18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

δυσφημιῶν καθαίροντες ἑαυτούς. ἢ ὅτι κράτιστον τῶν μελῶν ἡ γλῶσσα. ἢ καὶ ὅτι τὰ

ῥηθέντα, θεοῖς ἀνετίθεσαν ὡς ἐπιμαρτύρων αὐτῶν λαληθέντα. ἀμέλει καὶ κατὰ τὸ

οὖς τῶν ἐκπωμάτων ἔσπενδον, τὴν θείαν οἰωνιζόμενοι ἀκοήν. ἢ καὶ διότι χρὴ τὰ ἐν

συμποσίῳ σιγᾶν. ὅθεν καὶ παροιμία, μισῶ μνάμονα συμπόταν. ὅ ἐστι τὸν τὰ ἄξια

σιγῆς ἐν μνήμῃ ἔχοντα καὶ ἐκκαλύπτοντα. ἄλλως γὰρ, ἐπαινετέος ὁ τῶν ἀξίων

σπουδῆς μεμνημένος συμπότης. καὶ ἀντὶ τῆς χθιζῆς ἑωλοκρασίας, σπουδαίους

λόγους ἐξερευγόμενος οὓς χθὲς τὸ συμπόσιον εἶχε τῷ κρατῆρι συμμεμιγμένους. καὶ

ἑτέρως δὲ γλῶσσαι θύονται, ἵνα φυλάττοιτο τῇ γλώσσῃ ἐκεῖθεν μόνον τὸ κατ' αὐτὴν

καλλιστεῖον, καὶ μὴ ἔχοι κατ' αὐτῆς ὡς ἐπαμφοτεριζούσης, αὐχεῖν ὁ ἐπικρίνας αὐτὴν

δύναμιν εἶναι, διὰ τὸ ἐν πολλοῖς τῶν ἀνθρώπων ἀμφοτερόγλωσσον. ἦν δὲ ἐκεῖνος, ὁ

ζητηθεὶς τὸ ἐν τοῖς ἱερείοις κάλλιστον καὶ ἀποστείλας γλῶσσαν. εἶτα

προσεπιζητηθεὶς τὸ ἐν τοῖς ἱερευομένοις κάκιστον, καὶ πάλιν ἐκπέμψας γλῶσσαν.

ὅπερ αἴνιγμα ἦν, τοῦ, πολλοὺς τῇ γλώσσῃ καὶ ὠφελεῖν καλλιστεύοντας, καὶ

βλάπτειν δὲ κακύνοντας. ὃ δὴ ἔργον διαβολῆς. δίστομον γὰρ οἷόν τι ξίφος ἡ γλῶσσα.

δύναμιν καὶ αὐτὴ τῶν ἐναντίων 1.131 ἔχουσα, τοῦ τε κακύνειν δηλαδὴ καὶ τοῦ

ἐπωφελεῖν. καὶ ἄλλως δὲ τὰς γλώσσας ὡσίουν θεοῖς πρὸς ἑσπέραν, ὡς ἤδη

σιγήσοντες, καὶ τὴν γλῶσσαν ἀπόθετον φυλάξοντες. διὸ καὶ Ἑρμῇ αὐτὰς ἀνετίθουν

ὡς λόγου δοτῆρι. ἴσως δὲ, καὶ διότι πάσης καθά τις ἔφη λογοδιαῤῥοίας

ἀπηλλάγησαν, τραπεζοῤῥήτορες ὄντες, ὡς τὰ πολλὰ συμπίπτει τοῖς συμποσιάζουσιν.

Ὅτι δὲ καὶ δίχα γλωσσῶν Ἑρμῇ πυμάτῳ σπένδεσκον οἱ Ἀχαιοὶ ὅτε μνησαίατο

κοίτου, δηλοῖ καὶ αὐτὸ Ὅμηρος. καὶ ἴσως τοιούτου καιροῦ ἦν καὶ ὁ παρὰ τοῖς

ὕστερον πότιμος Ἑρμῆς περὶ οὗ ἱστορῶν ὁ δειπνοσοφιστὴς, λέγει ὅτι ἑρμῆς, εἶδος

πόσεως παρὰ Στράτιδι. ὡς δὲ ἡ ἐπὶ ∆ιονυσίῳ σπονδὴ ἶσον ἴσῳ κεκραμένον οἶνον

ὕδατι κατὰ τὸν κωμικὸν εἶχεν, ἑτέρωθι δεδήλωται. ἑτεροία πάντως οὖσα παρὰ τὰς

καθ' Ὅμηρον εἰπεῖν, ἀκρήτους ἤγουν ἀκράτους. εἰ δὲ πρὸς τὰς τοιαύτας, διάφοροί

τινες ἦσαν αἱ κατ' Αἰσχύλου σπονδαὶ χαλίκρητοι, ζητητέον. τοιαῦται δὲ, αἱ ἐπὶ

∆ιονυσίῳ κραθεῖσαι. χάλις γάρ φασιν, ὁ ∆ιονύσιος. ἐξ ἐκείνου δὲ, καὶ ὁ ἄκρατος

οἶνος. ὅθεν καὶ χαλιμὰς γυνὴ κατὰ τοὺς παλαιοὺς, ἡ ὑπὸ μέθης χαλωμένη τὸ σῶμα.

καὶ ταῦτα μὲν οὕτω. Γλώττης δὲ, οὐ μόνον τὸ καταγλωττίζεσθαι παράγωγον, ἀλλὰ

καὶ ὁ ἐγγλωτογάστωρ, ἤγουν ἀπὸ γλώσσης διατρεφόμενος, πρός τινα ὁμοιότητα τοῦ

ἐγχειρογάστορος. ἔτι δὲ καὶ ὁ γλώσσασπις. ἤτοι ὁ τῇ γλώσσῃ ὁποίᾳ καί τινι προβολῇ

χρώμενος διὰ τὸ στωμύλλεσθαι ἀναιδέστερον. ὁ δ' αὐτός φασι, καὶ κρότημα ἐλέγετο.

καὶ κρόταλον. καὶ δοῖδυξ. καὶ τορύνη. καὶ βορβοροτάραξις. καὶ πολυκυλίνδητος. καὶ

τρύπανον. ὅπερ ἐμφαίνει καὶ Ἀριστοφάνης ὅπου τρύμην θηλυκῷ γένει τὸν τοιοῦτον

ἄνδρα ἔφη. Σημείωσαι δ' ἐν τούτοις, ὅτι τε τὸ τρύπανον, καὶ κίναιδον σκώπτει ἐν τῷ,

τρύπανον αἰπολικὸν, ὃ παρὰ Καλλιμάχῳ κεῖται. καὶ ὅτι οὐ μόνον κυλίνδω

βαρυτόνως καθ' Ὅμηρον ὡς πολλαχοῦ φαίνεται, ἀλλὰ καὶ περισπωμένως κυλινδῶ

κυλινδήσω. ὅθεν ὁ ὡς ἐῤῥέθη πολυκυλίνδητος. Ὅτι δὲ ἐκ τῆς ζωϊκῆς γλώσσης

μετηνέχθησαν καὶ αἱ κατὰ τοὺς αὐλοὺς γλῶσσαι, καθωμίληται. ἐπὶ τούτοις, πάλιν

ἰστέον ὅτι ὡσιοῦντο γλῶσσαι, καὶ ἵνα φήμας ἀκούωσιν ἀγαθὰς αἷς λαλουμέναις ἡ

γλῶσσα καθυπουργεῖ. Ἑρμῇ δὲ αὐτὰς ἔθυον, ὡς τοῦ λέγειν ἐφόρῳ. διὸ καὶ ὁ κωμικὸς

δύσφημά τινα τοῦ Ἑρμοῦ εἰπόντος, ἐξονειδίζει λέγων. ἡ γλῶσσα, τῷ κήρυκι τούτων

γίνεται. ὅπερ ὅμοιόν ἐστι τῷ, εἰς μάτην αἱ γλῶτται θύονται τῷ τὰ τοιαῦτα

κηρύσσοντι. ἐν δὲ παλαιῷ ὑπομνηματισμῷ φέρεται καὶ συμβολικῶς εἰρῆσθαι τὸ,

ἀλλ' ἄγε τάμνετε μὴν γλώσσας. ἵνα λέγῃ, ἀλλ' ἄγε σιγῶμεν πεισθέντες νυκτί. εὔηθες

γάρ φασι τὸ λέγειν, σύντεμε τοὺς λόγους. ὅθεν διὰ τοῦ ἐθίμως τέμνειν γλώσσας,

ᾐνίξατο καὶ αὐτό. λέγει δὲ καὶ τὸ σχόλιον ἐκεῖνο, καὶ ὡς ἐπὶ μόνης τῆς Νέστορος

θυσίας εἴρηκεν ὁ ποιητὴς τὸ ἔθιμον. καὶ ὅτι Ἀττικὸν τὸ ἔθος, λαβὸν τὴν ἀρχὴν

ἐντεῦθεν. ὁ δὲ δειπνοσοφιστὴς εἰπὼν ὅτι αἱ γλῶσσαι νέμονται τῷ Ἑρμῆ διὰ τὴν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

149

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!