18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

Ὀδυσσεὺς μακρολογῶν τὰ καθ' ἑαυτόν. διὸ καὶ ἡ ἐπιγραφὴ τοῦ γράμματος τούτου

τοιάδέ τις. τὰ παρὰ Ἀλκινόῳ προδιηγήσεως. ἢ τῶν παρὰ Ἀλκινόῳ προδιήγησις.

πλείων δὲ ἡ πρώτη γραφή. ἢ λέγοι ἂν, ὅτι ἐνταῦθα τὰ τοῦ Ὀδυσσέως παρὰ Ἀλκινόῳ,

ἤγουν τὰ πρὸ τῶν ἑξῆς διηγημάτων. ἔχει δὲ ἀσαφῶς ἡ ἐπιγραφὴ, διὰ τὸ

περιεργασθῆναι εἰς βραχυλογίαν ἐπίτηδες. (ῃερς. 2.) Ὅτι δηλῶν ὁ ποιητὴς ταυτὸν

εἶναι (ῃερς. 3.) ὄρνυσθαι καὶ ἀνόρεσθαι, φησὶν ἐνταῦθα. ὤρνυτ' ἂρ ἐξ εὐνῆς

Ἀλκίνοος. καὶ, ἂν δ' ἄρα διογενὴς ὦρτ' Ὀδυσσεύς. (ῃερς. 5.) Ὅτι ὥσπερ οἱ ὕστερον

Ἀττικοὶ ἔλαιον φασὶ, τὸν τόπονἔνθα ἐμπολᾶται τὸ ἔλαιον, καὶ ἰχθύας, ἔνθα οἱ ἰχθύες

τιμῆς ἀπεδίδοντο, ἐκ τοῦ περιεχομένου δηλοῦντες τὸν περιέχοντα τόπον, οὕτω καὶ

νῦν ὁ ποιητὴς τὴν τῶν Φαιάκων ἀγορὰν παρὰ νηυσὶ τετύχθαι φησὶν, ἤγουν ὅπου αἱ

νῆες ἵσταντο. ἔνθα καὶ λίθων ξεστῶν ἕδρας ἱστορεῖ. (ῃερς. 7.) Ὅτι Ἀθηνᾶ καὶ

ἐνταῦθα ὥς που καὶ ἐν Ἰλιάδι, κήρυκι ὁμοιοῦται, προθεμένη ὀτρῦναι τοὺς Φαίακας

ὑπὲρ Ὀδυσσέως. ἑκάστῳ γάρ φησι φωτὶ παρισταμένη, φάτο μῦθον. δεῦτ' ἄγε

Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες (ῃερς. 12.) εἰς ἀγορὴν ἱέναι ἤγουν ἔλθετε, ὄφρα

ξείνοιο πύθοισθε, ὃς νέον Ἀλκινόοιο δαΐφρονος ἵκετο δῶμα πόντον ἐπιπλαγχθεὶς,

δέμας ἀθανάτοισιν ὁμοῖος. ἔστι δὲ Ἀθηνᾶ ἐνταῦθα, ἢ φήμη τις περὶ τοῦ, φρόνιμόν

τινα πλανήτην εἰς τὴν κατ' αὐτοὺς γῆν ἐλθεῖν ἧς χάριν καὶ συνάγονται, ἢ ἡ παρ'

ἑκάστῳ τῶν Φαιάκων φυσικὴ σύνεσις. καθ' ἣν μαθόντες ξένον ἄξιον λόγου

ἐπιφοιτῆσαι χρῆμα τοῦτο σπάνιον ἐν αὐτοῖς, ἥκουσι κατὰ θέαν πειρασόμενοι τοῦ

ἀνδρός. σεμνὸν δὲ τὸ πρᾶγμα, εἰ μὴ θνητὸς κῆρυξ ἀλλ' Ἀθηνᾶ ὑπουργεῖ τῇ τοῦ λαοῦ

προσκλήσει. καὶ τὸ πιθανὸν τῆς ἐφεξῆς ἀλλοιώσεως τοῦ Ὀδυσσέως ἐκ τοῦ καλοῦ εἰς

τὸ κάλλιον, ἐντεῦθεν ἄρχεται προκαταβάλλεσθαι ὁ ποιητής. (ῃερς. 11.) Ὅρα δὲ τὸ,

δεῦτ' ἄγε καὶ ἑξῆς. ἔνθα φανερῶς δηλοῦται τὸ ἄγε, προστακτικὸν ἐπίῤῥημα ὄν.

δυνάμενον καὶ ἀκινητίζειν, καὶ συμμεταπίπτειν ταῖς πτώσεσι. καὶ νῦν μὲν, ἀκίνητον

μένει. ἀλλαχοῦ δὲ, πληθύνεται. ὡς καὶ ἐν τῷ, ἀλλ' ἄγεθ' ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα

πάντες. (ῃερς. 12.) Ὅρα δὲ καὶ τὸ πυθέσθαι γενικῇ συντάσσεσθαι πεφυκὸς, ὡς δηλοῖ

τὸ, ὄφρα ξείνοιο πύθεσθε. (ῃερς. 14.) Τὸ δὲ δέμας ἀθανάτοισιν ὁμοῖος, ἐπεγείρουσα

εἰς ἀγορὰν λέγει. ὡς ἂν οἱ μὲν φιλόξενοι τὸν ξένον ποθήσωσιν. οἱ δὲ φιλόκαλοι,

πρὸς τὸ κάλλος ἀπίδωσιν. οἱ δὲ φιλίστορες, πρὸς τὴν ἀκρόασιν τοῦ πολυπλανήτου

ξένου. ἐοίκασι δὲ χαίρειν μάλιστα οἱ Φαίακες τῷ κάλλει ὡς καὶ ἡ κόρη ἐδήλωσε καὶ

ὁ πατὴρ Ἀλκίνοος. διὸ καὶ ἡ μυθικὴ Ἀθηνᾶ μετ' ὀλίγα, πλείονα ἑαυτοῦ τὸν Ὀδυσσέα

ποιήσει, ὡς ἂν φιληθείη τοῖς Φαίαξιν. (ῃερς. 15.) Ὅτι σπουδαίαν ἄθροισιν λαοῦ εἰς

ἀγορὰν δηλοῖ τὸ, ὤτρυνε μένος καὶ θυμὸν ἑκάστου. καρπαλίμως δὲ ἔπλυντο βροτῶν

ἀγοραί τε καὶ ἕδραι ἀγρομένων. (ῃερς. 17.) εἰ δὲ καὶ θαυμαστὸς ἀνὴρ εἴη τις δι' ὃν ἡ

ἀγορὰ, προσήκει εἰπεῖν καὶ τό. πολλοὶ δ' ἄρα θηήσαντο ἰδόντες τὸν δεῖνα. Ὅτι τῷ

Ὀδυσσεῖ θεσπεσίην ἡ Ἀθηνᾶ κατέχευε χάριν κεφαλῇ τε καὶ ὤμοις. καὶ μακρότερον

καὶ πάσσονα 1.281 θῆκεν ἰδέσθαι, ὥς κεν Φαιήκεσσι φίλος πάντεσσι γένοιτο, δεινός

τ' αἰδοῖος τε. (ῃερς. 23.) καὶ ἐκτελέσειεν ἀέθλους πολλούς. τοὺς, ἤγουν καθ' οὓς,

Φαίηκες ἐπειρήσαντ' Ὀδυσσῆος. Καὶ ὅρα τὸ φύσει χρήσιμον τοῦ μήκους καὶ τοῦ

πάχους. διὰ τούτων γὰρ δεινός τε τοῖς βλέπουσι φαίνεται Ὀδυσσεὺς, (ῃερς. 22.) καὶ

αἰδοῖος διὰ τὸ ἡρωϊκὸν μέγεθος καὶ ἀγαθὸς ἀθλητής. εὐσωματεῖν γὰρ χρεὼν τοὺς

τοιούτους ὡς καὶ ἡ παρὰ τοῖς παλαιοῖς ἀλείπταις σωμασκία δηλοῖ. (ῃερς. 22.) Τὸ δὲ

μακρότερον καὶ πάσσονα θῆκεν, οὐκ ἀπέοικε τοῦ, μέλε' ἤλδανεν. ὅ ἐστιν ηὔξανε τὰ

μέλη. συντομώτερον δὲ τούτου ἐκεῖνο. εἰσὶ δὲ ταῦτα, ἡ ῥηθεῖσα θεσπεσία χάρις. ἅπερ

οὐ φύσει τῷ Ὀδυσσεῖ προσῆσαν ἀλλὰ θεόθεν συνέπεσον. Ἔστι δὲ πάσσων ὡς καὶ

ἀλλαχοῦ ἐγράφη, ὁ παχύτερος. καὶ γίνεται ἀπὸ τοῦ παχὺς παχίων πάσσων. ὁποίῳ

τρόπῳ καὶ ὁ μάσσων γίνεται ἐκ τοῦ μακρύς. καὶ ὁ βράσσων, ἐκ τοῦ βραχύς. καὶ ὁ

ἐλάσσων, ἐκ τοῦ ἐλαχός. ὃ παρὰ Καλλιμάχῳ κεῖται. τοῦ δὲ μάσσων τὸ οὐδέτερον

κεῖται μετ' ὀλίγα ἐν τῷ, τοσοῦτον ἢ ἔτι μάσσον. Ἐκ δὲ τοῦ, μακρότερον καὶ πάσσονα

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

319

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!