῥήματος, καὶ ἡ ἐξούλης δίκη παρ' Ἀττικοῖς.

γινομένη ὅτε τις ἐκκλείεται καὶ ἀπείργεται ὧν νέμεται. (ῃερς. 257.) ἡ δὲ πολλὴ ὕλη

ἣν τῇ σχεδίᾳ Ὀδυσσεὺς ἐνεχεύατο, συρφετὸς ἦν ἐκ ψάμμου τυχὸν ἢ καχλήκων καί

τινων τοιούτων εἰς ἕρμα τῇ νηΐ. ὡς ἂν βαρουμένη μὴ εἴη εὐρίπιστος καὶ ἀνέμοις

εὐπερίτρεπτος. καὶ ἡ μὴ ἔχουσα τὰ τοιαῦτα ναῦς, ἀνερμάτιστος λέγεται. (ῃερς. 258.)

Φάρεα δὲ καὶ νῦν ἁπλῶς τὰ ὑφάσματα ἐξ ὧν ἀπαρτισθείη ἂν ἱστίον. τὰ δ' αὐτὰ καὶ

σπεῖρα ἐρεῖ ἐν τῷ, τηλοῦ δὲ σπεῖρον τε καὶ ἐπίκριον ἔμπεσε πόντῳ. (ῃερς. 260.)

Ὑπέρας δὲ λέγει, σχοινία οἷς τὸ κέρας μετάγεται. ἢ μᾶλλον σαφέστερον, τὰ ἄνω εἰς

ἄκρον τοῦ κέρατος ἑκατέρωθεν δύο σχοινία οἷς οἱ ναῦται τὸ κέρας μετάγουσιν. οἱ δὲ

παλαιοὶ τὴν ὑπέραν σχοινίον ἑρμηνεύσαντες κέρατος τοῦ κατὰ τὸν ἱστὸν ᾧ ἀνίεται

καὶ διατείνεται, προφέρουσι καὶ παροιμίαν ἐπὶ τῶν ἃ μὲν δεῖ ἔχειν ἀφιέντων, ἃ δὲ μὴ

δεῖ κρατούντων, τὸ, ἀφέντες τὴν ὑπέραν, τὸν πόδα διώκουσιν. ἤγουν ἀφιᾶσι μὲν τὰ

ἀναγκαῖα, προτιμῶνται δὲ τὰ μὴ προέργου. οἱ δ' αὐτοὶ καὶ ἄλλως, ὑπέρας φασὶν, ἢ τὰ

1.214 ἐκ τοῦ ἄκρου τῆς ὀθόνης ἐξημμένα σχοινία, ἢ τοὺς τροχίλους. Κάλους δὲ, οἷς

τὸ ἱστίον συσπᾶται καὶ ἀνίεται. τὸ δὲ σαφέστερον, οὕτω. κάλοι, τὰ ἐν μέσῳ τοῦ

κέρατος ἀνάγοντα καὶ χαλῶντα τὸ ἱστίον. κληθέντα οὕτω, παρὰ τὸ χαλᾶν. Καὶ ὅρα

ὅτι ὁ κάλος, οὐκ ἐκτείνει τὴν λήγουσαν παρὰ τοῖς παλαιοῖς εἰ καὶ ὕστερον Ἀττικῶς

μεγεθύνεται καὶ περιττοσυλλάβως δὲ ὡσταπολλὰ κλίνεται. οὕτω δὲ σὺν ἄλλοις, καὶ

ὁ λαγὼς τεθεώρηται διφορούμενος ὡς ἑτέρωθι ἐγράφη, ἔτι δὲ καὶ ὁ πλέως. εἰ καὶ οἱ

ὕστερον Ἀττικοὶ μόνον ἐξογκοῦσιν αὐτὰ τῇ διὰ τοῦ ˉω μεγάλου γραφῇ. ὁμοίως δὲ

καὶ τὰ παρὰ τὸ χρέως. ὡς δηλοῖ καὶ Πολύβιος ἐν τῷ, κατάχρεοι ἐγένοντο. ἔστι δέ

φασιν Ἰωνικὸν μὲν, ὁ λαγὸς ὡς ναός. Ἀττικὸν δὲ λαγὼς διὰ τοῦ ˉω μεγάλου ὡς

νεώς. ἐκτίθεται δὲ ὁ δειπνοσοφιστὴς καὶ πληθυντικὸν Σοφόκλειον τὸ, λαγοί. οἷον.

γλαῦκες. ἰκτῖνες. λαγοὶ, τὸ Ἰωνικόν. καὶ ἄλλως, οἱ λαγὼ κατὰ Εὔπολιν. οἷον. βατίδες

καὶ λαγὼ καὶ γυναῖκες εἰλίποδες, τὸ Ἀττικὸν. λέγει δὲ καὶ ὅτι τὸν Ἰωνικὸν λαγὸν,

Ξενοφῶν ἐκτείνων ἐν κυνηγετικοῖς, χωρὶς τοῦ ˉν προάγει περισπωμένως. ἀλόγως

μέντοι. δεῖ γὰρ ὀξύνειν τὴν λέξιν φησὶν ἀκολούθως δηλαδὴ τῇ Ἰωνικῇ εὐθείᾳ. τὰ

γὰρ εἰς ˉος λήγοντα ὀνόματα, ὁμότονά εἰσι κἂν μεταληφθῇ εἰς ˉω μέγα. ἵνα ᾖ ὡς

ναὸς νεὼς καὶ τὰ λοιπὰ, οὕτω καὶ λαγὸς, λαγώς. ὅθεν λαγὼν, ὡς νεών. λέγουσι δὲ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

243

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!