18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

πλατύτερον. πρῶτα μὲν τὸν ζόφον διὰ τοῦ, ὅπῃ Ἥλιος ὑπὸ γῆν εἶσιν. εἶτα τὴν Ἠῶ

διὰ τοῦ, ὅπῃ ἀνίσχει. τοῦτο γάρ ἐστι τὸ ἀννεῖται, ἀντὶ τοῦ ἀναστείχει, ἀνανέεται,

ἀνέρχεται, ἀνατέλλει. ἐν οἷς Ὀδυσσεὺς λέγει μὴ εἰδέναι ὅπῃ κοσμικοῦ κλίματός

εἰσιν. οὐ γὰρ ἔχομέν φησι συγκρῖναι εἴπερ ἀνατολικοὶ πρὸς ἑτέραν χώραν ἐσμὲν, ἢ

δυτικοί. καὶ τοῦτο μὲν τοιοῦτον. κεῖται δὲ καὶ μετὰ βραχέα ἐν τοῖς περὶ Κίρκης σχῆμα

ὅμοιον. οἷον, ὦ φίλοι, ἔνδον γάρ τις καλὸν ἀοιδιάει, ἀλλὰ φθεγγώμεθα θᾶσσον.

Σημείωσαι δὲ ὅτι ὁ γεωγράφος εἰς τὸ, οὐ γάρ τ' ἴδμεν ὅπῃ ζόφος καὶ ἑξῆς ὡς

προγέγραπται, λέγει ὅτι ἐν τόπῳ τινὶ Ὀδυσσεὺς ἐγένετο, ἔνθα ἐνήλλακτο τὰ τοῖς

πολλοῖς φαινόμενα ἐν οὐρανῷ, διὸ καὶ ταράσσεται. τῶν τινὲς δὲ παλαιῶν οὐκ

ἀποροῦντα δεινοπαθοῦντα δὲ τὸν Ὀδυσσέα ταῦτα λέγειν φασί. Περὶ δὲ τοῦ

φράζεσθαι εἰ καὶ προγέγραπται, ὅμως οὐ πάρεργον καὶ ἐκ τῶν Ἡρακλείδου

παρασημειώσασθαι ταῦτα. ἀνέκαθέν φησιν ἤγουν ἐξ ἀρχῆς θεματικῆς, ἔστι φῶ τὸ

λέγω, οὗ μετοχὴ ἀόριστος, φάσας. ὡς κλῶ κλάσας. καὶ συγκοπῇ, φάς. οἷον. φὰς ἔμεν

ἀπτόλεμον. ὥσπερ καὶ κλάς φησι παρὰ Ἀνακρέοντι. τὸ δὲ φῶ παραχθὲν εἰς τὸ φάζω

ἐξ οὗ ἡ φάσις, προσλήψει τοῦ ˉρ γίνεται φράζω ὅθεν ἡ φράσις. ἄλλως δὲ

μεταληφθὲν Μακεδόνων φησὶ διαλέκτῳ καὶ ἐξενεχθὲν διὰ τοῦ ˉβ, ποιεῖ τὸ βῶ βάζω

Σικελικῶς κατὰ 1.376 τὸ σιγῶ σιγάζω. ἀνιῶ ἀνιάζω. ἀτιμάζω. πελάζω. ἐκ δὲ τοῦ

βάζω, καὶ ἡ βάξις ∆ωρικώτερον. καὶ οὕτω μὲν ἐκ τοῦ φῶ Μακεδονικῶς γέγονε τὸ

βῶ. οὐδέ ποτε γάρ φησι κατ' ἀρχὰς λέξεων ἐκεῖνοι τῷ ˉφ χρῶνται, ἀλλ' ἀντ' αὐτοῦ

δηλαδὴ τῷ ˉβ. ὡς καὶ ὁ Βίλιππος δηλοῖ καὶ ἄλλα εἰρημένα ἑτέρωθι. ἐν δὲ ἑτέρῳ

τόπῳ λέγει ὁ αὐτὸς Ἡρακλείδης τοὺς Παμφυλίους ἄλλως χαίρειν τῷ ˉβ, προτιθέντας

αὐτὸ παντὸς φωνήεντος. τὸ γοῦν φάος φάβος φασί. καὶ τὸ ἀέλιος βαβέλιος. οὕτω δέ

φησι καὶ τὸ ὀρούω ὀρούβω λέγουσι, καὶ περισπωμένως δὲ ὀρουβῶ. ὡς δὲ οἱ Αἰολεῖς

ἄλλως τῷ ˉβ χαίρουσι προτιθέντες τοῦ ˉρ ἐν τῷ ῥάκος βράκος ῥοτὸς βροτὸς ῥυτὴρ

βρυτὴρ, ἐν ἄλλοις δηλοῦται. λέγει δὲ Ἡρακλείδης καὶ ὅτι Ταραντίνων τὰ εἰς ζˉω

λήγοντα βαρύτονα ῥήματα, ὧν ὁ παρακείμενος καὶ ὑπερσυντέλικος διὰ τοῦ κάππα

ἐκφέρονται, φραζόντων ἐν δυσὶ σίγμα. οἷον. σαλπίζω σαλπίσσω. λακτίζω λακτίσσω.

οὕτω δὲ καὶ φράζω φράσσω τὸ λέγω. ἐκεῖθεν Κόριννα ἡ μελοποιὸς φράττω ἔφη ἐν

δυσὶ ˉτ Βοιωτικῶς. ἔτι λέγει ὁ αὐτὸς, καὶ ὡς οἱ εἰρημένοι Ταραντῖνοι τὰ παρ' ἡμῖν

διὰ δύο σίγμα ἔμπαλιν διὰ τοῦ ˉζ προφέρουσι. τὸ γὰρ πλάσσω, πλάζω φασὶ, καὶ τὸ

ἀνάσσω, ἀνάζω. ἔτι λέγει καὶ ὅτι Αἰολεῖς τῷ ˉα προστιθέντες τὸ ˉυ ὥς φησιν

Ἀρίσταρχος παρατιθεὶς τὸ, ἀτὰρ αὐτὰρ δαλὸς δαυλὸς ἴαχεν ἴαυχεν, λέγουσιν οὕτω

καὶ φάσκω φαύσκω, καὶ μετὰ τοῦ ˉρ, φραύσκω. δῆλον δ' ὅτι ἐκ τοῦ εἰρημένου

φαύσκω καὶ τὸ πιφάσκω γίνεται κατὰ ἀναδιπλασμὸν συνήθη τοῖς Ἴωσιν. οἳ τὰ ἀπὸ

συμφώνου ἀρχόμενα ῥήματα διπλάζοντες τὸ πρῶτον σύμφωνον ἐκφέρουσι μιᾷ

πλεονάζον συλλαβῇ. οἷον δέξεται δεδέξεται. λάβῃ λελάβῃσι. κάμωσι κεκάμωσι.

δάπτω δαδάπτω καὶ πλεονασμῷ τοῦ ˉρ δαρδάπτω. μύρω μορμύρω. οὕτω καὶ ἀπὸ τοῦ

δάσκω διδάσκω. καὶ τιτρώσκω ἀπὸ τοῦ τρῶσαι. καὶ ἀπὸ τοῦ πρήσω καὶ πλήσω, τὸ

πίμπρησι καὶ πίμπλησι. καὶ ἐκ τοῦ φόνος τὸ, ὦ πέπονες μεταπεσόντος τοῦ ˉφ εἰς ˉπ.

∆ωριεῖς γάρ φασι τοὺς ἐπονειδίστους φόνους λέγουσιν ὡς οἱονεὶ ἄξια φόνου

δεδρακότες, καὶ μετὰ προθέσεως, καταφόνους ὡς καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα

γέγραπται. (ῃερς. 179.) Ὅτι διὰ τὸ πολὺ τοῦ πένθους καὶ πρηνεῖς ἢ ἄλλως

ἐγκεκαλυμμένοι ἔκειντο οἱ τοῦ Ὀδυσσέως, ὡς δηλοῖ τὸ, ἐκ δὲ καλυψάμενοι

θηήσαντο ἔλαφον. (ῃερς. 181.) Ὅτι δηλωτικὸν θαυμασμοῦ τὸ, αὐτὰρ ἐπεὶ τάρπησαν

ὁρώμενοι ὀφθαλμοῖσι. (ῃερς. 211.) δυσελπίστων δέ τις εἴποι ἂν, ἀλλὰ φραζώμεθα

θᾶσσον εἴτις ἔτι ἔσται μῆτις, ἐγὼ δ' οὐκ οἴομαι εἶναι. (ῃερς. 193.) Ὅτι τὴν τῶν

Φαιάκων νῆσον πλείονος ἀξιώσας λόγου (ῃερς. 211.) καὶ τὴν πρὸ τῶν Κυκλώπων,

καὶ αὐτὴν δὲ τὴν τῶν Κυκλώπων, καὶ περὶ τῆς τῶν Λαιστρυγόνων δὲ εἰπὼν

θαυμαστήν τινα ἰδιότητα ἐλάττου λόγου ἀξίαν τὴν τῆς Κίρκης νῆσον κρίνει,

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

428

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!