18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

οὐκ ἦν σεμνοτέρᾳ χρήσασθαι παραβολῇ ἐπὶ βασιλέως οὕτως ἀνδρείου ἀναιρεθέντος

ἐν τῷ δειπνεῖν. ὅτε μὲν οὖν ἐν Ἰλιάδι ἐξῆλθεν εἰς μάχην ἐμπρέπων τοῖς ἥρωσι,

ταύρῳ αὐτὸν εἴκασεν ἀγέλης ἐξάρχοντι. νῦν δὲ, βοῒ αὐτὸν ὡμοίωσεν, ᾧ μὴ θαῤῥῶν

τις συμμίξαι, δείπνῳ δολώσας ἐπικεκυφότα τῇ φάτνῃ ἀνέλη. (ῃερς. 536.) Τὸ δὲ οἵ οἱ

ἕποντο, ἀσφαλῶς πρόσκειται. οὐ γὰρ πάντες ἔπεσον οἱ τῷ βασιλεῖ συμπλέοντες, ἀλλ'

οἱ συνεφεπόμενοι αὐτῷ εἰς τὴν δαῖτα. ἀνδρείως μέντοι ἔπεσον ὅτι μάλιστα. ἄοπλοι

γὰρ ὄντες ὡς εἰκὸς καὶ οὐδὲ νήφοντες, ὅμως συγκατέῤῥιψαν πάντας τοὺς τοῦ

Αἰγίσθου ὑφ' ὧν ἔπιπτον. (ῃερς. 538.) Ὅτι πένθους παραστατικὸν τὸ, αὐτὰρ ἔμοιγε

κατεκλάσθη φίλον ἦτορ. κλαῖον δὲ καθήμενος. οὐδέ νυ μοι κῆρ ἤθελ' ἔτι ζώειν καὶ

ὁρᾶν φάος ἠελίοιο. αὐτὰρ ἐπεὶ κλαίων τε κυλινδόμενός τε κορέσθην, ἐγένετο τό δέ

τι. (ῃερς. 543.) Παραμυθητικὸν δὲ τὸ, μηκέτι πολὺν χρόνον ἀσκελὲς οὕτω κλαῖε, ἐπεὶ

οὐκ ἄνυσίν τινα δήομεν, ἀλλὰ τάχιστα πείρα ποιεῖν τάδε. (ῃερς. 545.) Καὶ ὅρα τὸ

πείρα ἐνεργητικῶς λεχθὲν κοινότερον. Ἀττικὸς γὰρ ἀνὴρ, πειρῶ ἂν εἴπῃ. οὕτω

κοινὸν καὶ τὸ πειρᾶν ἀντὶ τοῦ Ἀττικοῦ τοῦ πειρᾶσθαι. οἷον. πειρᾶν δ' ὥς κεν Τρῶες

Ἀχαιοὺς βλάψειαν. ἄλλως μέντοι Ἀττικῶςεὕρηται πειρᾶν ἐνεργητικῶς, τὸ πειράζειν

ἐρωτικῶς γυναῖκα, ὡς δηλοῖ καὶ ὁ κωμικὸς ἐν τῷ, πειρᾷ μὲν οὖν ἴσως σε καὶ τῶν

τιτθίων ἐφάπτεται. (ῃερς. 538.) Ὅρα δὲ τὸ, κατεκλάσθη φίλον ἦτορ, μετε 1.181

νεχθὲν ἀπὸ ξύλου ἤ τινος τοιούτου ἃ κατακλώμενα στέρονται τοῦ ἀτενῶς ἔχειν. ὡς

καὶ ἐνταῦθα ἡ τοῦ κλαίοντος ψυχὴ, οὐκ ἔχει σταθερῶς, ἀλλ' οἱονεὶ κατακλᾶται. ὃ δὴ

καὶ ἐτυμολογίαν παραλαλεῖ τοῦ κλαίειν, ἐγγὺς αὐτίκα κειμένου. ἐκ τοῦ κλῶ γὰρ, τὸ

κλαίω. κατὰ τὸ, ῥῶ ῥαίω ἀφ' οὗ ὁ ῥαιστήρ. (ῃερς. 543.) Τὸ δὲ ἀσκελὲς τί σημαίνει,

ἐδηλώθη ἐν τῇ ˉα ῥαψῳδίᾳ. (ῃερς. 544.) Φιλικὸν δὲ τὸ δήομεν, ὡς κοινοποιουμένης

τῆς συμφορᾶς. (ῃερς. 541.) Σημείωσαι δ' ἐν τούτοις ὅπως κλαίοντος καὶ

κυλινδομένου τοῦ Μενελάου ἕως ἐκορέσθη, παρέμενεν ὁ Πρωτεὺς, καίτοι ἐνὸν ὂν

ὑποχωρῆσαι. ποιεῖ δὲ τοῦτο, οἷα καθάπαξ φιλίαν θέμενος. καὶ ἀνθρωπίνως εἴξας

φιλικῇ ἐπιθυμίᾳ καὶ δοὺς καιρὸν ἀποκλαῦσαι τὸν ἀδελφόν. οὕτω δὲ καὶ ἡ θυγάτηρ

Εἰδοθέα θερμὴ τὰ εἰς φιλίαν. ἔφθη γὰρ καὶ αὐτὴ ὡς καὶ προεῤῥέθη, ἀναμένουσα τοὺς

ἀμφὶ τὸν Μενέλαον ὅτε τὰ τῶν φωκῶν ἤνεγκε δέρματα. Οὐκ ἄδηλον δὲ ὅτι τὸ

ἀσκελὲς ὥς περ καὶ τὸ σκέλος, ἐκ τοῦ σκέλλω γίνεται. ἀφ' οὗ τὸ σκελίζω παράγωγον.

συγκοπὲν δὲ ἐκεῖνο, γίνεται σηλῶ ἐξ οὗ τὸ κατεσκληκέναι. τοῦ δὲ σκλῶ παράγωγον,

σκλαίνω. ὅθεν παρὰ Ἀλκίφρονι τὸ, κατασκλῆναι κινδυνεύω λιμῷ. (ῃερς. 546.) Ὅτι

πρὸς ἔνδειξιν τοῦ ἐγγὺς ἥκειν ἀληθείας τῆς ἐπὶ τῷ μέλλοντι οὐ μὴν εἰς αὐτὴν

ἄντικρυς ἀλήθειαν ἀεὶ τοὺς μαντικοὺς, λέγει πρὸς τὸν Μενέλαον ὁ Ὁμηρικὸς

Πρωτεὺς περὶ Αἰγίσθου τὸ, ἢ γάρ μιν ζωόν γε κιχήσεαι ἤ κεν Ὀρέστης κτεῖνεν

ὑποφθάμενος. (ῃερς. 547.) Σὺ δέ κεν τάφου ἀντιβολήσαις. ἤγουν τύχοις τοῦ ἐπὶ τῷ

νεκρῷ περιδείπνου ὡς καὶ προϊστόρηται. ἦν δὲ ἂν ἀκριβοῦς ἐπιστήμης, ἕν τι εἰπεῖν

ὡρισμένως ἐκ τῶν δύο, καὶ μὴ ἀορίστως ἢ τόδε ἢ τόδε. αἴτιον δὲ τοῦ μαντικοῦ

τούτου ἐνδοιασμοῦ, τὸ παραβραχὺ ζῶντα ἂν εὑρεθῆναι τὸν Αἴγισθον. (ῃερς. 548.)

Ὅτι παραμυθίαν ἐπὶ λύπῃ φράζει τὸ, αὐτὰρ ἐμοὶ κραδίη καὶ θυμὸς, αὖτις ἐνὶ

στήθεσσι καὶ ἀχνυμένῳ περ, ἰάνθη. Καὶ ὅρα ὡς νῦν μὲν, ἰαίνεται καρδία. ὅτε δὲ

ἄλλως πάσχει, τότε τὸ καρδιώττειν ἐπ' αὐτῆς λέγεται. ὅπερ δηλοῖ κατὰ Αἴλιον

∆ιονύσιον τὸ ναυτιᾶν καὶ ἀλγεῖν τὴν καρδίαν. (ῃερς. 551.) Ὅτι εἰ καὶ τὸ ἐξονομάζειν

ἀδηλίαν ἔχει σημασίας, οὐ γὰρ ἐξανάγκης δηλοῖ τὸ ἐξ ὀνόματος καλεῖν ὡς καὶ τῷ

Πορφυρίῳ δοκεῖ, ἀλλ' οὖν τὸ ὀνομάζειν, ἐνταῦθα φανερῶς τὸ ἐξ ὀνόματός τινα

δηλοῦν σημαίνει. Μενελάου γοῦν εἰπόντος ὡς τούτους μὲν δὴ οἶδα, σὺ δὲ τρίτον

ἄνδρ' ὀνόμαζε, ὅς τις ἔτι ζῇ ὡς προδεδήλωται, φησὶν ὁ ἐρωτηθεὶς Πρωτεύς. υἱὸς

Λαέρτεω καὶ τὰ ἑξῆς. ὡς εἶναι ταυτὸν ἐνταῦθα τὸ ὀνομάζειν, τῷ ἀλλαχοῦ

ὀνομαίνειν. οὕτω καὶ πρὸ τούτων ἐξονομακλήδην Ἑλένη ὠνόμαζεν, ἤγουν ἐξ

ὀνόματος ἐκάλει τοὺς τῶν Ἀργείων ἀρίστους. Ὅρα δ' ἐν τούτοις,καὶ ὡς Νέστωρ μὲν,

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

206

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!