18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

τοῦ ἁμαρτήματος, ἐᾶν συνεῖναι τῇ γυναικί. (ῃερς. 121.) Θυώδης δὲ θάλαμος, ὁ

εὐώδης. καθ' ὁμοιότητα τοῦ ἐν Ἰλιάδι θυόεντος νέφους. καὶ ἔστι τοῦτο σαφέστερον

τοῦ, κηώεις. Ἰστέον δὲ ὅτι ἐκ τοῦ, τὸ θύος ἢ τὸ θύον, οὐ μόνον τὸ θυώδης καὶ τὸ

θυόεν γίνεται, ἀλλὰ καὶ ῥῆμα θυῶ θυσώσω, συγγενές τι δοκοῦν εἶναι τῷ θειῶ

θειώσω. ἐξ οὗ τό. θειώσωμεν μέγαρον ἐν τοῖς ἑξῆς. ἐκ δὲ τοῦ προῤῥηθέντος θυῶ τοῦ

διὰ μόνου διχρόνου, καὶ θυώματα παρὰ Ἡροδότῳ, τὰ εὐώδη θυμιάματα. φησὶ γάρ.

σμύρνης ἀκηράτου καὶ κασίης καὶ τῶν ἄλλων θυωμάτων. (ῃερς. 121.) Ἀρτέμιδι δὲ

χρυσηλακάτῳ τὴν Ἑλένην ὁ ποιητὴς εἰκάζει, διὰ τὴν κατὰ σῶμα φυήν. ἐντεῦθεν δὲ

λαβόντες ἀρχὴν, οἱ μεθ' Ὅμηρον διὰ τὸ εἰς σελήνην ἀλληγορεῖσθαι τὴν Ἄρτεμιν,

σεληναίαν ἄνθρωπον τὴν Ἑλένην ἐπλάσαντο. ὡς ἐκ τοῦ κατὰ σελήνην κόσμου

πεσοῦσαν. καὶ αὖθις δὲ ἄνω ἁρπαγῆναι αὐτὴν ἐμυθεύσαντο, ἐπειδὰν δι' ἐκείνης αἱ

τοῦ ∆ιὸς ἠνύσθησαν βουλαί. καὶ τὴν Πηνελόπην δὲ Ἀρτέμιδι ἐν τοῖς ἑξῆς που

εἰκάζει. ἔτι δὲ καὶ Ἀφροδίτῃ. τὸ μὲν, διὰ σωφροσύνην. τὸ δ' ὅτι οὐκ ἀδμὴς ἀλλ' ὑπὸ

ἄνδρα ἦν. ὅλως δὲ, φιλεῖ καὶ τὴν Ἑλένην ὁ ποιητής. ἧς καὶ ἐν πολλοῖς

ὑπεραπολογεῖται. φιλεῖ δὲ καὶ τὴν Πηνελόπην οὐχ' ἥκιστα. ἐξ ὧν αὐτῷ ἡ τῶν

ἀξιολόγων ποιήσεων ἀφορμή. διὸ καὶ τοιούτοις αὐτὰς ἐπιθέτοις κοσμεῖ. (ῃερς. 131.)

Σημείωσαι δὲ καὶ ὡς εἰ καὶ διαλελυμένως χρυσῆν ἠλακάτην τὴν ἐκ τῆς εἰρημένης

Ἀλκάνδρης ἡ Ἑλένη μεταχειρίζεται, ἀλλ' οὐκ ἂν ὁ ποιητὴς τολμήσῃ καὶ

χρυσηλάκατον συνθέτως εἰπεῖν. τοῦτο γὰρ, ἀποκεκλήρωται τῇ Ἀρτέμιδι ὡς ἐργατικῇ

καὶ τοξικῇ κατὰ τοὺς παλαιούς. Πίνδαρος δὲ, ἐθάῤῥησε συνθέτως ἐντεῦθεν

χρυσηλάκατον Ἀμφιτρίτην εἰπεῖν, οὐ κατὰ τὴν Ἄρτεμιν. αὐτὴ μὲν γὰρ χρυσᾶ

ἠλάκατα ἔχει ὅ ἐστι τόξα. Ἀμφιτρίτη δὲ, χρυσῆν ἠλακάτην ὁμοίως τῇ Ἑλένῃ.

Ἐνταῦθα δὲ μνηστέον ζητήσεως λόγῳ, εἴπερ ἀπὸ τῆς ἠλακάτης εἴτε τῶν ἠλακάτων

οἱ παρὰ τῷ δειπνοσοφιστῇ ἠλακατῆνες ἰχθύες ἐῤῥέθησαν. περὶ ὧν μυθικὸς λόγος,

ὅτι Ἰχθύος καὶ Ἡσυχίας τῆς ἀδελφῆς, Γαλήνη καὶ Μύραινα καὶ Ἠλακατήν. ὧν

ὁμώνυμα τὰ κατὰ θάλασσαν. Ὅρα δὲ καὶ ὅτι οὐ μόνον ὡς εἴρηται ὁ τοῦ Μενελάου

οἶκος περιττῶς ἐσκεύασται ὡς οὐδεὶς ἕτερος τῶν Ἑλληνικῶν, ἀλλὰ καὶ ἡ Ἑλένη

πολλὴν ἐξήρτη 1.155 ται πολυτέλειαν, τρυφὰς τραγικῶς εἰπεῖν ἔχουσα τρωϊκάς. ᾗ

καὶ ὁ ἀργύρεος τάλαρος καὶ ἡ χρυσῆ 1.155 ἠλακάτη καὶ τὸ ἀσκητὸν νῆμα, πομπικῶς

ἐκφέρονται πρὸς φαντασίαν ταλασιουργίας καὶ πλούτου ἐπίδειξιν. οὐ γὰρ

παραδέδοται νήθουσα τῷ τέως, εἰ μὴ ἄρα κατὰ τὸ σιωπώμενον ὡς ἔθος τῷ ποιητῇ.

(ῃερς. 123.) Κλισίαν δὲ εὔτυκτον καὶ ἐνταῦθα, τὸν προλεχθέντα κλισμὸν λέγει.

ἤγουν θρόνον ἔχοντά τι ἀνάκλιντρον. ᾧ καὶ τάπης ἐξ ἐρίου ἐπίκειται,

προσκεφάλαιον δηλαδή. λέγει γοῦν ὑποκατιὼν ἕζετο δ' ἐν κλισμῷ ᾧ καὶ θρῆνυς

ὑπέκειτο. περὶ δὲ κλισίας ὅτι τὲ ἐδιφορεῖτο κατὰ τὴν ἄρχουσαν καὶ ὅτι ὡς ἐπὶ πολὺ

σκηνὴν δηλοῖ, ἐν τῇ Ἰλιάδι ἐῤῥέθη. ῥηθήσεται δέ τι καὶ ἐν τοῖς ἑξῆς περὶ αὐτῆς. ἔχει

δὲ ἡ Ἰλιὰς καὶ περὶ ταπήτων καὶ δαπίδων, τὸ ἀρκοῦν. (ῃερς. 124.) Τὸ δὲ φέρειν,

καιρία λέξις ἐπὶ βαστάγματος οὖσα, τρὶς ἐνταῦθα κατ' ἐπιμονὴν εἴρηται. ἀπ' αὐτοῦ

δὲ σὺν ἄλλοις τοῖς ἀλλαχοῦ δηλουμένοις, καὶ φερέπονος. οὕτω δὲ καὶ φερέκακος ὁ

καρτερικός. καὶ φερνὴ ἡ προῖξ. ἣν καὶ φέρνην τινές φασι βαρυτόνως. καὶ φέρτρον,

κλίνη νεκρικὴ ἐν Ἰλιάδι. καὶ φορεῖον. ὃ καὶ φέρεθρον φασί τινες λέγεσθαι, ὡς

ῥέεθρον καὶ πύρεθρον. οἷον φέρεθρα ἔχοντα εἰκόνας βασιλέων. ἔν τινι δηλαδὴ

πομπῇ βασιλικῇ. (ῃερς. 126.) Ὅρα δὲ καὶ ὅτι Πόλυβος οὐ μόνον ὄνομα Ἑλληνικὸν,

ἀλλ' ἰδοὺ καὶ Αἰγύπτιον. Καὶ ὅτι ἐν μὲν Ἰλιάδι, ἔφη τι πλατύτερον περὶ τοῦ Θηβαϊκοῦ

πλούτου. καὶ ὅλως, περὶ Αἰγυπτίων Θηβῶν. (ῃερς. 127.) Ἐνταῦθα δὲ, ἠρκέσθη ἐν

ὀλιγίστῳ εἰπεῖν, ὡς πλεῖστα ἐκεῖ δόμοις ἐν κτήματα κεῖται. ἅπερ ἂν εἴη κειμήλια.

πολὺν πλοῦτον οὕτω δηλώσας τῆς πόλεως. οὐ μὴν καὶ δύναμιν ὡς ἐκεῖ ἐποίησεν.

Ὅρα δὲ καὶ ὅτι τὸ Αἰγυπτίαις, συστέλλει τὴν προπαραλήγουσαν διὰ μέτρον ὡς καὶ ἐν

τοῖς ἑξῆς. καθὰ καὶ πρὸ βραχέων ἐν τῷ παράκοιτις Θῶνος Αἰγυπτίη. καὶ Αἰγυπτίους

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

176

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!