18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

νίσσεσθαι ὅ ἐστι πορεύεσθαι πρὸς ἄλληλα, ἀλλὰ ἰδιάζειν. ὅθεν καὶ ἰδίᾳ

ἐπιῤῥηματικῶς λέγεται τὸ ἄτερ. οὐκοῦν ταυτὰ πολυωνυμίας λόγῳ, τὸ ἄτερ. χωρίς.

νόσφιν. ἄνευ. ἄνις. καὶ ἰδίᾳ. Τὸ δὲ ἄτερ καμάτοιο, ἢ τὸ φερέπονον δηλοῖ τῶν

κωπηλατῶν. ἢ τὸ ὡς καὶ προεῤῥέθη, ἔμψυχον τῶν νηῶν. Τὸ δὲ τέλεσσαν,

ἐλλειπτικῶς ἔχει. τὸ γὰρ τέλειον ἦν, ὅτι ἐτέλεσαν τὸν πλοῦν ἢ τὸ ἀγαγεῖν τὸν

Ῥαδάμανθυν εἰς Εὔβοιαν. ταυτὸν δὲ τὸ ἐτέλεσαν καὶ τὸ ἀπήνυσαν, ἐπεὶ καὶ ἀνύω τὸ

τελειῶ λέγεται. Τὸ δὲ ἀπήνυσαν, γράφεται καὶ ἀπήγαγον. (ῃερς. 326.) Ἰστέον δὲ ὡς εἰ

καὶ πάλαί ποτε οἱ Φαίακες σὺν τῷ εἶναι ναυτικοὶ καὶ ἀγαθοὶ ἦσαν, ἀλλ' ἐν τοῖς

ὕστερον ἀλλοῖοι ἐξέπεσον. Ἕρμιππος γοῦν ψέγων αὐτοὺς, ἔγραψεν οὕτω.

Κερκυραίους ὁ Ποσειδῶν ἐξολέσειε ναυσὶν ἐπὶ γλαφυραῖς ὅτι δίχα θυμὸν ἔχουσιν.

ἔδειξε δὲ τὸ κατ' αὐτοὺς τοιοῦτον ἦθος, καὶ ὁ κατὰ τὸν Ξέρξην καιρὸς ὡς καὶ

Ἡρόδοτος ἱστορεῖ. (ῃερς. 327.) Ὅτι λόγος ἄρχοντος ἐναβρυνομένου στόλῳ οἰκείῳ τὸ,

(ῃερς. 328.) εἰδήσεις δὲ καὶ αὐτὸς ἐνὶ φρεσὶν ὅσσον ἄρισται νῆες ἐμαὶ καὶ κοῦροι

ἀναῤῥίπτειν ἅλα πηδῷ, ὅ ἐστι κωπηλατεῖν. ὡς ἀπὸ τοῦ παρακλουθοῦντος.

ἀναῤῥίπτεται γὰρ ταῖς κώπαις τὸ ὕδωρ. Τὸ δὲ ἀναῤῥίπτειν, γράφεται καὶ

περισπωμένως. Πηδὸν δὲ, οὐ τὸ πηδάλιον λέγει νῦν, οὐ γὰρ ἔχειν δοκοῦσι πηδάλιον

αἱ τῶν Φαιάκων νῆες. οἷα κατὰ τὸ ποιητικὸν τέρας, αὐταὶ νοοῦσιν ὅπῃ πλευσοῦνται.

κώπη δέ ἐστιν ἄρτι τὸ πηδόν. ἐν δὲ σχολίοις παλαιοῖς εὕρηται καὶ ὅτι εἶδος ξύλου τὸ

πηδόν. δῆλον δὲ ὡς ἐκ τοῦ πηδὸν γίνεται πλεονασμῷ τῆς ˉαλ συλλαβῆς, τὸ

πηδάλιον. (ῃερς. 331.) Ὅτι εὐχὴ ξένου πρὸς ξενοδόχον ἀγαθὰ ὑπισχνούμενον τὸ, θεὲ

πάτερ αἴθ' ὅσα εἶπε τελευτήσειεν ἅπαντα ὁ δεῖνα. τοῦ μὲν ἂν ἐπὶ ζείδωρον ἄρουραν

ἄσβεστον κλέος εἴη, ἐγὼ δέ κε πατρί δ' ἱκοίμην. Ὀδυσσέως δὲ ἡ εὐχὴ, τρέψαντος

ἐνδιαθέτως τὸν λόγον ἐκ δευτέρου προσώπου τοῦ Ἀλκινόου εἰς τρίτον πρόσωπον

τὸν ∆ία. (ῃερς. 333.) Καὶ ὅρα ὡς ἄσβεστον μὲν γέλων εἰπεῖν, καὶ οὐδέ ποτ' οὖρος

ἔσβη, ἔχουσιν ἐν τῇ τροπῇ θεραπείαν δι' ἐμφαινομένην θερμότητα. καθ' ὁμοιότητα

τοῦ, ἄσβεστον πῦρ καὶ ἀσβέστη φλόξ. τὸ δὲ ἄσβεστον κλέος οὐκ ἂν εἴη μακρὰν

κακοζήλου εἰ μή τις ὑπονοήσει τοιοῦτον, τὸ οὐράνιον ἤτοι αἰθέριον. καὶ ἐρεῖ ὅτι καὶ

τὸ ὑψηλὸν κλέος, ἄσβεστον εἴη ἂν ὡς διὰ τὸν θερμὸν αἰθέρα, ᾧ παρονομάζεται τὸ

αἰθέριον. ἐν τούτοις δὲ καὶ γέρας εἴτε τέλος τοῦ εὐεργετεῖν τὸ κλέος εἰπὼν ὁ

ποιητὴς, ἀρχὴν ἐνδίδωσι τοῖς δοξάζουσιν ἐν τιμῇ κεῖσθαι τὸ τέλος τῆς ἀρετῆς. (ῃερς.

336.) Ὅτι καὶ τῷ Ὀδυσσεῖ ἐνταῦθα ὡς καὶ τοῖς βασιλικοῖς ξένοις ἐν τῇ ˉδ ῥαψῳδίᾳ

δέμνια ὑπ' αἰθούσῃ τίθεται καὶ ῥήγεα καλὰ πορφύρεα ἐμβάλλεται. στορέννυνταί τε

ἐφύπερθε τάπητες. χλαῖναι τ' ἐντίθενται οὖλαι. Τὰ δὲ δέμνια, τρητὰ λέχη προϊὼν

λέγει, ἔτι δὲ καὶ πυκινὸν λέχος. εἰ δὲ τὸ τρητὸν οὐκ ἔστι πυκινὸν καθὸ τέτρηται, ἀλλ'

ἐν τούτοις, ἥρμοσται ἄμφω τοῖς δεμνίοις. τὸ μὲν, διὰ τὰς ἐν τῇ κλίνῃ κατατρήσεις. τὸ

δὲ, διὰ τὴν τοῦ στρώματος πυκνότητα δι' ἣν καὶ στιβὰς λέγεται ἀπὸ τοῦ στείβω, ἐξ

οὗ καὶ ἡ στίβη ὡς προδεδήλωται. (ῃερς. 337.) Ὅτι δὲ τὸ στορέσαι ἐπὶ εὐνῆς

κυριολεκτεῖται, δηλοῖ ἐνταῦθα καὶ τὸ, ἐστόρεσαν πυκινὸν λέχος ἐγκονέουσαι. ὃ καὶ

πεποιῆσθαι εὐνὴν λέγεται ἐν τῷ, ὦ ξεῖνε, πεποίηταί τοι εὐνή. Τίς δὲ ἡ αἴθουσα καὶ

διατὶ οὕτω καλεῖται, καὶ πῶς ἐρίδουπος λέγεται, ἐν ἄλλοις δὲ καὶ ἐρίγδουπος,

πολλαχοῦ δηλοῦται. 1.280 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Θ. ΟΜΗΡΟΥ ΡΑΨΩΙ∆ΙΑΣ. Ἐκκλησία

γίνεται τῶν Φαιάκων περὶ τοῦ ξένου. καὶ ναῦς καθέλκεται πρὸς ἐκπομπὴν τοῦ

Ὀδυσσέως. καὶ ἑστιῶνται παρὰ τῷ Ἀλκινόῳ τῶν Φαιήκων οἱ ἄριστοι. καὶ μετὰ ταῦτα

δίσκῳ ἀγωνίζονται Φαίακες καὶ Ὀδυσσεύς. καὶ ὁ ∆ημόδοκος ᾄδει, πρῶτα μὲν τὰ περὶ

τὴν μοιχείαν Ἄρεως καὶ Ἀφροδιτης. ἔπειτα δὲ, τὰ περὶ τὴν εἰσαγωγὴν τοῦ δουρείου

ἵππου. καὶ τοῦ Ὀδυσσέως κλαίοντος, ὁ Ἀλκίνοος πυνθάνεται διατὶ κλαίει, καὶ τίς καὶ

πόθεν εἴη. Ο∆ΥΣΣΕΙΑΣ Θ. ΟΜΗΡΟΥ ΡΑΨΩΙ∆ΙΑ. Ὅτι ἡ θῆτα ῥαψῳδία σύστασιν τοῦ

Ὀδυσσέως ἔχει πρὸς τοὺς Φαίακας. ἀθροίζονται γὰρ διὰ κήρυκος ἐπ' αὐτὸν, καὶ

θαυμάζουσι διὰ πολλά. μετὰ δέ γε τὴν ῥαψῳδίαν ταύτην ἄρχεται διηγεῖσθαι

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

318

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!