18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

Ὀδυσσέως διηγημάτων. ἐν οἷς φησὶν πεπολεμηκέναι τοῖς Κίκοσιν καὶ πρὸς τοὺς

Λωτοφάγους παραγενέσθαι καὶ πρὸς τὸν Κύκλωπα Πολύφημον πορευθῆναι καὶ

τοῦτον, φαγόντα ἓξ ἤδη αὐτοῦ ἑταίρους, ἐκτυφλῶσαι. Ο∆ΥΣΣΕΙΑΣ Ι. ΟΜΗΡΟΥ

ΡΑΨΩΙ∆ΙΑ. Ὅτι γνωριστικὴ τῆς ἰῶτα ῥαψῳδίας ταύτης ἐπιγραφὴ, τό. τὰ περὶ

Κίκονας καὶ Λωτοφάγους καὶ Κύκλωπας περὶ ὧν ἐν τῷ παρόντι γράμματι

ἀφηγήσεται Ὀδυσσεὺς, ταμιευσόμενος ἐφεξῆς τὰ λοιπὰ τῆς κατ' αὐτὸν πλάνης.

(ῃερς. 3.) Ὅτι προκληθεὶς Ὀδυσσεὺς εἰς μακρὰν ἀφήγησιν πρῶτα μὲν κατά τινα

προοιμιακὴν ἔννοιαν λέγει τὸ καὶ περὶ Φημίου προγραφέν. ὡς καλόν ἐστιν ἀκούειν

ἀοιδοῦ τοιοῦδε, οἷος καὶ ὁ ∆ημόδοκος θεοῖς ἐναλίγκιος αὐδήν. (ῃερς. 5.) εἶτα αἰτίαν

τούτου ἀποδιδοὺς ἐπάγει τὰ ἐφεξῆς γνωμικώτερον. καὶ ἐπεί περ ἡδυπαθοῦσιν οἱ

Φαίακες καὶ πρὸς φιληδονίαν ἐπτόηνται καὶ πρὸς τὸ ἀπολαυστικὸν ἀπονεύουσι,

συντρέχει αὐτοῖς τῷ λόγῳ. καὶ καλὸν εἶναι κατασκευάζει ἀκούειν τοῦ ἀοιδοῦ

∆ημοδόκου, οὐ διότι μουσοτραφὴς ὁ ἀνήρ, οὐδ' ὅτι πολυΐστωρ, οὐδ' ὅτι ἡδυμελής,

ἀλλὰ διατί; οὐ γὰρ ἔγωγέ τι φημὶ τέλος χαριέστερον εἶναι ὅτ' εὐφροσύνη μὲν ἔχει

κατὰ δῆμον ἅπαντα. δαιτυμόνες δ' ἀνὰ δώματ' ἀκουάζονται ἀοιδοῦ, ἥμενοι ἑξείης.

παρὰ δὲ πλήθωσι τράπεζαι σίτου καὶ κρειῶν. μέθυ δ' ἐκ κρητῆρος ἀφύσσων

οἰνοχόος, φορέῃσι καὶ ἐγχείῃ δεπάεσσι. (ῃερς. 11.) τοῦτο τί μοι κάλλιστον ἐνὶ φρεσὶν

εἴδεται εἶναι. Καὶ ὅρα ὅτι τοῦτο μὲν, κάλλιστον ὑπερθετικῶς ἔφη. (ῃερς. 5.) τὸ μέντοι

ἀκούειν ἀοιδοῦ τοιοῦδε καλὸν ἁπλῶς ἔφη. καὶ ὅτι ἐντεῦθεν Ἐπίκουρος καὶ οἱ κατ'

αὐτὸν λαβόντες τέλος τῶν πρακτέων εἶπον εἶναι τὴν ἡδονήν. καὶ ὅτι ὁ ποιητὴς οὐχ'

ἁπλῶς τέλος οὐδὲ τέλος ἄριστον εἶπεν εἶναι τὰ ῥηθέντα, ἀλλὰ τέλος χαριέστερον

συμποσικωτέρᾳ ταύτῃ λέξει χρησάμενος ἀναλόγως οἷς ἐξέθετο. ὧν τέλος τὸ καθ'

ἡδονὴν χαρίεν. Ὅρα δὲ ὅτι Ἀλκινόου φθάσαντος εἰπεῖν ὡς ἀεὶ δαῒς ἡμῖν φίλη,

Ὀδυσσεὺς κολακεύων καιρίως καὶ προσοχὴν μεθοδεύων, ἐφ' οἷς ἀδολεσχῆσαι

μέλλει, τοῖς τε ἄλλοις τοῦ βασιλέως λόγοις παραποιήσας συνέδραμε, καὶ τὴν

γενικὴν λέξιν (ῃερς. 9.) τῆς δαιτὸς εἰς σῖτον καὶ κρέα καὶ μέθυ διέλυσε, τάχα που

δοκῶν καὶ αὐτὸς ἐπαινεῖν Ἀλκαίου τὸ, οἴνῳ πνεύμονα τέγγε. καὶ Ἀντιφάνους

ἀπορίαν, τὸ δὲ ζῆν εἰπέ μοι τί ἐστιν; ἧς λύσις, τὸ πίνειν φῆμ' ἐγώ. καὶ παρῳδίαν

ἐκείνην ἐκ τῶν τοῦ Σοφοκλέους. ὁρᾷς παρὰ ῥείθροισι χειμάῤῥοις ὅσα δένδρων ἀεὶ

τὴν νύκτα καὶ τὴν ἡμέραν βρέχεται, μέγεθος καὶ κάλλος οἷα γίνεται. τὰ δ'

ἀντιτείνονθ' οἱονεὶ δίψαν τινὰ ἢ ξηρασίαν ἔχοντ', αὐτόπρεπον ἀπόλλυται; ὃ δὴ

μεθύσῳ ἀνδρὶ ἐπιπρέπει, ἐφιεμένῳ Φαιακικῶς οἴνῳ αἰεὶ ὑποβρέχεσθαι. (ῃερς. 6.)

Ἰστέον δὲ ὅτι τὸ, ὅτ' εὐφροσύνη ἔχει κατὰ δῆμον ἅπαντα, μεταγράφων Ἐρατοσθένης

οὕτω λέγεται γράψαι. ὅτ' εὐφροσύνη μὲν ἔχει κακότητος ἁπάσης. κακότητα λέγων

τὴν ἀφροσύνην, ἧς δοκοῦσι στέρεσθαι Φαίακες. ἀδύνατον γάρ φησι μὴ φρονίμους

εἶναι αὐτοὺς, οἳ καθ' Ὅμηρον μάλα φίλοι εἰσὶ θεοῖς. ἔοικε δέ φασιν ἐκ τῆς Φαιακικῆς

ἡδυπαθείας Ἐπίκουρος ὁ καὶ προγραφεὶς παρατρυφῆσαι τὸ δοξάσαι τ' ἀγαθὸν τὴν

ἡδονήν, καὶ νομίσαι μὴ εἶναι ταύτην ἔχειν ἑτέρωθεν ὅτι μὴ ἐκ τοῦ ζῆν παγκάλως.

καὶ μὴν ἐκεῖνος μὲν δοκεῖ πως ἐκθεραπεύειν τὸ ἄτοπον, δοξάζων καὶ ὡς τιμητέον τὸ

καλὸν καὶ τὰς ἀρετὰς καὶ τὰ τοιουτότροπα, ἐὰν ἡδονὴν παρασκευάζῃ, εἰ δὲ μή γε,

χαίρειν ἐατέον. οἱ δέ γε περὶ ἐκεῖνον ἀχρειοῦσι διασαφοῦντες τὴν δόξαν ἐν τῷ

λέγειν ἄλλα τέ τινα καὶ ὡς ἀρχὴ καὶ ῥίζα παντὸς ἀγαθοῦ ἡ τῆς γαστρὸς ἡδονή. καὶ τὰ

σοφὰ καὶ τὰ περιττὰ εἰς ταύτην ἔχει τὴν ἀναφοράν. Τὸ δὲ κατὰ 1.319 δῆμον ἅπαντα

δυσχέρειαν καὶ τοῦ τοιούτου βίου δηλοῖ, ὡς μὴ δυνατὸν ὂν πάντας εὐφραίνεσθαι.

(ῃερς. 7.) Τὸ δὲ ἀκουάζονται ὅμοιον τῷ μιγάζονται. ἄμφω γὰρ παρῆκται τὸ μὲν ἐκ

τοῦ ἀκούω, τὸ δὲ ἐκ τοῦ μίγω. (ῃερς. 8.) Τὸ δὲ ἥμενοι ἑξείης εὐταξίαν ὀφείλεσθαι καὶ

τοῖς συμποσίοις δηλοῖ. δι' ἣν καὶ οἱ τραπεζονόμοι ἐπενοήθησαν παρὰ τοῖς παλαιοῖς.

(ῃερς. 11.) Τὸ δὲ ἐνὶ φρεσὶν εἴδεται εἶναι, ἄριστα καὶ αὐτὸ κεῖται. καθὰ καὶ τὸ, οὐ γὰρ

ἔγωγέ τι φημί. μερικεύει γὰρ ὡς ἐν δισταγμῷ τὴν ἀπόφανσιν, ὡς ἂν μὴ δοκοίη

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

362

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!