18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

δὲ καὶ τὸ φύλοπις ὡς μάχης ἐστὶν ἐπίθετον, καθὰ δηλοῖ τὸ, φυλόπιδα στήσειν

πολέμοιο, ὥστε ὅτε ἡ φύλοπις μόνη που κεῖται, λείπει ἐκεῖ τὸ, πολέμου, ἢ τοιοῦτόν

τι. Τὸ δὲ στήσειν ὅμοιον τῷ ἤγειρε μάχην, κειμένην ὡσανεὶ τὰ πρὸ τούτου καὶ

ἡσυχάζουσαν. ἐντεῦθεν δὲ λαβόντες οἱ μεθ' Ὅμηρον, συστήσασθαι φασὶ πόλεμον,

καὶ πολεμικὴν ἐπισύστασιν, καὶ στάσιν δὲ μάχιμον, καὶ ὅσα τοιαῦτα. (ῃερς. 315.)

Ὄσσα δὲ καὶ Πήλιον, ὄρη Θετταλικὰ ἐγγίζοντα τῷ Ὀλύμπῳ, ὄρει Μακεδονικῷ. εἰσὶ

δὲ καὶ ἐν Πελοποννήσῳ ὁμώνυμα ὄρη, καθὰ καὶ ἐν τοῖς τοῦ περιηγητοῦ δεδήλωται.

Εἰνοσίφυλλον δὲ, τί ἐστι καὶ πῶς παράγεται, προδεδήλωται. (ῃερς. 318.) τὸν δὲ

καιρὸν τῆς ἥβης ὑποδηλῶν ὁ ποιητὴς ἔφη τὸ, πρὶν σφῶϊν ὑπὸ κροτάφοισιν ἰούλους

ἀνθῆσαι, τότε γάρ τις καὶ ἡβᾷ ὅτε ἀπὸ κροτάφου ἡ τρίχωσις ἀρξαμένη ἐπισχερὼ ἐς

γένυν ἕρπει κατὰ τὸν εἰπόντα. Περὶ δὲ κροτάφων ἱκανῶς ἐν τοῖς εἰς τὴν Ἰλιάδα

ἐγράφη. Ἴουλοι δέ, φασιν, αἱ κατὰ τῶν γεννείων πρῶται τρίχες, λεγόμενοι οὕτως,

ἐπεί περ οἱ τούτους ἔχοντες ἵενται ἤδη ἐπὶ τὸ ὅλον, ἤγουν τὸ τέλειον ὡς

ἐξανδρούμενοι. ἀπὸ δὲ τούτων καθ' ὁμοιότητα ἔοικε λέγεσθαι πολύπουν ζωύφιον ὁ

ἴουλος. (ῃερς. 319.) τοὺς δὲ ἀνθοῦντας τούτους ἰούλους καὶ λάχνην εὐανθέα καλεῖ

φιλοτιμούμενος τῷ διαφόρῳ τῆς φράσεως. καὶ ἔστι ταυτὸν, κροτάφοις ἰούλους

ἀνθεῖν, καὶ γένυν πεπυκάσθαι ὅ ἐστιν ἐσκεπάσθαι εὐανθέϊ λάχνῃ. (ῃερς. 3.) ὃ πρὸς

διαστολὴν εἴρηται λάχνης ἑτεροίας, ὁποία καὶ ἡ παρὰ τῷ Θερσίτῃ ψεδνή. Ὅτι

Φαίδρα Μίνωος ἦν θυγάτηρ, γυνὴ Θησέως, ἣ ἐρῶσα τοῦ σώφρονος Ἱππολύτου καὶ

ἐκπεσοῦσα οὗ ἤθελεν αὐτή τε ἀπήγξατο καὶ ἐκεῖνον διαβαλοῦσα τῷ ὑπὸ κόλπου

γράμματι, φθαρῆναι καταραθέντα πρὸς τοῦ πατρὸς πεποίηκε, καθὰ καὶ Εὐριπίδης

ἱστορεῖ. Ὅτι Κέφαλος ὁ ∆ηϊονέως, περὶ οὗ καὶ ἐν τῇ Βοιωτίᾳ ἐγράφη, γήμας Πρόκριν

τὴν Ἐρεχθέως καὶ θέλων ἀποπειράσασθαι εἰ σωφρονοίη, ἀπεδήμησεν ἐξ αὐτοῦ τοῦ

νυμφῶνος. μετὰ δὲ χρόνον συσκιάσας ἑαυτὸν ἑτεροίῳ σχήματι ἔρχεται εἰς τὴν

οἰκίαν, καὶ κόσμον χρυσοῦν εἰς πειθὼ προβαλόμενος πείθει τὴν Πρόκριν μιγῆναι

αὐτῷ. καὶ πεισθείσης ἐκφαίνει ὁ Κέφαλος ἑαυτὸν, καὶ αἰτιᾶται μὲν ἐκείνην ὡς μὴ

ἑαυτῆς ἐγκρατῆ, ὅμως δὲ καταλλάττεται. τὸ δ' ἐντεῦθεν ἐξιόντα τὸν ἄνδρα συχνάκις

ἐπὶ θήραν ὑποπτεύει ἐκείνη καὶ καλέσασα τὸν συνεπακτῆρα ἐρωτᾷ τί ποιεῖ ὁ

Κέφαλος συχνάκις ἀποδημῶν. ὁ δὲ ἔφη ὡς ἐπί τινος κορυφῆς ὄρους ἐκεῖνος

ἱστάμενος βοᾷ ὦ νεφέλη, παραγενοῦ, καὶ ἡ Πρόκρις ὑπονοήσασα τὸ τῆς νεφέλης

ὄνομα μή ποτε λανθάνῃ κύριον ὂν ἀπελθοῦσα ἐκεῖ κρύπτεται. καὶ τοῦ Κεφάλου

ἀναβοωμένου τὸ σύνηθες ἔξεισιν αὐτὴ καὶ τρέχει εἰς αὐτόν. ὁ δὲ τῷ ἀδοκήτῳ

διαταραχθεὶς βάλλει αὐτὴν τῷ μετὰ χείρας ἀκοντίῳ καὶ κτείνει. Ἰστέον δὲ ὅτι τε

περιᾴδεται ἐπ' ἀνδρίᾳ καὶ ἡ Πρόκρις αὕτη καθὰ καί τις Ἀργαθώνη καὶ ἑτέρα

Ῥοδογοὺ, ἢ καὶ ἄλλη Ἀταλάντη, καὶ ὅτι παροιμία ἐξ αὐτῆς φέρεται τὸ, Πρόκριδος

ἄκοντα, ἐπὶ τῶν εὐστόχως ἀκοντιζόντων καὶ μὴ ἀποτυγχανόντων. καὶ ὅτι ἀπὸ τοῦ

προκεκρίσθαι ἡ τοιαύτη Πρόκρις ἐτυμολογεῖσθαι δοκεῖ. εὕρηται δὲ καὶ Πρόκνις διὰ

τοῦ ˉν ἐν ῥητορικῷ λεξικῷ θηλυκὸν ὄνομα. αὐτὸ δὲ γένος ἰσχάδων δηλοῖ. (ῃερς. 3.)

Ὅτι Ἀνδρόγεων τὸν Μίνωος υἱὸν ἀπερχόμενον Κρήτηθεν Ἀθήναζε κατὰ καιροὺς

ἀγώνωνκαὶ νικῶντα τὸ πένταθλον ἀνεῖλον Ἀθηναῖοι φθόνῳ. κακωθέντες δὲ κοινῇ

ἐκ θεομηνίας διὰ τὸ τοῦ φόνου ἄδικον ἠναγκάσθησαν χρησμῷ στέλλειν εἰς Κρήτην

ὅσα ἔτη ἑπτὰ ἠϊθέους καὶ παρθένους ἑπτὰ τοὺς κλήρῳ λαχόντας, βορὰν Μινωταύρῳ

ἐσομένους. ὃν Πασιφάη μὲν ἔτεκε ταύρῳ μιγεῖσα τέχναις ∆αιδάλου, 1.421

λαβύρινθος δὲ σπήλαιον ἐκεῖνο ὑπόγεων Κρητικὸν πολυέλικτον εἶχεν

ἐνδιαιτώμενον. χρόνῳ δέ ποτε Θησεὺς ἀνδρωθεὶς ἐπιῤῥίπτει ἑκὼν ἑαυτὸν τῷ τοῦ

Μινωταύρου δασμῷ ἐπὶ καλῷ τῆς πατρίδος. ὡς οὖν συνέπλευσεν εἰς Κρήτην, ἔτυχέ

πως ἔρωτα παθεῖν τὴν καλὴν Ἀριάδνην κούρην Μίνωος ὀλοόφρονος. καὶ τοίνυν

αὐτὴ τρόπον ὑποτίθεται τῷ Θησεῖ δι' οὗ καὶ τοῦ θηρίου περιγενήσεται καὶ τὸν τοῖς

ἄλλοις ἀδιεξόδευτον λαβύρινθον διεκφεύξεται. καὶ ὑποθεμένου ∆αιδάλου δίδωσι τῷ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

479

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!