18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

τεκτοσύνην ἔφη. ἐπεὶ καὶ τέκτων ὁ ναυπηγὸς ὀνόματι γενικῷ. δύναται δέ ποτε τὸ εὖ

εἰδὼς τεκτοσυνάων, καὶ ῥᾳδιουργῷ τινι ἐπιλεχθῆναι ἀνδρὶ κακῶν τέκτονι. (ῃερς.

251.) Τὸ δὲ σχεδίην ποιήσατο καὶ πηδάλιον ποιήσατο καὶ ἱστία ποιήσασθαι, δύναται

καὶ ἐνεργητικῶς ῥηθῆναι ὡς δηλοῖ τὸ, ἀραρὼν σταμίνεσσι, ποίει. καὶ τὸ, ἐν δ' ἱστὸν

ποίει. οὕτω καὶ δούρατα ἁρμόζεο χαλκῷ καὶ ἥρμοσεν ἀλλήλοισι, παθητικῶς καὶ

ἐνεργητικῶς. (ῃερς. 252.) Ἴκριον δὲ ὡς καὶ προεῤῥέθη, τό, τε ἐπὶ πρύμνης

κατάστρωμα ἐφ' οὗ ὁ κυβερνήτης ἱκνεῖται ὡς καὶ ἡ Ἰλιὰς δηλοῖ, καὶ τὸ ἐφεξῆς δὲ

κατάστρωμα τῆς νηός. περὶ ὃ οἱ ναῦται καὶ ἱκνοῦνται καὶ κοιμῶνται κατὰ καιρόν.

δοκεῖ γὰρ οὐ μόνον ἀπὸ τοῦ ἄκρον ἀλλὰ καὶ παρὰ τὸ ἱκνεῖσθαι γίνεσθαι τὸ ἴκριον.

ἐνταῦθα δὲ, ἴκρια δοκεῖ τὰ ἐγκοίλια λέγεσθαι. ὡς δηλοῖ τὸ, ἴκρια στήσας. αὐτὰ γάρ

εἰσιν ὀρθὰ οὐ μὴν τὰ καταστρώματα. ∆ῆλον δὲ ὅτι τοῖς ὀρθοῖς ἰκρίοις οἷα καί τισι

κρόκαις, περιτιθέμεναι πυκναὶ σταμῖνες ἐκτὸς δίκην στημόνων, ἁρμόττουσι τὴν

ναῦν. δοκοῦσι γὰρ αἱ σταμῖνες, παρὰ τὴν στάσιν καὶ σύστασιν γίνεσθαι ἀφ' ἧς καὶ οἱ

στήμονες. ἀπὸ δὲ τῶν Ὁμηρικῶν τούτων σταμίνων, καὶ τὰ τεκτονικὰ φαίνεται

παρῆκται στημονάρια. ὡς εἴ τις εἴποι σταμινάρια. δῆλον δὲ ὅτι δικατάληκτον ἡ

σταμίν. καὶ ὅτι οἱ παλαιοὶ ἑρμηνεύοντες, ἐπιμήκη ξύλα τὰς σταμῖνας φασίν. ἃ

στήμονος τρόπον ἔχοντα, παρατιθέμενα τοῖς ἰκρίοις ἑκατέρωθεν, ἑστάναι ποιοῦσιν

αὐτά. τινὲς δὲ, καὶ ὀρθὰ ξύλα τὰς σταμῖνας εἶπον, οἷς φασι τὰ πηδάλια

προσεμπήσσεται. οἱ δέ φασιν, ὅτι σταμῖνες, τὰ ἐν τῷ χείλει τοῦ πλοίου ἐξέχοντα

ὀρθὰ ξύλα τοῦ κατὰ τὸ περίτονον τόπου, καὶ φέρεται ἡ λέξις μέχρι καὶ νῦν ἐν Λυκίᾳ,

ἔνθα σταμινάρια τὰ τοιαῦτα λέγονται. καὶ ταῦτα μὲν περὶ σταμίνων. οἷς προσθετέον,

ὅτι καὶ πεζολογικῶς εὕρηνται σταμῖνες παρὰ τῷ Ἀθηναίῳ, ἐν τῷ, γόμφους τε

ἡτοιμάσατο καὶ ἐγκοίλια καὶ σταμῖνας. ὅτι δέ τινες ὑπώπτευσαν ἴκριον λέγεσθαί

ποτε καὶ τὸν ἱστὸν, προϋπεδηλώθη καὶ αὐτό. συντελεῖ δέ πως εἰς τὸν τοιοῦτον νοῦν,

καὶ τὸ, ἴκρια πῆξεν ἐπ' αὐτῆς ὑψοῦ. τὸ γὰρ τοιοῦτον ὑψοῦ, πρὸς διαστολὴν κεῖσθαι

δοκεῖ τῶν μὴ ὑψοῦ ὄντων ἰκρίων. τῶν δὲ δηλωθέντων ἰκρίων καινότερόν τι κεῖται

παρὰ τῷ 1.213 δειπνοσοφιστῇ. ἔνθα φησὶν ὅτι ∆ημήτριος ὁ τοῦ Φαληρέως ἀπόγονος,

τὴν Κορινθίαν ἑταίραν Ἀρισταγόραν ἔχων καὶ πάνυ φιληδῶν αὐτῇ ὡς καλλίστῃ, ἐν

Παναθηναίοις ἵππαρχος ὢν, ἴκριον ἔστησε τῆς Ἀρισταγόρας πρὸς τοῖς ἑρμαῖς,

μετεωρότερον τῶν ἑρμῶν. ἔστι δὲ τὸ τοιοῦτον ἴκριον, σκηνικὸν ὄρθωμα καὶ

πανηγυρικόν. χρήσιμον ἐν θεάτρῳ, τοῖς ἀπ' αὐτοῦ θεωμένοις. ὁποῖα ἴσως ὕστερον τὰ

ἰδιωτικῶς λεγόμενα σκαλωσίαι. Χρῆσις δὲ τοιούτων ἰκρίων, καὶ παρ' ἄλλοις

ῥήτορσιν. ἐξ ὧν ἰκρίων, καὶ τὰ καλούμενα θεωρικὰ συνήγοντα χρήματα. (ῃερς. 253.)

Τοῦ δὲ θαμέσι, δοκεῖ εὐθεῖα εἶναι ὁ θαμὴς διὰ τοῦ ˉη. ἢ διὰ διχρόνου, ἡ θαμίς.

Ἐπηγκενίδες δὲ, σανίδες ἐκ πρώρας εἰς πρύμναν τεταμέναι καὶ ἐπενηνεγμέναι. ὅθεν

καὶ ἐτυμολογεῖται. παρὰ γὰρ τὸ ἐπενεγκεῖν, ἐπενεγκὶς γίνεται. καὶ κατὰ μετάθεσιν,

ἐπεγκενὶς καὶ κατὰ ἔκτασιν, ἐπηγκενίς. ἔστι δὲ ἐπηγκενὶς ἢ καθ' ἣν οἱ σκαλμοὶ

πήγνυνται, ἢ ὅπερ κοινῶς περίτονον λέγεται παρὰ τὸ διόλου τείνεσθαι. παρὰ δὲ τοῖς

παλαιοῖς φέρεται, καὶ ὅτι ἐπηγκενίδες, μακρὰ ξύλα τῆς σχεδίας. ἢ τὰ παραθέματα.

(ῃερς. 254.) Ἐπίκριον δὲ ἄρμενον τῷ ἱστῷ, τὸ κέρας λέγει καθὰ καὶ προεῤῥέθη, ὡς ἐπὶ

τῷ ἰκρίῳ ὄν. δηλαδὴ τῷ προδεδηλωμένῳ ἱστῷ. σκοπητέον δὲ καὶ μή ποτε ἡ Ὁμηρικὴ

αὕτη κλῆσις τοῦ ἀρμένου τῷ ἱστῷ ἐπικρίου, παρήγαγε τοὺς πολλοὺς, ἄρμενα

ἰδιωτικώτερον μὲν ὅμως δὲ οὐκ ἀλόγως, τὰ ἱστία καλεῖν. (ῃερς. 255.) Τὸ δὲ πηδάλιον

ὅτι καὶ ἐφόλκιον λέγεται, δηλοῦσιν οἱ παλαιοί. τὸ αὐτὸ δὲ παρά τισι καὶ αὐχὴν, ὡς

δηλοῖ τὸ καθωμηλημένον αὐχένιον. ἔτι δὲ καὶ οἴαξ. κεῖται γοῦν ἐν ῥητορικῷ λεξικῷ,

ταῦτα. οἴαξ, πηδάλιον. αὐχήν. ∆ιογενιανὸς δέ φησιν, οἴακας λέγει, οἷς τὰ πηδάλια

ἐπιστρέφουσιν. ἤγουν κανόνας καὶ κρίκους δι' ὧν ἱμάντες διείρονται. καὶ φέρεται

μέχρι καὶ νῦν ἡ τῶν οἰάκων λέξις, οὐκ ἐπὶ ὅλου τοῦ πηδαλίου. λέγεται γὰρ τοῖς

ναυτικοῖς οἰάκια, ξυλήφιά τινα δι' ὧν στρέφουσι τεχνικῶς τὸ πηδάλιον. (ῃερς. 256.)

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

242

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!