18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

οὐρανὸν εὐρὺν ἔχει. ὅς μευ φέρτερός ἐστι νοῆσαί τε. ἤγουν κρᾶναι καὶ τελειῶσαι τὸ

νοηθέν. ὃ πλείονός ἐστι δυνάμεως. πολλοὶ γὰρ, νοοῦσι μὲν οὐ κραίνουσι δὲ, ὡς μὴ

ἰσχύοντες. δῆλον δὲ ὅτι καὶ πᾶς ὁ καὶ εἰπεῖν καὶ πρᾶξαι δεινὸς, φέρτερος ἂν λεχθείη

νοῆσαί τε κρῆναί τε. Ἐν τούτοις δὲ, ἡ μυθικὴ Καλυψὼ, κρείττους ἑαυτῆς εἶναι

ὁμολογεῖ τοὺς οὐρανίωνας. (ῃερς. 166.) Τὸ δὲ ἃ λιμὸν ἐρύκοι, ἐφερμηνευτικόν ἐστι

τοῦ μενοεικέα. ἐπεὶ, καὶ ταυτόν ἐστι βρῶμα τὸ ἐπαρκοῦν μένει καὶ τὸ ἐρύκον λιμόν.

(ῃερς. 173.) Ὅτι ὁ μὴ πιστεύων ὑπισχνουμένῳ τινὶ, ἐρεῖ ἄν. ἄλλό τι δὴ σὺ τόδε

μήδεαι. καὶ εἴτι δὲ ἄλλο χρήσιμον τῶν ἐφεξῆς. (ῃερς. 174.) Ὅτι τὸ, κέλεαι σχεδίῃ

περάαν μέγα λαῖτμα θαλάσσης, εἴ ποι ἄν τις παροιμιακῶς, ὅτε μικρῷ λόγῳ, μεγάλα

τινὰ διελθεῖν βούλεται. (ῃερς. 175.) Ὅτι τὸ κατὰ τὴν νῆσον τῆς Καλυψοῦς πέλαγος, ὁ

Ὀδυσσεὺς δεινόν τ' ἀργαλέον τε λέγει. τὸ δ' οὐδ' ἐπὶ νῆες ἐΐσαι ὠκύποροι περόωσιν

ἀγαλλόμεναι ∆ιὸς οὔρῳ. Καὶ ὅρα τὸ ἀγαλλόμεναι ὡς ἐπὶ ἐμψύχων τῶν νηῶν λεχθέν.

ἵνα καὶ αὐταῖς ἄγαλμα εἴη ὁ τοῦ ἀέρος οὖρος. (ῃερς. 176.) Τὸ δὲ ὠκύποροι περόωσι,

κατὰ τρόπον ἐτυμολογίας πέφρασται. Τὸ δὲ οὐδὲ νῆες, διαστέλλει τῶν νηῶν τὰς

σχεδίας. νῆες μὲν γὰρ, ἁπλῶς καὶ ἀσυνθέτως. σχεδίαι δὲ, νῆες σχέδιοι. καὶ ναῦς μὲν,

οὐκ ἂν λεχθείη σχεδία. τῇ σχεδίᾳ δὲ, προσυπακούεται καὶ ἡ ναῦς. (ῃερς. 178.) Ὅτι

Ὀδυσσεὺς μὲν οὐκ ἔχων πιστεῦσαι εἴπερ ἀληθὴς ἡ τῆς Καλυψοῦς πομπὴ, ἐθέλει

τλῆναι αὐτὴν μέγαν ὅρκον ὀμόσσαι, μήτι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο, οἷα

ὀδυρομένῳ καὶ ἀπαναινομένῳ αὐτήν. ἡ δὲ, μείδησέ τε χειρί τέ μιν κατέρεξε. ταῦτα

δὴ τὰ πολλαχοῦ ῥηθέντα. (ῃερς. 182.) Καὶ εἰποῦσα. ἦ δὴ ἀλιτρός ἐσσι καὶ οὐκ

ἀποφώλια εἰδώς, καὶ, οἷον δὴ τόνδε μῦθον ἐπεφράσθης ἀγορεῦσαι, ὄμνυσι γῆν καὶ

οὐρανὸν καὶ τὸ τῇ, στυγὸς ὕδωρ, μηδέν τι πῆμα κακὸν βουλευσέμεν ἄλλο καὶ τὰ

ἑξῆς. (ῃερς. 179.) Καὶ ὅρα τὸ ἄλλο, δηλοῦν τὴν ἑτερότητα τοῦ κακοῦ πρὸς τὸ ἀγαθόν.

(ῃερς. 184.) Ὁ δὲ ὅρκος τῇ Καλυψοῖ ὡς καὶ ἀλλαχοῦ, τοιοῦτος. ἴστω νῦν τόδε γαῖα

καὶ οὐρανὸς εὐρὺς ὕπερθε. καὶ τὸ κατειβόμενον στυγὸς ὕδωρ, ὅστε μέγιστος ὅρκος

δεινότατός τε πέλει θεοῖς. Ὅτι δὲ τοιοῦτος ὁ τῆς στυγὸς ὅρκος, καὶ ὡς ἐκ πέτρας ἐν

ᾄδου κατείβεται, καὶ ὡς καθ' ἱστορίαν, πηγή ἐστιν ἡ Στὺξ ἐν τῇ Ἀρκαδικῇ φενεῷ, καὶ

ὡς ἐξ αὐτῆς τὸ στυγεῖν καὶ τὸ στυγητὸν καὶ τὸ στυγνὸν, ἀλλαχοῦ δηλοῦται ἱκανῶς.

ῥηθήσεται δέ τι καὶ ἐν τοῖς ἑξῆς περὶ αὐτῆς. (ῃερς. 182.) Τοῦ δὲ ἀλιτρὸς,

προϋπόκειται ἐνεστὼς ἀλείτω τῇ ˉεˉι διφθόγγῳ παραληγόμενος. οὗ δεύτερος

ἀόριστος, ἤλιτον. ὅθεν ἀλιτηρός. ἴσως δὲ, καὶ ἀλιτήριος. καὶ συγκοπῇ, ἀλιτρός.

ἐκεῖθεν δὲ καὶ ὁ Ὁμηρικὸς ἠλιτόμηνος, ὁ παρ' ἑτέροις διὰ τοῦ κατ' ἀρχὴν ἄλφα,

ἀλιτόμηνος. καὶ ἀλιταίνω τὸ ἁμαρτάνω. καὶ ἀλιτεύω δέ φασιν ὁμοίως. καὶ ἀλίτρια ἡ

ἁμαρτία. καὶ ἀλιτήμων ὁ ἐφάμαρτος. καὶ ἀλίτημα, ἁμάρτημα. καὶ ἀλιτήμωρος ὁ

παράφρων. καὶ ταῦτα μὲν ἐκ τοῦ ἤλιτον καὶ ἀλιτῶ. ἤγουν ἐκ τοῦ δευτέρου ἀορίστου

καὶ τοῦ δευτέρου μέλλοντος. ἐκ δὲ τοῦ ἀλείτω ἐνεστῶτος, ἀλείτης ὁ ἁμαρτωλός. οὗ

ἀναλογώτερον παρὰ Λυκόφρονι, ὁ ἀλοιτός. Τὸ δὲ ἀλιτρός ἐσσι καὶ οὐκ ἀποφώλια

εἰδὼς, ἀντὶ τοῦ ἤλιτες καὶ οὐκ εἶπας τὸ ἀληθὲς καὶ ταῦτα μὴ ἀπαίδευτος ὤν.

ἀποφώλιος γὰρ, ὁ ἀπαίδευτος καὶ ἀδίδακτος ἐπειδὴ φωλεοὶ παρὰ τοῖς ἀρχαίοις

ἐλέγοντο τὰ παιδευτήρια. ἢ καὶ ἄλλως, ὁ ἀπεῤῥιμμένος καὶ μὴ ἄξιος λόγου, ὡς ἀπὸ

τῶν ὀρνέων ἃ τῶν φωλεῶν ἀποβάλλεται. (ῃερς. 184.) Τὸ δὲ ἴστω, καινότερον κατὰ

τριῶν ὀνομάτων κεῖται, τοῦ γαῖα, τοῦ οὐρανὸς, καὶ τοῦ στύξ. (ῃερς. 185.) Τὸ δὲ ὅς τε

1.8 μέγιστος ὅρκος, Ἀττικῶς ἐῤῥέθη. τὸ γὰρ κοινὸν, ὃ μέγιστος ὅρκος πέλει. (ῃερς.

188.) Ὅτι ἀληθοῦς φιλίας τὸ, ἀλλὰ τὰ μὲν νοέω καὶ φράσσομαι. ἅσσ' ἂν ἐμοί περ

μηδοίμην ὅτε με χρειὼ τόσον ἵκοι. τουτέστιν ἃ νοῶ ἐκεῖνα καὶ συμβουλεύσομαι, ἃ

καὶ ἐμοὶ φρασαίμην ἂν ὅτε εἰς τοσοῦτον χρείας ἔλθω. Προσώπου δὲ συστατικὸν τὸ,

καὶ γὰρ ἐμοὶ νόος ἐστὶν ἐναίσιμος. οὐδέ μοι αὐτῷ θυμὸς ἐνὶ στήθεσσι σιδήρεος ἀλλ'

ἐλεήμων. (ῃερς. 196.) Φιλοξενίας δὲ ἔνδειξις τὸ, ἐτίθει παρὰ πᾶσαν ἐδωδὴν ἔσθειν

καὶ πίνειν, οἷα βροτοὶ ἄνδρες ἔδουσιν. (ῃερς. 195.) Ἐν τούτοις δὲ κεῖται καὶ ὡς ἔνθα

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

236

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!