18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

μεγάλοι ποταμοὶ καὶ δεινὰ ῥέεθρα Ὠκεανὸς μὲν πρῶτα ποταμὸν δοξάζει καὶ τὸν

Ὠκεανὸν, δηλοῦσα ἐκεῖ καὶ αὐτὴ, ὅτι πέραν Ὠκεανοῦ ἡ νεκύα πλάττεται τῷ ποιητῇ.

καὶ τοῦτο μὲν ἁπλοϊκώτερον. ὁ δὲ γεωγράφος φησὶν ἐν τῷ· ἐπεὶ ποταμοῦ λίπε ῥόον

Ὠκεανοῦ, μέρος τι Ὠκεανοῦ ὁ ποταμός. ἄλλως γάρ φησιν οὐκ ἂν λέγοιτο ὅτι ἐκ τοῦ

Ὠκεανοῦἦλθεν εἰς τὸν Ὠκεανὸν, ὥστε κατὰ τὸν γεωγράφον δοκεῖ λέγειν Ὅμηρος

ὡς ἐκ τοῦ μεγάλου Ὠκεανοῦ,τῆς ἔξω δηλαδὴ θαλάσσης, περὶ ἣν πλάττεται μυθικῶς

καὶ ἡ τῆς Κίρκης εἶναι νῆσος, πλεύσας εἰς Ἅιδην διὰ ποταμοῦ Ὠκεανοῦ, εἶτα διὰ τοῦ

αὐτοῦ αὖθις ποταμοῦ ἐπαλιννόστησεν εἰς τὴν θάλασσαν ἔνθα ἦν ἡ Κίρκη. ἐπάγει

γὰρ, ἀπὸ δ' ἵκετο κῦμα θαλάσσης εὐρυπόροιο νῆσον Αἰαίην, ὥστε ἀπὸ 1.443

θαλάσσης Ὀδυσσεὺς διὰ ποταμοῦ Ὠκεανοῦ εἰς Ἅιδην ἐλθὼν εἶτα διὰ τοῦ αὐτοῦ

ποταμοῦ ἐνεχθεὶς εἰςτὴν κατὰ Κίρκην εὐρύχορον ἀποκατέστη θάλασσαν ἥ τίς ποτε

αὕτη θάλασσα, εἴτε ἡ ἕξω κατὰ τὸν Ὠκεανὸν, εἴτε καὶ μάλιστα ἡ καθ' ἡμᾶς ἑσπερία ἡ

μετὰ τὸν μέγαν Ὠκεανὸν, πρὸς τῇ οἰκουμένῃ μὲν ἀληθῶς οὖσα περί που τὰ

Τυῤῥηνικὰ ἢ Σικελικὰ, τῷ δὲ μύθῳ μεταγομένη ὅποιπερ ἐκείνῳ δοκεῖ τῷ καὶ

ἀποστενώσαντι τὸν ἀπείριτον ἢ ἀπέραντον ποταμὸν εἰς πανημέριον πλοῦν καθὰ

προδεδήλωται. πανημερίης γὰρ νηὸς ποντοπορούσης καὶ ἡλίου δύντος ἡ ναῦς εἰς

Κιμμερίους ἦλθε, καὶ διὰ τοσούτου ἄρα ἐπανῆλθε καιροῦ, δι' ἡμέρας γὰρ, ὡς τῆς

μεταξὺ νυκτὸς ἐν Ἅιδου διαγενομένου τοῦ Ὀδυσσέως. οὐ γὰρ ἔδει τὰ τοῦ Ἅιδου ὑπὸ

φωτὶ βλέπεσθαι. δηλοῖ δὲ τὸ ταχὺ τῆς ἐπανόδου καὶ τὸ μηδὲ ἐφόδια παρὰ Κίρκης τῇ

τοῦ Ὀδυσσέως ἐντεθῆναι νηΐ. ὡς δὲ καὶ δύντος ἡλίου εἰς τὴν νῆσον ἡ ναῦς

ἐπανεχώρησε, δῆλον ἐκ τοῦ εὐθὺς ἐν ψαμάθοισιν ἀποβρίξαι τοὺς περὶ Ὀδυσσέα,

τουτέστι κοιμηθῆναι, ὡς προδεδήλωται. (ῃερς. 639.) Τὸ δὲ εἰρεσίη, τὰ παλαιὰ τῶν

ἀντιγράφων ἐν δοτικῇ πτώσει ἔχουσιν, ἵνα λέγῃ ὡς πρῶτα μὲν τὸ κῦμα ἔφερε τὴν

νῆα ἐν εἰρεσίᾳ, ἔπειτα δὲ οὖρος καλός. κῦμα δὲ καὶ ἐνταῦθα ποταμοῦ, ὡς καὶ πρὸ

τούτου πορφύρεον κῦμα περιστάθη οὔρεϊ ἶσον τὸ τοῦ Ἐνιπέως.

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

505

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!