18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

κὴρ ἢ ἄση καὶ ἄτη διὰ τὸ θεῖον. τὸ μέντοι ἀκήριον ἄλλο τι δηλοῖ. τὸ ἄψυχον γάρ. Τὸ

δὲ θεῖον ποτὸν καθὰ καὶ τὸ ἀκηράσιον ἐπιτείνουσι μὲν τὸ ἡδὺ τοῦ οἴνου, εὐοδοῦσι δὲ

καὶ τὸ, νέκταρος ἀποῤῥῶγα τὸν αὐτὸν εἶναι θείου καὶ ἐκείνου πόματος. καὶ ταῦτα

μὲν σεμνὰ εἰς οἴνου ἔπαινον. ὁ δὲ Ἀφροδίτης γάλα τὸν οἶνον εἰπὼν ἐκωμικεύσατο.

καὶ οὐδὲ ἐσέμνυνε τὸ ποτὸν, ὅτι μηδὲ θεῖον τὸ ἀφροδίσιον. (ῃερς. 6.) Τὸ δὲ ἠείδει

γραφόμενον ἐξ ἀρχῆς διὰ τοῦ ˉη εἶτα ἐφεξῆς διὰ δύο διφθόγγων ἐν τοῖς παλαιοῖς

ἀντιγράφοις, δηλοῖ μὲν τὸ ἠπίστατο. γίνεται δὲ ἢ ἐκ τοῦ εἰδῶ εἰδήσω. οὗ

ὑπερσυντέλικος εἰδήκειν εἰδήκεις εἰδήκει καὶ συγκοπῇ τοῦ ἦτα καὶ κάππα εἴδει

ὁμοίως τῷ εἰδηκὼς εἰδὼς, καὶ προσελεύσει τοῦ ἦτα κατ' ἀρχὴν, ὡς καὶ ἐπὶ ἄλλων

γίνεται, ἠείδει. ἢ ἀπὸ τοῦ ᾔδει Ἀττικοῦ ὑπερσυντελίκου ἐπενθέσει τῆς διφθόγγου,

πολλαχοῦ τοῦτο ποιούσης. οὐκ ἂν δὲ φιλοίη τὴν τοιαύτην λέξιν ἀνὴρ μὴ ἡρωΐζων.

Ὅρα δὲ καὶ ὅτι ἐν τούτοις διαφορὰ φανερὰ κεῖται δμώων καὶ ἀμφιπόλων. δμῶες μὲν

γὰρ οἱ ἄῤῥενες δοῦλοι, θατέρου δὲ γένους αἱ ἀμφίπολοι. καὶ ὅτι τοῦ, Σαμία μία ναῦς,

προεῤῥέθη τὸ Ὁμηρικὸν, τὸ, ταμία μία. Ἔνθα καὶ σημείωσαι τὴν τοῦ οἴνου

ἐπίκρυψιν, ὡς δέον ὂν τοὺς σπουδαίους τὰ παρ' αὐτοῖς τίμια 1.335 μὴ πᾶσιν ἔκπυστα

τίθεσθαι. (ῃερς. 8.) Τὸ δὲ ὅτε πίνοιεν, ἔλλειψιν ἔπαθε τοῦ, τίνες οἱ πίνοντες. ἦν δὲ

ὀρθότερον εἰπεῖν, τόνδ' ὅτε πίνοι τις. οὕτω γὰρ εὐοδοῦται καὶ τὸ, ἓν δέπας ἐμπλήσας

ὕδωρ τόσον χεῦεν. ἴσως δὲ καὶ οὕτω φησὶ ὁ Ὅμηρος τὸ πίνοιεν διὰ τὴν φύσιν τοῦ

τίς. ὅπερ τῇ ἀοριστίᾳ πλῆθος δηλοῖ, τὸ γὰρ ὅτε πίνοι τις, ταυτὸν τῷ, ὅτε οὗτος ἢ

ἐκεῖνος ἢ ἄλλος πίνει. διὸ καὶ ταυτόν πως εἶναι δοκεῖ τὸ, ὅτε πίνει τις, καὶ τὸ, ὅτε

πίνοιέν τινες, ἤδη δὲ καὶ τὸ, ὅτε πίνοιεν. (ῃερς. 9.) Τὸ δὲ δέπας, οἱ μὲν οὕτω ῥηθῆναι

φασὶν, ὅτι δίδοται πᾶσι σπένδειν εἴτε καὶ πίνειν, οἱ δὲ, ὅτι δύο ὦπας ἢ ὀπὰς εἶχεν ὡς

ἄμφωτον. οὗ δὴ ἀμφώτου παρώνυμον, ἡ ἄμφωτις. ξύλινόν φασιν αὕτη ποτήριον, ᾧ

χρῆσθαι τοὺς ἀμέλγοντας εἰς αὐτὸ καὶ οὕτω πίνοντας. ἀνάπαλιν δὲ τῷ ἀμφώτῳ ἔχει

τὸ ἄωτον ποτήριον, ὁποῖον καὶ τὸ ἀμφικύπελον κατὰ τὸν Σιληνὸν ὡς ἱστορεῖ

Ἀθήναιος ἐν οἷς περὶ τῶν τοιούτων γράφει. Κράσεις δὲ οἴνου πολλαὶ παραδέδονται.

ὁ μὲν γὰρ κωμικὸς ἶσον ἴσῳ κεκρᾶσθαι λέγει ἐπὶ Ἑρμῇ, Ἡσίοδος δὲ τρὶς ὕδατος

προχέειν ὑποτίθεται. τὸ δὲ τέταρτον, ἐνιέναι τοῦ βιβλίνου. καὶ ἄλλοι ἄλλας κράσεις

φασίν, αἳ κεῖνται παρὰ τῷ Ναυκρατίτῃ δειπνοσοφιστῇ. ἐν αἷς λέγει ἐκεῖνος καὶ ὅτι

ἐὰν ὑπερβάλῃς τὸν ἐν τῷ κράματι δηλαδὴ οἶνον, εἰς ὕβριν φέρει. ἐὰν δὲ ἴσον ἴσῳ

προσφέρῃ, μανίαν ποιεῖ. ἂν δ' ἄκρατον, παράλυσιν σωμάτων. διὸ στοχαστέον τοῦ

συμμέτρου. οὕτω γὰρ ἂν μὴ βλαπτομένου τοῦ πίνοντος καλῶς ἂν ὁ ∆ιόνυσος

καλοῖτο ἰατρὸς, ἔτι δὲ καὶ ὑγείας αἴτιος. καθότι καὶ ἡ Πυθία εἴρηκέ τισι, ∆ιόνυσον

ὑγιάτην καλεῖν. ὅ πέρ ἐστιν αἴνιγμα τοῦ τὸν οἶνον ὑγιαστικὸν εἶναι. ἡ δὲ ῥηθεῖσα

νῦν κράσις παραδοξοτάτη ἐστίν. εἰκοσαπλάσιον γὰρ τοῦ οἴνου φησὶν Ὀδυσσεὺς τὸ

ἐγκατακεραννύμενον ὕδωρ. καινολογεῖ δὲ Ὅμηρος τοῦτο πιθανολογῶν, ἵνα μή τις

ζητοίη πῶς ἡ τοῦ Κύκλωπος μεγάλη γαστὴρ κισσυβίοις ἐπλήσθη μετρητοῖς. τρία γὰρ

ἐξέπιε κισσύβια οἴνου δυναμένου μὲν κατακερασθῆναι εἰς ἑξήκοντα, καταποθέντος

δὲ ὅμως ἀκράτου καὶ διατοῦτο κατακρατήσαντος ὡς ἐν παραλύσει καὶ εἰς ὕπνον

βαθὺν κατενεγκόντος τὸν ἄγριον, οὐ τῇ κατὰ ποσότητα πλησμονῇ ἀλλὰ τῇ κατὰ

ποιότητα πημονῇ. ὃ δὴ καὶ ποριστέον εἰς ἀκρατοποσίας ψόγον. ἐν δὲ ῥητορικῷ

λεξικῷ εὕρηται περὶ κραμάτων οἰνηρῶν καὶ ταῦτα. τρία καὶ δύο. Ἀριστοφάνης. ἔχε

πιεῖν κεκραμένον τρία καὶ δύο. Ἡσίοδος δὲ, τρὶς ὕδατος φησὶ καὶ τὰ ἑξῆς. Εὔπολις δὲ,

∆ιόνυσε χαῖρε μήτοι πέντε καὶ δύο. τοιοῦτον καὶ τὸ παροιμιῶδες. πέντε πίνειν ἢ τρία

ἢ μὴ τέτταρα. τὸ μὲν γὰρ πέντ' ἐστὶ, τρία καὶ δύο. τὸ δὲ τρία, ἥμισυ καὶ διπλάσιον.

ἤγουν ἓν καὶ δύο. τὸ δὲ τέτταρα, ἶσον ἴσῳ. δῆλον δὲ καὶ ὅτι μέχρι καὶ νῦν περὶ τὰ

βαθύτερα τῆς Ἀσίας ὡς καὶ περί που τὴν Ἀρμενιακὴν Μελιτήνην οἶνος φέρεται

παχὺς μέλας κράμα φέρων ὕδατος οὐ μακρὰν τοῦ κατὰ τὸν Ὁμηρικὸν Μάρωνα. ᾧ

εἰκὸς παλαί ποτε καὶ τὸν μαρωνήτην ἐοικέναι. Ἄλεξις δὲ εἰπὼν ἐγχέωμεν ἕνα καὶ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

381

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!