18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

Κλυτονήου παραβολικῶς δηλῶν, ἐπάγει παραβολὴν ταύτην. ὅσσον τ' ἐν νειῷ οὖρον

πέλει ἡμιόνοιϊν. τουτέστιν ὅσον ἀφορίζονται τῶν βοῶν ἀροτριῶσαι ἡμίονοι, ὡς

προφερέστεραι βοῶν οὖσαι ἄροτρον ἐλαύνειν καθὰ καὶ ἐν Ἰλιάδι λέλεκται. χρᾶται

γὰρ καὶ ἐκεῖ ὁ ποιητὴς τοιαύτῃ παραβολῇ, τόσου ὑπεκπροθέων, λαοὺς ἵκετο. εἶτα

σαφέστερον λέγων, ἐπιφέρει. (ῃερς. 125.) οἵδ' ἐλίποντο. τουτέστιν οἱ δὲ συνθέοντες,

ὀπίσω ἔμειναν. ὅθεν μέχρι καὶ νῦν ἐντεῦθεν τρέποντες, λειφθῆναι τὸ ἡττηθῆναι

φαμέν. γεωργικῆς δὲ παρατηρήσεως τὸ, ἐν νειῷ προφερεστέρας βοῶν τὰς ἡμιόνους

εἶναι. (ῃερς. 124.) Τὸ δὲ οὖρον, οὐδέτερόν ἐστιν ἐκ μεταπλασμοῦ. ὡς γὰρ ἡ κέλευθος

τὸ κέλευθον ὁ ζυγὸς τὸ ζυγὸν, οὕτως ὁ οὖρος τὸ οὖρον. ὅμοιον δὲ καὶ ἡ ἐνέδρα τὸ

ἔνεδρον. καὶ ἄλλα μυρία. (ῃερς. 126.) Ἀλεγεινὴν δὲ κἀνταῦθα ὡς καὶ ἀλλαχοῦ τὴν

παλαισμοσύνην φησὶ, διὰ τὸ κατ' αὐτὴν βίαιον καὶ πάνυ κοπηρόν. Ὅτι δὲ καὶ τέλος

τῶν ἀγώνων ἡ ἡδονὴ κἂν ἄλλως εἶεν ἆθλοι τινὲς ἀλγεινοὶ, δηλοῖ ὁ ποιητὴς

ἐπαγαγὼν συμπληρωτικῶς τὸ, αὐτὰρ ἐπειδὴ πάντες, ἐτέρφθησαν φρέν' ἀέθλοις. καὶ

ἔστιν οἰκεῖον πρὸς τὸν ἐπιπόνως ἀθλοῦντα εἰπεῖν τῶν τοῦ Ὁμήρου. ἐκεῖνο. τὸ,

τέρπεαι ἄλγεα πάσχων. (ῃερς. 133.) Ὅτι ἀπόπειρα ἐμφανοῦς ἀνδρὸς ἐν καιρῷ

ἀέθλων τὸ, δεῦτε φίλοι τὸν ξεῖνον ἐρώμεθα εἴ τιν' ἄεθλον οἶδέ τε καὶ δεδάηκε. φυήν

γε μὲν οὐ κακός ἐστι. καὶ ἑξῆς ἃ μετ' ὀλίγα ῥηθήσεται. ὁμοίως δὲ πρὸς τοιοῦτον

ἄνδρα ῥηθήσεται καὶ τὸ, (ῃερς. 145.) δεῦρ' ἄγε καὶ σὺ ξεῖνε πάτερ πείρησαι ἀέθλων,

εἴ τινά που δεδάηκας. ἔοικε δέ σ' ἴδμεναι ἀέθλους, διὰ τὴν ῥηθεῖσαν δηλαδὴ φυὴν

καὶ τὰ ἐφεξῆς. (ῃερς. 153.) ὁ δὲ τοιοῦτος ἀνὴρ εἴπερ ἐκ πόνων πολλῶν ἥκει, ἐρεῖ ἂν

πρὸς τὸν ἐρεθίζοντα. τί με ταῦτα κελεύετε κερτομέοντες; κήδεά μοι καὶ μᾶλλον ἐνὶ

φρεσὶν ἤπερ ἄεθλοι. ὃς μάλα πόλλ' ἔπαθον καὶ πόλλ' ἐμόγησα. καὶ ἔχομαι κακότητι

καὶ ἄλγεσι. πολλὰ γὰρ ἔτλην. ἴσως δέ ποτε προσαρμόσει καὶ τὸ ἐφεξῆς, τὸ, ἀνδρῶν τε

πολέμους ἀλεγεινά τε κύματα πείρων. (ῃερς. 124.) Τὸ δὲ οἶδε καὶ δεδάηκε,

προθυστέρως ἔγραψε. χρὴ γὰρ πρῶτον δαῆναι εἶτα εἰδέναι. ἴσως δὲ, καὶ ἐκ περιττοῦ

κεῖται τὸ οἶδε. διὸ καὶ εἰπὼν εἴ τινά που δεδάηκας, οὐ προσέθετο καὶ τὸ οἶδας, ὡς

ἀρκοῦν ὂν οὕτως εἰπεῖν. Ὅτι ὁ Ὀδυσσεὺς τοῖς Φαίαξιν ἀνδρεῖος εἶναι ἀπὸ τῆς θέας

ἐχαρακτηρίζετο. Λαοδάμας οὖν ὁ βασιλικὸς παῖς οὕτω φησί. φυήν γε μὲν οὐ κακός

ἐστι, μηρούς τε κνήμας τε καὶ ἄμφω χεῖρας ὕπερθεν. αὐχένα τε στιβαρὸν μέγα τε

σθένος, οὐδέ τι ἥβης δεύεται. εἶτα ὡς εἰκὸς καὶ ὑπερλαλῶν τοῦ ξένου, φησίν. (ῃερς.

137.) ἀλλὰ κακοῖσι συνέῤῥηκται πολέεσσι. τοῖς ἐκ τοῦ ναυαγίου δηλαδή. διὸ ἐπάγει

γνωμικῶς. (ῃερς. 138.) οὐ γὰρ ἔγωγέ τι φημὶ κακώτερον ἄλλο θαλάσσης, ἄνδρα

συγχεῦαι, εἰ καὶ μάλα καρτερὸς εἴη. Καὶ σημείωσαι τὸ, κακώτερον συγχέαι. οὐ γὰρ

ἁπλῶς κακὸν ἡ θάλασσα ἡ πολύχρηστος καὶ ἄλλως ἰαίνουσα, ὡς δηλοῖ καὶ τὸ

Ἰάνειρα Νηρηΐδος ὄνομα παρὰ τὸ ἰαίνειν, ἀλλὰ κακὸν ἡ θάλασσα, 1.288 εἰς τὸ (ῃερς.

139.) συγχέαι ναυαγὸν ἄνδρα. τουτέστιν εἰς τὸ παραλῦσαι τοῖς κατὰ φύσιν ἁρμονίας

καὶ συνθήκης. ὥς που καὶ οἶκος καταπεσὼν συγχέεται. (ῃερς. 134.) Ὅρα δὲ ὅτι τὴν

φυὴν ἑρμηνεύων, εἶπε τὸ, οὐ κακός ἐστι μηρούς τε κνήμας τε καὶ χεῖρας καὶ αὐχένα,

οὐδὲ ἥβης δεύεται. ταῦτα γάρ ἐστιν ἡ φυή. Ἐν δὲ τῷ, (ῃερς. 135.) ἄμφω χεῖρας

ὕπερθεν, περιττεύειν δοκεῖ καὶ τὸ ἄμφω καὶ τὸ ὕπερθεν. (ῃερς. 136.) Αὐχένα δὲ

στιβαρὸν λέγει, ὡς καὶ χεῖρας ἀλλαχοῦ στιβαράς. Τὸ δὲ μέγα σθένος, ὡς ἐκ τῶν

φαινομένων ὁ ποιητικὸς Λαοδάμας συνάγει. ἵνα ᾖ ταυτὸν κατὰ τοὺς παλαιοὺς

σθένος καὶ δύναμις. ἔοικε γὰρ ἐκ τοῦ εἴδους ὁ ξένος μεγάλα δύνασθαι κατὰ τὸ

κυρίως παρὰ τοῖς φιλοσόφοις σημαινόμενον τῆς δυνάμεως. καὶ τὴν ἥβην δὲ κατὰ τὸ

φαινόμενον λέγει. ἄλλως γὰρ οὐκ ἂν ὁ ὠμογέρων Ὀδυσσεὺς ἡβᾶν λέγοιτο, εἰ μὴ ἄρα

ἴσως κατὰ τὸν παρὰ τῷ Ἡσιόδῳ τεσσαρακονταετῆ αἰζηόν. εἰ δὲ καὶ Ὀδυσσεὺς μετ'

ὀλίγα τῇ ἥβῃ πεποιθέναι λέγει, ἐκ τοῦ Λαοδάμαντος τοῦτο λαβὼν λέγει, συντρέχων

οἰκονομικῶς οἷς δοκοῦσιν οἱ Φαίακες. μάλιστα μὲν οὖν οὐδὲ λέγει νῦν ἔχειν ἥβην,

ἀλλά ποτε χρόνου. ἐρεῖ γάρ. ὄφρ' (ῃερς. 181.) ἥβῃ πεποίθεα χερσί τ' ἐμῇσιν, ἤγουν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

327

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!