18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

οἶδε πλοίου καὶ νηός. παραγαγὼν χρῆσιν ταύτην. Ἀλέξανδρος ὁ Μολοττὸς

μεταπεμψαμένων Ταραντίνων ἐπὶ τὸν πρὸς τοὺς βαρβάρους πόλεμον, ἐξέπλευσε

ναυσὶ μὲν, πεντεκαίδεκα. πλοίοις δὲ συχνοῖς ἱππαγωγοῖς καὶ στρατιωτικοῖς. γενικῶς

δὲ, νῆες αἱ μέν εἰσι στρογγύλαι αἱ δέ φησι στρατιώτιδες. (ῃερς. 184.) Ὅτι ὁ εἰς

ἀλλοδαπὴν πλέων, εἴποι ἂν πλέειν ἐπὶ οἴνοπα πόντον, ἐπ' ἀλλοθρόους ἀνθρώπους.

Λέγει δὲ οἴνοπα πόντον, τὸν μέλανα. ὡς ἔχοντα οἴνου ὄψιν μέλανος, περὶ οὗ

ἀλλαχοῦ πλατύτερον εἴρηται. Ἀλλόθροοι δὲ ἄνθρωποι, οἱ ἀλλόγλωσσοι. καὶ ἄλλα

θροοῦντες ἤγουν λέγοντες παρὰ τὰ Ἑλληνικά. ἢ ἀγνώριστοι καὶ ὑπὸ ἄλλων

θροούμενοι ἤτοι λαλούμενοι. οὗτοι δὲ καὶ ἀλλόγνωτοι λεχθήσονται. (ῃερς. 185.) Ὅτι

ἐν οἷς ὁ μυθικὸς Μέντης λέγει ὡς πλέω ἐς Τεμέσην μετὰ χαλκὸν ἤγουν εἰς χαλκὸν ἢ

διὰ χαλκὸν, ἄγω δ' αἴθωνα σίδηρον, Τεμέσην ὁ ποιητὴς λέγει, τὴν Ἰταλικήν. τὸ νῦν

ὥς τινές φασι Βρεντέσιον. ὁ γὰρ εἰς ταύτην ἐκ τῆς Τάφου πλέων, διέρχοιτο ἂν ἐκ

παρόδου καὶ τὴν Ἰθάκην. ἐπανιὼν δὲ ἐκεῖθεν, διὰ τῆς Ἰθάκης ἔρχοιτο ἂν. καθάπερ ὁ

Μέντης ὑπισχνεῖται ἐν τοῖς ἑξῆς. Ἐν δὲ τῇ τοιαύτῃ Τεμέσῃ, καὶ μέταλλα ἦσαν χαλκᾶ.

ὡς δηλοῖ τὸ, ἐς Τεμέσην μετὰ χαλκόν. ἄγω δ' αἴθωνα σίδηρον. ὡς τῶν ἐκεῖ,

σπανιζόντων ἴσως σιδήρου. ἔστι δὲ καὶ Κύπρου πόλις Τεμέση κατά τινας,

χαλκοφόρος καὶ αὐτή. ὁ μέντοι γεωγράφος, οὐ συνάγει εἰς ταυτὸν τὴν Ὁμηρικὴν

Τεμέσην καὶ τὸ Βρεντέσιον, ἀλλ' ἰδίᾳ μὲν περὶ Τεμέσης γράφει. ἰδίᾳ δὲ περὶ

Βρεντεσίου. καὶ τὸ μὲν Βρεντέσιον, εὐλίμενον εἶναι λέγει. καὶ κέρασιν ἐλάφου

ἐοικέναι φησὶ κατὰ τὸ σχῆμα, διὰ τὸ εἰς πολλοὺς κόλπους ἐκείνου πολυσχιδές. καθ'

ὁμοιότητά τινα ὡς εἰκὸς, τοῦ βιζαντίου κέρως. γλῶσσα γάρ φησι Μεσαππίων,

Βρεντέσιον τὴν τῆς ἐλάφου καλεῖ κεφαλήν. περὶ δὲ τῆς Τεμέσης, ἐκεῖνος γράφει. ὅτι

πόλις πρώτη Βρεττίας ἡ Τεμέση, ἡ ὕστερον Τέμψα κληθεῖσα. Αὐσόνων κτίσμα.

ὕστερον δὲ, καὶ Αἰτωλῶν, ἐν ᾗ καὶ ἡρῶον Πολίτου Ὀδυσσέως ἑταίρου, ἀγριελαίαις

συνηρεφές. ὃς δολοφονηθεὶς καὶ βαρύμηνις γενόμενος, ἐδασμολόγει τοὺς

περιοίκους. ὅθεν ἐπὶ τῶν ἀγριαινόντων ἔξω καιροῦ παροιμία κεῖται, ὁ ἐν Τεμέσῃ

ἥρως. ἤγουν ὁ ἐν οἷς οὐ δεῖ ἀγριώτατος. τὴν μέντοι ἐν Κύπρῳ Τεμέσην, Τάμασον

ἀξιοῦσι διὰ τοῦ ˉα οἱ παλαιοὶ λέγεσθαι, ἀφ' ἧς καὶ παρὰ Λυκόφρονι ὁ Ταμάσιος

κρατήρ. ἔνθα κατὰ τὸν γεωγράφον, καὶ ὁ ἰὸς τοῦ χαλκοῦ πρὸς ἰατρικὴν δύναμιν

χρήσιμος, καὶ τὸ χαλκανθὲς δι' οὗ τὸ γραφικὸν μέλαν σκευάζεται. Ἰστέον δὲ ὅτι ἐκ

τοῦ χαλκοῦ, κυβευτική τις παιδιὰ, ἐλέγετο χαλκισμός. ἦν δέ φασιν αὕτη, ὀρθοῦ

νομίσματος περιστροφὴ σύντονος. μεθ' ἣν, ἔδει τὸν παίζοντα ἐπέχειν τῷ δακτύλῳ τὸ

νόμισμα ὀρθόν. καὶ ἐνίκα ὁ τοῦτο κατορθώσας. Αἴθωνα δὲ σίδηρον λέγει, τὸν

ἀκατέργαστον καὶ ἐπιτήδειον εἰς καῦσιν καὶ ἐργασίαν, ἐκ τοῦ αἴθω τὸ καίω. ἢ τὸν

κατειργασμένον καὶ λαμπρὸν, ἐκ τοῦ αἴθω τὸ λάμπω. ἢ καὶ τὸν ἁπλῶς μέλανα, ὅθεν

καὶ χροιὰ αἶθοψ ἡ μέλαινα. πάντα δὲ τὰ εἰς θῶν, φυλάττουσι τὸ ˉω ἐπὶ γενικῆς. οἷον.

αἴθωνος. γρόνθωνος. κώθωνος. μόθωνος. ῥώθωνος. (ῃερς. 186.) Ὅτι τὸ ἧδε ἀντὶ τοῦ

αὕτη, δεικτικὸν μὲν ὂν, παροξύνεται. ἀναφορικὸν δὲ, προπερισπᾶται ὥς φασιν οἱ

παλαιοὶ, ὥσπερ ἐνταῦθα, ναῦς δέ μοι ἧ δ' ἕστηκεν ἐπ' ἀγροῦ. ἀναφορικὸν γὰρ τὸ ἧδε,

οὐ μὲν δεικτικόν. οὐ γὰρ δείκνυται νῦν ἡ ναῦς ἀλλὰ ἡ διάνοια τοῦ Τηλεμάχου εἰς

ἐκείνην ἀναφέρεται. Ἰστέον δὲ ὅτι τὲ τὸ ναῦς κοινὸν ὂν, Ὅμηρος διαλύσας καὶ τὴν

παραλήγουσαν ἐκτείνας, νηῢς ἔφη κατὰ τὸ, γραῦς γρηΰς. καὶ ὅτι παρὰ τοῖς ὕστερον

ὥσπερ ἐκ τοῦ ναύτης κοινότερον τὸ ναυτιᾶν, οὕτω και 1.47 νότερον ἀπὸ τοῦ ναῦς τὸ

ναυσιᾶν. ἔτι δὲ ξενίζον εἰς πλέον κατὰ τὴν τῶν παλαιῶν παράδοσιν, ἡ ἀναυσία. ὅπερ

ἐστι στέρησις τοῦ μὴ ναυσιᾶν ἤγουν ναυτιᾶν. καὶ ὅτι ὥσπερ τὸ ἥδε, πῇ μὲν δεικτικόν

ἐστιν ὡς εἴρηται, πῇ δὲ ἀναφορικὸν, οὕτω καὶ τὸ οὗτος, ἀναφορὰν μὲν δηλοῖ παρ'

Ἡσιόδῳ ἐν τῷ, οὗτος μὲν πανάριστος καὶ ἑξῆς. δεῖξιν δὲ, παρ' Ὁμήρῳ ἐν τῷ, οὗτός

τοι ∆ιόμηδες ἀπὸ στρατοῦ. τὸ μέν τοι οὑτοσὶ, παραδέδοται ὑπὸ τῶν ὕστερον,

δεικτικὸν εἶναι οὐ μὴν καὶ ἀναφορικόν. Τὸ δὲ ἐπ' ἀγροῦ νόσφι πόληος, ὅμοιόν ἐστι

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

53

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!