18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ἀπαραμύθητος ἀμφίμακρος πέσῃ ἐπὶ πολλῶν. οἷς συνεξηκολούθησε καὶ τὸ, Θυέστ'

Ἀγαμέμνονι λεῖπεν. ὁρᾶται δὲ τοῦτο κατὰ τὴν ἐκείνου παρατήρησιν, οὐ μόνον ἐπὶ

εὐθειῶν, ἀλλὰ καὶ ἐπὶ ἄλλων πτώσεων. Ἄρατος γοῦν φησὶ, πρότεροι πόδες ἱππότα

φηρός. ἤγουν ἱππότου. παράγει δὲ ἐκεῖνος καὶ Ἰλλυρικὸν ὄνομα ἐν ἐπιγράμματι τὸ,

πατὴρ δέ μ' ἔφυσε Κόπαινα. ἤτοι ὁ Κοπαίνης. καὶ Συρακούσιον τὸ ὁ Μύριλλα. οὗ

μεμνῆσθαι λέγει τὸν Σώφρονα. ἱστορῶν καὶ ὅτι τοῦ Συρακουσίου τούτου κύριον,

∆ημόκοπος ἦν ἀρχιτέκτων. ἐπεὶ δὲ τελεσιουργήσας τὸ θέατρον, μύρον τοῖς ἑαυτοῦ

πολίταις διένειμε, Μύριλλα ἐπεκλήθη. πάντως δὲ τοῖς εἰρημένοις ὀνόμασι τοῖς ὡς

ἄλλοι φασὶν Αἰολικοῖς, συντέτακται καὶ τὸ, ὁ νεφεληγερέτα. Αἰολικὰ δὲ καὶ τὸ, ὁ

μητίετα καὶ ὁ ἀκάκητα. (ῃερς. 69.) Ἰστέον δὲ καὶ ὅτι τὸ μεταλλῆσαι καὶ ἔρεσθαι,

διασαφεῖ ὡς οὐ κυριολεκτεῖται ἐν τούτοις τὸ ἔρεσθαι, ἀλλὰ πολυπραγμοσύνην δηλοῖ

προσήκουσαν τῷ πυνθάνεσθαι. ὧν τὴν διαφορίαν τὴν παρὰ πολλοῖς καθιστῶντες εἴς

τι ὡρισμένον οἱ παλαιοὶ, πολλὰ μὲν καὶ ἄλλα φασὶν, ἐν δὲ ἐκείνοις καὶ ταῦτα.

ἐρωτᾶν ἐστὶ, τὸ ἐθέλειν κεφαλαιώδη λαβεῖν ἀπόφασιν περὶ ὑποκειμένου πράγματος.

οἷον, εἴρεαι ὁππόθεν εἰμὲν, ἐγὼ δέ κέ τοι καταλέξω. καὶ, ἀλλ' ἴθι νῦν Πάτροκλε ∆ιῒ

φίλε Νέστορ' ἔρειο. πυνθάνεσθαι δὲ, τὸ διεξοδικῶς ἀκούειν ἐρωτήσεως δίχα, τὰ ὑπό

τινων λεγόμενα, οἷον, νῦν δ' ὅτε δὴ μέγας εἰμὶ καὶ ἄλλων μῦθον ἀκούων

πυνθάνομαι. καὶ, πυνθανόμην Ἰθάκης. καὶ οὕτω μέν τινες. φιλοσόφως μέντοι,

ἐρώτησίς ἐστι, φράσις συμβολικὴν ἀπόκρισιν ζητοῦσα. οἷον. ἆρά γε οὕτως ἔχει; πρὸς

ὃ ἐπαχθὲν τὸ ναὶ ἢ οὒ ἢ τὸ ἀναμφιβόλως, ἢ τοιοῦτόν τι, συμβολικὴν ἀπόφανσιν

ἐποίησε. τοιοῦτον δὲ καὶ τὸ, σαφές. ἢ ἄδηλον. καὶ τὰ τοιαῦτα. ἔστι δ' ὅτε φασὶ καὶ

ἑτέρως ἀποκρινόμεθα πρὸς ἐρώτησιν. οἷον. ἡμέρα ἐστίν; ἔστιν, ἢ οὐκ ἔστι. καὶ

τοιοῦτον μὲν ἡ ἐρώτησις. πεῦσις δέ ἐστι, φράσις πρὸς ἣν οὐκ ἔστι συμβολικῶς

ἀποκρίνασθαι. οἷον. ποῦ κατοικεῖ ὁ δεῖνα; ἐρεῖ γὰρ ὁ ἐρωτηθεὶς, ὅτι ἐν τῷδε τῷ

τόπῳ. καὶ πῇ ἔβη Ἀνδρομάχη; ἐπὶ πύργον μέγαν Ἰλίου. καὶ οὐκ ἔστιν ἐν τούτοις

εἰπεῖν συμβολικῶς, ναὶ ἢ οὔ. καὶ ἄλλως δέ φασιν, ἐρώτησις μέν ἐστιν, ἡ σύντομον

ἀπόκρισιν ἀπαιτοῦσα. πεῦσις δὲ, μακρᾶς πράξεως ἀπαγγελία. (ῃερς. 70.) Ὅτι τὸ, ὦ

ξεῖνοι, τίνες ἐστέ; πόθεν πλεῖθ' ὑγρὰ κέλευθα; ἢ τί κατὰ πρῆξιν ἢ μαψιδίως

ἀλάλησθε, οἷά τε ληϊστῆρες ὑπὲρ ἅλα, τοί τ' ἀλόωνται ψυχὰς παρθέμενοι, κακὸν

ἀλλοδαποῖσι φέροντες. τὰ τοίνυν τοιαῦτα ἔπη κεῖνται καὶ ἐν τοῖς κατὰ τὸν

Κύκλωπα. (ῃερς. 71.) Λέγει δὲ κέλευθα ὑγρὰ, διαστέλλων τῶν κατὰ ξηράν. κέλευθος

γὰρ, καὶ ἐπὶ γῆς. ὥσπερ αὖ πάλιν καὶ ἐπὶ θαλάσσης ὁδός. δεδήλωται δὲ καὶ ἐν τοῖς εἰς

τὴν Ἰλιάδα ὁ τοῦ κάππα πλεονασμὸς, ἐν τῷ κέλευθος. καὶ ἐν τῷ καυλωνία. παρὰ τὸν

αὐλῶνα γὰρ ἐκεῖνο λέγεται. καὶ ἐν τῷ ἀνθήλια κανθήλια ὥς φασιν οἱ παλαιοί. Τοῦ

δὲ ἐστὲ, πρωτότυπος κίνησις, ἐκ τοῦ εἰμὶ, ἐμὲν, ἐτέ. καὶ ἄλλως μὲν προσθέσει τοῦ

ἰῶτα, εἰμέν. εἰτέ. ∆ωρικῶς μέντοι, ἐσμὲν ἐστέ. ἡμάρτηται δὲ καθ' Ἡρακλείδην τὸ

ἐστέ. ὡς γὰρ οὐ λέγομεν δείκνυστε ἢ φαστὲ, οὕτως οὐδὲ ἐτὲ ἐστέ. ἔτι δὲ καὶ καθότι

ὀξύνεται, οὐδὲν γὰρ τῶν εἰς ˉτˉε ληγόντων ὀξυτονεῖται, ἡμαρτημένου τοῦ φατέ. καὶ

Ἀρίσταρχος ἁμαρτάνει φησὶν ἐγκλίνας ἐν Ἰλιάδι τὸ, ὑμεῖς μάρτυροί ἐστε. οὐ γὰρ

ἀνήρηταί τι μὴ πρότερον ὀξυτονούμενον. εἰ δὲ ἀνήρηται τὸ ὀξυτονούμενον, ἄτοπός

φησι καὶ ἡ ἔγκλισις. οὕτω δὲ καὶ περὶ τούτων γράψας, ἑτέρωθι λέγει ὅτι τὸ ἐσμὲν

ἐστὲ εἰσὶν εἰ καὶ ἡμάρτηται ὀξυτονούμενα, ὅμως ἔπαθον τοῦτο, διὰ τὰ ἑνικὰ οἷς

ὀφείλουσιν ὁμοτονεῖν. εἶτα ἐπιφέρων καὶ χρῆσιν τοῦ ἐμὲν ὅθεν γίνεται τὸ ἐσμὲν,

λέγει ὅτι Ὅμηρος μὲν, σὺν τῷ ἰῶτα ἔφη ἀπήμονες εἰ μέν. τὸ δὲ ἀνάλογον, παρὰ

Καλλιμάχῳ ἐν τῷ, γρῆες ἐμέν. ἤγουν γραῖαι ἐσμέν. (ῃερς. 72.) Ὅρα δὲ καὶ ὅτι τοὺς

πορευομένους ἢ ἄλλως οὐκ ἐπὶ κακῷ πλέοντας, κατὰ πρῆξιν πλέειν φησί. τοὺς δὲ

ληϊστῆρας ὅ ἐστι πειρατὰς, μαψιδίως. ὃ καὶ ἐπὶ τῶν βιαίων μνηστήρων ἐῤῥέθη. λέγει

δὲ καὶ ἀλᾶσθαι τοὺς ληϊστῆρας, τὸ ἄσκοπον καὶ 1.114 ἀόριστον τοῦ σφῶν πλοῦ

ἀπεικάζων πλάνῃ. (ῃερς. 74.) Τὸ δὲ ψυχὰς παραθέμενοι, κεφαλὰς ἐπὶ τῶν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

129

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!