18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ἐστι τὸ περὶ τὰ στέρνα θεῖν κρήδεμνον, ἤγουν τὸ μὴ τὴν καρδίαν δέος παθεῖν διὰ τὸ

ἀχανὲς τοῦ πελάγους. ἀλλὰ θαῤῥαλέως ἔχειν διὰ τὸ φύσει καὶ ἐξ ἀρετῆς δὲ

τλησίπονον. Ἐν τούτοις δὲ καθὰ καὶ ἀλλαχοῦ ἐν πολλοῖς, ἡ δευτέρα φροντὶς,

κρείττων τῆς προτέρας ἀπεκβαίνει. πρῶτα μὲν γὰρ ὡς εἰκὸς, βουλεύεται Ὀδυσσεὺς

ἀφεὶς τὴν σχεδίαν, χερσὶ νήχεσθαι. εἶτα μεταβουλεύεται, παραμεῖναι τῇ νηῒ, ἕως ἂν

αὐτὴν τὸ κῦμα διατινάξῃ. σεμνύνει δ' ἐν τούτοις τὸν Ὀδυσσέα ἐπὶ πλέον ὁ μύθος,

εἴπερ ἡ μὲν Λευκοθέα ὑποτίθησιν αὐτῷ ἀμελῆσαι μὲν τῆς σχεδίας, ἐπιτρέψαι δὲ τὴν

σωτηρίαν τῷ νήχεσθαι. ὁ δὲ, ἄλλως ἐπικρίνει φρονῶν κρεῖττον αὐτῆς. συμβουλεύει

δ' ἐνταῦθα ἡ μυθικὴ Λευκοθέα τῷ Ὀδυσσεῖ, καὶ ἐπειδὰν αὐτὸς χερσὶν ἐφάψηται

ἠπείρου ἀποδύσασθαι τὸ κρήδεμνον καὶ βαλεῖν εἰς πόντον πολλὸν ἀπ' ἠπείρου.

(ῃερς. 350.) αὐτὸν ἄπο νόσφι τραπέντα. ὅ ἐστιν, ἔμπαλιν βλέποντα. ὃ καὶ ποιήσει

ἐκεῖνος κατά τι παρατήρημα ἐν τοῖς ἑξῆς. τί γὰρ καὶ ἐχρῆν πλάσασθαι φορεῖν αὐτὸν

τὸ μηκέτι ἐσόμενον χρήσιμον; (ῃερς. 348.) ἔστι δὲ τὸ ἠπείρου χείρεσιν ἐφάψασθαι,

ταυτὸν τῷ, ἐπὶ χέρσου γενέσθαι, κολυμβῶντα δηλαδή. τοῦ γὰρ νηχομένου, αἱ χεῖρες

πρῶται ἅπτονται γῆς. (ῃερς. 347.) Ὅτι παραμυθικὸν τὸ, οὐδέ τι τοι παθεῖν δέος οὐδ'

ἀπολέσθαι. (ῃερς. 350.) Ὅτι δύσελπιν ἐπάνοδον δηλοῖ τὸ, ἐπεὶ ἑκὰς γαῖα ὅθι μοι φάτο

φύξιμον εἶναι. (ῃερς. 343.) Βουλευτικοῦ δὲ ἀνδρὸς τὸ, ἀλλὰ μάλ' ὧδ' ἔρξω, δοκέει δέ

μοι εἶναι ἄριστον. (ῃερς. 361.) Ὅτι ὁ τέως μὲν μεταχειριζόμενός τι λυσιτελὲς

μελετῶν δὲ κατ' ἀνάγκην καί τι ἕτερον δυσχερὲς ποιήσειν εἰ ἔλθοι καιρὸς, ἔχει πρὸς

παράδειγμα τὸν Ὁμηρικὸν Ὀδυσσέα λέγοντα. Ὄφρ' ἂν μέν κεν δούρατ' ἐν

ἁρμονίῃσιν ἀρήρῃ,τόφρ' αὐτοῦ μενέω καὶ τλήσομαι ἄλγεα πάσχων. αὐτὰρ ἐπὴν δή

μοι σχεδίην διὰ κῦμα τινάξῃ, νήξομαι. ἐπεὶ οὐ μέν τι πάρα προνοῆσαι ἄμεινον. (ῃερς.

364.) δῆλον γὰρ ὡς ὅτε καιρὸς, ἐγχειρητέον καὶ τοῖς μὴ καλοῖς. καὶ ἄλλως δὲ εἰπεῖν,

παράδειγμά ἐστι τὸ τοιοῦτον, τῷ μετὰ ἀπορίαν μεγάλης βοηθείας πεποιθότι ἐπὶ

μικροῖς. (ῃερς. 361.) Τὸ δὲ ἀρήρῃ, διὰ τοῦ ˉη ἔχει τὴν λήγουσαν ὡς ὑποτακτικὸς

παρακείμενος τοῦ ἄρηρα. ὁποῖον καὶ τὸ ὀλώλῃ ἐκ τοῦ ὄλωλα ἐν τῷ, ὅτ' ἄν ποτ'

ὀλώλῃ Ἴλιος. (ῃερς. 363.) Τὸ δὲ σχεδίαν διατινάξῃ, παραβολῆς ἤρτηται τῆς εἰπούσης,

ἠΐων θημῶνα τινάξει. (ῃερς. 373.) Ὅτι ὁ χαίρων ἐφ' οἷς προήγαγέ τινα εἰς κάκωσιν

πολλὴν, ἐρεῖ ἂν τὸ, κινήσας δὲ κάρη, ἔφη. οὕτω νῦν κακὰ πολλὰ παθὼν ἀλόω

εἰσόκεν γένηται τό δέ τι. ἀλλ' οὐδ' ὥς σε ἔολπα ὀνόσσεσθαι κακότητος. (ῃερς. 373.)

ἔστι δὲ ὀνόσσεσθαι κακότητος, τὸ ἐξευτελίσαι τὴν κάκωσιν ὡς καὶ προείρηται, ὅπερ

εἰώθασι πολλοὶ ποιεῖν, βαρυνόμενοι ἐπὶ τοῖς βραχέα κακύνουσιν. οἱονεὶ μεμφόμενοι

ὅτι ἀτεχνῶς καὶ οὐ βαρέως ἐκακοποίησαν καὶ οὐχ' ὡς ἐπεθύμουν. (ῃερς. 381.) Ὅτι

τὰς Αἰγὰς περὶ ὧν προεῤῥέθη, τόπον ἱερὸν τῷ Ποσειδῶνι εἶναι λέγει ὁ ποιητής.

εἰπών. ἵκετο δ' εἰς Αἰγὰς ὅθι οἱ κλυτὰ δώματ' ἔασιν. Ὅτι δ' ἐκ τῶν τοιούτων ὡς

ἐπισήμων καὶ τὸ Αἰγαῖον ἐκλήθη πέλαγος, διείληπται ἀλλαχοῦ. Καὶ ὅτι διὰ τὸ ἐκεῖσε

πολὺ βάθος, ἱερῶσθαι τῷ Ποσειδῶνι ὁ τόπος δοκεῖ ὡς οἷόν τι ἄδυτον. (ῃερς. 383.)

Ὅτι εὐδίας φράσις τὸ, ἤτοι τῶν ἄλλων ἀνέμων κατέδησε κελεύθους, παύσασθαι δ'

ἐκέλευσε καὶ εὐνηθῆναι ἅπαντας. ὦρσε δ' ἐπὶ κραιπνὸν βορέην, πρὸ δὲ κύματ' ἔαξε.

Καὶ ὅρα τὸ, κατέδησε κελεύθους. ὅθεν ἡ κοινὴ γλῶσσα, ὁδοῦ δέματα λέγει, ἔνθα ὕλη

τεθεῖσα, κωλύει τοὺς ὁδεύοντας. (ῃερς. 384.) Τοῦ δὲ εὐνηθῆναι ὁ ἐνεστὼς, εὐνῶ. ἐξ

οὗ τὸ εὐνάζειν παράγεται. (ῃερς. 385.) Τὸ δὲ δὲ κύματ' ἔαξε τὰ τῶν ἄλλων δηλοῖ

ἀνέμων. ἐπεί τοι καὶ ὁ βοῤῥᾶς ἐγείρει κύματα. (ῃερς. 394.) Ὅτι ἐθέλων ὁ ποιητὴς

δηλώσειν ὅπως Ὀδυσσεὺς διετέθη ὁπηνίκα μεγάλου ὑπὸ κύματος ἀρθεὶς εἶδε τὴν

τῶν Φαιάκων, φησίν. ὡς δ' ὅτ' ἂν ἀσπάσιος βίοτος παίδεσσι φανείη πατρὸς, ὃς ἐν

νούσῳ κεῖται κρατέρ' ἄλγεα πάσχων (ῃερς. 396.) δηρὸν τηκόμενος. τηκεδόνος γὰρ

αἰτία ἡ νόσος. στυγερὸς δέ 1.230 οἱ ἔχραε δαίμων, ἀσπάσιον δ' ἄρα τόν γε θεὸς

κακότητος ἔλυσεν, ὣς Ὀδυσσῆ' ἀσπαστὸν ἐείσατο γαῖα καὶ ὕλη. (ῃερς. 398.) καὶ ἔστιν

ἡ παραβολὴ, πρὸς μόνον τὸ πολὺ τῆς ἡδονῆς. ἄλλως γὰρ, ἀνομοίως ἔχει τῷ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

261

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!