18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

τοσοῦτον μόνον εἰπὼν, ὡς τὰ μὲν αὐτῆς δώματα ξεστοῖς λίθοις τετυγμένα ἦν ἐφ'

ὑψηλοῦ. τὴν δὲ κατ' αὐτὴν νῆσον περὶ πόντος (ῃερς. 195.) ἀπείριτος ἐστεφάνωται,

ἤγουν κύκλῳ περιέχει ὡς ἀμφίαλον. (ῃερς. 196.) αὐτὴ δὲ χθαμαλὴ κεῖται οὐ μὴν καὶ

πανυπερτάτη ὡς ἡ Ἰθάκη ἀλλαχοῦ. καλὸν δὲ τοῖς δώμασι τῆς Κίρκης, καὶ τὸ κεῖσθαι

αὐτὰ κατὰ (ῃερς. 197.) δρυμὰ πυκνὰ καὶ ὕλην τουτέστιν ἐν βήσσαις ὡς μετ' ὀλίγα

φησίν. ἔτι δὲ καὶ τὸ περισκέπτῳ ἐνὶ χώρῳ εἶναι αὐτά. ὃ ταυτόν ἐστι τῷ, ἐν σκοπιᾷ

καὶ περιωπῇ. (ῃερς. 198.) Ἐν τούτοις δὲ κεῖται καὶ τὸ, κατεκλάσθη φίλον ἦτορ, ἀντὶ

τοῦ κατεκάμφθη καὶ κατεάγη τῇ λύπῃ ἐκ μεταφορᾶς τῶν κλωμένων ξύλων. οἷον.

πτόρτον κλάσε χειρὶ παχείῃ. λέγει δ' ἐνταῦθα καὶ (ῃερς. 0.) τὸν Κύκλωπα,

μεγαλήτορα καὶ ἀνδροφόνον ἢ ἀνδροφάγον. (ῃερς. 1.) Ὅτι ἐπὶ τῶν ἀπράκτως

κλαιόντων ῥηθήσεται τὸ, κλαῖον δὲ λιγέως, θαλερὸν κατὰ δάκρυ χέοντες. ἀλλ' οὐ

γάρ τις πρῆξις ἐγίνετο μυρομένοισιν ὅ ἐστι κλαίουσι, περὶ οὗ πολλαχοῦ δεδήλωται.

(ῃερς. 3.) Ὅτι ποικίλος ὢν ὁ ποιητὴς, καὶ ὅτε δι' Ὀδυσσέως ἀποπειρᾶσθαι τῶν τόπων

ἐθέλει, ποιεῖ ὡς ἐν μὲν τῇ γῇ τῶν Κικόνων, σὺν ἅπασι τοῖς φίλοις πολεμήσας

ἐκεῖνος, ἀνδραγαθεῖ. ἐν δὲ τῇ τῶν Λωτοφάγων ἄνδρας δύο κρίνας καὶ τρίτατον

κήρυκα προΐησι πυθέσθαι. τὸ δὲ τοῦ Κύκλωπος σπήλαιον ἐκεῖνον αὐτὸν ἔσχεν ἔνδον

καὶ δυώδεκα ἑταίρους. ὁ μέντοι Αἴολος οὐχ' ἕνα τινὰ, ἐκεῖνον δὲ καὶ τοὺς ἅπαντας

ἑταίρους ἰδὼν ἐφιλοξένησε. παρὰ δὲ τοῖς Λαιστρυγόσι βραχύ τι ἐνέλιπε τοῦ πάντας

ἀπολωλέναι δύο καὶ ἐκεῖ ἀνδρῶν σταλέντων καὶ τρίτου κήρυκος. εἰς δὲ τὴν Κίρκην

οἱ λαχόντες στέλλονται, ἄλλος τρόπος οὗτος τοῦ γνῶναι τὴν νῆσον. φησὶ γοῦν ὁ

Ὁμηρικὸς Ὀδυσσεύς· αὐτὰρ ἐγὼ δίχα πάντας ἑταίρους ἠρίθμεον, (ῃερς. 4.) ἀρχὸν δὲ

μετ' ἀμφοτέροισιν ὄπασσα, τουτέστιν ἀμφοῖν τοῖν μεροῖν δέδωκα. τῶν μὲν ἐγὼν

ἦρχον, τῶν δ' Εὐρύλοχος θεοειδής. γαμβρὸς δὲ Ὀδυσσέως οὗτος ἐπὶ ἀδελφῇ. (ῃερς.

6.) κλήρους δ' ἐν κυνέῃ χαλκήρεϊ 1.377 πάλλομεν ὦκα. ὅπερ καὶ ἐν Ἰλιάδι ἐπί τινι

γίνεται. (ῃερς. 7.) ἐκ δ' ἔθορε κλῆρος μεγαλήτορος Εὐρυλόχοιο, καθά που καὶ ἐν

Ἰλιάδι ὁ τοῦ Αἴαντος (ῃερς. 8.) βῆ δ' ἰέναι Εὐρύλοχος δηλαδὴ, τοῦ κλήρου

ἀναγκάζοντος. ἅμα τῷ γε δύο καὶ εἴκοσ' ἑταῖροι κλαίοντες διὰ τὸ τῆς τύχης ἄδηλον

καὶ τοὺς ἐν τοῖς φθάσασι κινδύνους. (ῃερς. 9.) κατὰ δ' ἄμμε λίπον γοόωντας ὄπισθεν,

διὰ τὸ φιλάλληλον. εὗρον δὲ ἐν βήσσαις, ὡς πρὸ ὀλίγων ἐῤῥέθη, δώματα Κίρκης,

τετυγμένα ξεστοῖσι λάεσσιν. ἀμφὶ δέ μιν λύκοι ἦσαν ὀρέστεροι ἠδὲ λέοντες. (ῃερς.

213.) τοὺς αὐτὴ κατέθελξεν ἐπεὶ κακὰ φάρμακ' ἔδωκεν. ἐχρῆν γὰρ τῇ Κίρκῃ, ἥτις εἰς

τρυφὴν ἀλληγορικῶς ἐκλαμβάνεται, καὶ τοιαύτας ἀλόγους τινὰς φύσεις προσεῖναι

θυμικὰς καὶ ἁρπακτικὰς καὶ, τὸ ὅλον εἰπεῖν, θηριώδεις, οὐ μὴν καὶ γενναῖόν τι

ἐχούσας, ἀλλὰ τῇ ἄγαν κατασαρκώσει πάνυ ἀπαμβλυνθείσας ὡς μετ' ὀλίγα φανεῖται

ὅπου οἱ τοιοῦτοι σαίνουσι τοὺς παραβαλόντας. ἔνθα τις καθικνούμενος τῶν

ἀγριαινόντων ἀνθρώπων ὡς ἐν ἀστεϊσμῷ συγκρινεῖ τοὺς τοιούτους τοῖς παρὰ τῇ

Κίρκῃ θηρίοις. καὶ θαυμάσεται εἴπερ αὐτὰ μὲν φαρμάκοις ἐτιθασεύοντο, ἄνθρωπος

δὲ τὸ φύσει ἐν ζῴοις ἡμερώτατον ἀγριώτατον τῇ προαιρέσει γίνεται. Σημείωσαι δὲ

καὶ ὅτι Εὐρύλοχος μὲν ἐν τοῖς ἑξῆς ὑπονοεῖ ὡς ἐξ ἀνθρώπου ἡ Κίρκη ἐκθηριώσασα

λύκους ἑαυτῇ καὶ λέοντας ἐποίησεν. ἕτεροι δὲ νοοῦσιν, ὡς ἐξ ἀγρίων καὶ καθά φησιν

ὁ ποιητὴς ὀρεστέρων ἐτιθάσευε. καὶ φαρμάκοις (ῃερς. 213.) ἠλλοίωσε θέλξασα, ὅ

ἐστι νωθρωτέρους πρὸς τὰς κατὰ φύσιν θυριώδεις ἐνεργείας ἐποίησεν, ὥς που καὶ ὁ

τῶν Ἀχαιῶν θέλγεται νόος, ἀντὶ τοῦ, νωθρότερος ἐνεργεῖν γίνεται. εἴτε δὲ ἐγχώριοι

λέοντες οἱ ῥηθέντες καὶ λύκοι εἴτε καὶ ἄλλοθέν ποθεν μετενηνεγμένοι, σιωπᾷ ὁ

ποιητὴς ὡς μὴ ἀναγκαῖον ὂν παρασημανθῆναι. Κακὰ δὲ φάρμακα πρὸς διαστολὴν

ἐῤῥέθη τῶν ἀγαθῶν. Ἑρμῆς οὖν ἐν τοῖς ἐφεξῆς φάρμακον ἐσθλὸν ἔχειν δίδωσι τῷ

Ὀδυσσεῖ. (ῃερς. 8.) Σημείωσαι δὲ καὶ ὅτι ἐν τῷ, δύω καὶ εἴκοσιν ἑταῖροι, πεντήκοντα

εἶναι φασὶν οἱ παλαιοὶ τοὺς ἐξ ἀρχῆς τῷ Ὀδυσσεῖ συμπλέοντας ἐν τῇ κατ' αὐτὸν νηΐ,

στοχαζόμενοι οὕτως. ἓξ ἀφ' ἑκάστης νηὸς ἀπώλοντο παρὰ τοῖς Κίκοσιν. ἔπαθε δὴ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

429

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!