18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

πόλλ' ἐνὶ οἴκῳ, οὔτ' αὐτῷ μαλακῶς οὔτε ξείνοισιν ἐνεύδειν. Καὶ ἔστι ταῦτα ὁρισμὸς

ἀνείμονος καὶ πενιχροῦ. τοιοῦτος γὰρ πάντως ὁ μὴ ἔχων χλαίνας καὶ ῥήγεα πολλὰ,

ὡς αὐτόν τε καὶ τοὺς ξεναγωγουμένους, μαλακῶς ἐγκοιμᾶσθαι. τούτων μέντοι τὸ

ἀνάπαλιν δηλοῖ ὁ Νέστωρ ἐν τῷ, αὐτὰρ ἐμοὶ πάρα μὲν χλαῖναι καὶ ῥήγεα καλά.

(ῃερς. 349.) Ῥῆγος δὲ, τὸ βαπτὸν ἱμάτιον ἢ ὕφασμα. ἢ καὶ ἄλλως ῥήγεα, τὰ

περιστρώματα καὶ πάντα τὰ βαπτὰ, παρὰ τὸ ῥῆξαι ὅ ἐστι βάψαι κατὰ γλῶσσαν ὥς

φασιν οἱ παλαιοί. (ῃερς. 350.) Τὸ δὲ μαλακῶς ἐνεύδειν, ἑτεροῖόν ἐστι τοῦ ἐπὶ

στιβάδος εὕδειν. ἐκείνη γὰρ ὡς τὰ πολλὰ οὐ μαλακή. Ἰστέον δὲ, ὡς εἰ καὶ ὁ Νέστωρ

αὐχεῖ χλαίνας ἔχειν καὶ ῥήγεα καὶ λοιπά τινα τοιαῦτα, ὅπερ εἰκὸς καὶ ἄλλοις εἶναι

εἰπεῖν τῶν κατ' αὐτὸν ἡρώων, ἀλλὰ Τελλίας ὁ Ἀκραγαντῖνος, πολλῷ τῶν τοιούτων

ἁπάντων ὑπερφέρει. ὅς φασι φιλόξενος ὢν, πεντακοσίοις ἱππεῦσι καταλύσασιν ὡς

αὐτὸν χειμῶνος ὥρᾳ, ἔδωκεν ἑκάστῳ χιτῶνα καὶ ἱμάτιον. Καὶ σημείωσαι κἀνταῦθα

ὡς ἔστι διαφορὰ χιτῶνος καὶ ἱματίου. ἔτι ἰστέον ὡς εἰ καὶ ὁ Τελλίας οὕτως ἦν ὡς

εἴρηται πολυτελὴς, ἀλλὰ οἱ παλαιοί φασι στρωμνὰς εἰδέναι διαπρεπούσας, τὴν

Ἀρήτην καὶ τὸν Νέστορα. ἱστοροῦντες, καὶ ὡς εὐφόρει καὶ Κόρινθος περὶ τὰ

στρώμματα. οἷς σύστοιχόν ἐστι καὶ τὸ ὄνομα τοῦ στρώτου. ὃς πάλαι μέν ποτε

ἁπλούστερον διέκειτο εἴ τε ἀνὴρ ἦν εἴ τε γυνή. παρὰ δὲ τοῖς ὕστερον, πάνυ

ἐσπούδαστο. πρῶτοι δέ φασι Πέρσαι στρώτας ἐφεῦρον ἵνα κόσμον ἔχῃ ἡ στρῶσις καὶ

εὐάφειαν. καὶ τοῦτο δῆλον ἐκ πολλῶν ἱστοριῶν. χωρίζεται δέ φασιν ἡ τῶν

στρωμάτων σύνθεσις, περιβολῇ καὶ ὑποβολῇ. ἤγουν τοῖς ὑποστρώμασιν ἃ

ὑποβάλλονται, καὶ τοῖς ἐπικειμένοις σκεπάσμασιν. Ὅτι ἴκρια νῦν μὲν,

καταστρώματα νηός. ταυτόν δ' εἰπεῖν σανιδώματα, ὡς δηλοῖ τὸ, νηὸς ἐπ' ἰκριόφιν

καταλέξεται. λέγονται δὲ ἴκρια, καὶ τὰ ἐγκοίλια τῆς νηός. καὶ τοῦ καταστρώματος δὲ

τὸ ἐν τῇ πρύμνῃ μέρος, ἔνθα ὁ τοῦ κυβερνήτου τόπος. καὶ ὁ ἱστὸς δὲ τῆς νηός. ὅθεν

τὸ κέρας ἐπίκριον. δῆλον δὲ, ὡς οἱ ναυτικοὶ ἐπὶ τῶν ῥηθέντων καταστρωμάτων

κοιμῶνται. Ἰστέον δὲ ὅτι ἴκρια προπαροξυτόνως ἐλέγοντο καὶ τὰ ἐν τῇ ἀγορᾷ ἀφ' ὧν

ἐθεῶντο τὸ παλαιὸν τοὺς ∆ιονυσιακοὺς ἀγῶνας πρινὴ σκευασθῆναι τὸ ἐν ∆ιονύσου

θέατρον. ὅτι δὲ τὰ τοιαῦτα θέατρα θάλασσα κοίλη ἐλέγοντο, Παυσανίας δηλοῖ. (ῃερς.

355.) Ὅτι Ἀττικὸν τὸ, ξείνους ξενίζειν, ὅς τις ἐμὰ δώμαθ' ἵκηται. ὡς μετ' ὀλίγα τὸ,

κρητῆρα ἐκέρασε καὶ κρητῆρα κεράσατο. καὶ ὅλως ἡ συνεκ 1.133 φώνησις τοῦ

ῥήματος καὶ τοῦ ἐξ αὐτοῦ γινομένου ὀνόματος. Τὸ δὲ ὅς τις ἵκηται, ἀσφαλῶς

ἐπῆκται. οὐ γάρ ἐστι πάντας ξενίζειν ἀνθρώπους, ἀλλ' ἀγαπητὸν εἰ καὶ ὃς ἂν ἵκηται.

(ῃερς. 357.) Ὅτι ἔπαινος εὖ εἰπόντος γέροντος τὸ, εὖ δὴ ταῦτά γ' ἔφησθα γέρον φίλε.

(ῃερς. 358.) Ὁ δὲ παρακαλῶν εἰς πειθὼ, εἴποι ἂν ὡς ἔοικε πείθεσθαι, ἐπεὶ κάλλιον

οὕτως. (ῃερς. 364.) Ὅτι τῷ Τηλεμάχῳ φιλότητι νεώτεροι ἄνδρες ἕπονται. πάντες

ὁμηλικίῃ μεγαθύμου. Τηλεμάχοιο, ἧλιξ γάρ φασιν ἥλικα τέρπει. καὶ τοῦτό ἐστι τὸ

ἐξαρτύσαν τὸν πλοῦν τῷ Τηλεμάχῳ, ἡ τῶν ἡλικιωτῶν ὡς καὶ προεδηλώθη φιλία.

ἦσαν δὲ ἂν αὐτοὶ οὐδὲν, εἰ μὴ καὶ ὁ γέρων Μέντωρ ἐφείπετο, ὁ εἰπὼν ἐνταῦθα ὅτι

οἶος μετὰ τοῖσι γεραίτερος εὔχομαι εἶναι. ὃς τὴν ἐεικόσορον κατεκέρασεν εἰς

φρόνησιν, εἷς αὐτὸς τοῖς εἴκοσιν ἀναμιγεὶς κατὰ τὸ ἐν τοῖς ἐφεξῆς κράμα τοῦ

Μαρωνείτου οἴνου. ὃ ἑνὶ μέτρῳ, εἴκοσιν ἀνὰ ὕδατος μέτρα ἐκίρνα. (ῃερς. 366.) Ὅτι

εἰς Καύκωνας τοὺς Πελοποννησίους δηλαδὴ, πλάττεται νῦν ἀπελεύσεσθαι ἡ τοῦ

μύθου Ἀθηνᾶ, οὓς καὶ μεγαθύμους καλεῖ. ἔνθα χρεῖός μοι, φησὶν, ὀφέλλεται οὔτι

νέον γε οὐδ' ὀλίγον, ἵνα δηλαδὴ ἀμελήσω τούτου ὡς ἢ ἔναγχος ἐκδανεισθέντος ἢ

ὀλίγου ὄντος. (ῃερς. 367.) Τὸ δὲ ὀφέλλεται, ἁπλούστερον μὲν, νοεῖται ἀντὶ τοῦ

ὀφείλεται, ἔτι δὲ νοῆσαι, καὶ ἀντὶ τοῦ αὔξεται, ὅ πέρ ἐστι τοῦ τόκου ἀφορμή. πάντως

γὰρ τὸ χρέος ὀφελλόμενον ἐγκυμονεῖ ὥσπερ τὸν ἐσύστερον τόκον. τοῦ δὲ ὀφέλλειν

ἔστι καὶ ὄνομα παρὰ τῷ Ὀππιανῷ, τὸ, ὀφέλλιμος. ὅ τινες ὀφέλσιμος ἔγραψαν

Αἰολικώτερον. ἕτεροι δὲ περὶ Καυκώνων φασὶν, ὅτι ἀπὸ Καύκωνος τοῦ Ἀρκάδος

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

151

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!