18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

τοιαῦται χαρίζεσθαι. ἄλλως δὲ ἀλληγορικῶς, ἡ Καλυψὼ ἣν εἰς σῶμα ἐξελαβόμεθα

πρὸς ἣν οὐδὲ θαμίζει ὁ Ἑρμῆς ὡς ἐν τῇ ˉε ῥαψῳδίᾳ λέγεται τουτέστιν ὁ λόγος, οὐ

γὰρ τὸ σῶμα λόγου ἂν μετέχοι. ἡ τοίνυν κατὰ σῶμα Καλυψὼ, ὑποβάλλει μὲν

ἀθανασίαν τοῖς φιλοσωμάτοις. οἳ ὡς ἀεὶ ζησόμενοι αὐτῇ συνδέδενται,

φιλοζωοῦντες. καὶ ὡς ἐπί τινι ἀθανασίᾳ, θεραπείας ὑγιεινὰς ἀναλεγόμενοι, πλανᾷ

τοὺς πλείονας. Ὀδυσσεὺς δὲ καὶ εἴπου τινὲς κατ' αὐτὸν, περιφρονῶν ἅπερ ἂν φάσκοι

ἡ δολόεσσα Καλυψὼ, τὸ πλάνον δηλαδὴ σῶμα, οὐκ ἀναμένουσι τὴν τοῦ σώματος

αὐτοὺς λύσουσαν φύσιν. ἀλλὰ τὸν φιλοσοφίας μελετήσαντες θάνατον, τῆς τοιαύτης

Καλυψοῦς ἀφίστανται. (ῃερς. 259.) Τὸ δὲ ἔμενον ἔμπεδον, ἀντὶ τοῦ ἐν τῷ αὐτῷ πέδῳ.

(ῃερς. 262.) Τὸ δὲ ἐπιπλόμενον ἔτος οὐκ ἂν εἴη ἑτεροῖον τῶν ὡς προεγράφη

περιπλομένων ἐνιαυτῶν. (ῃερς. 263.) Τὸ δὲ Ζηνὸς ὑπ' ἀγγελίης ἢ καὶ νόος ἐτράπετ'

αὐτῆς, τὴν ἐν ἀνθρώποις δηλοῖ νόησιν. ἣ τὰ πολλὰ, κατὰ εἰκοτολογίαν γίνεται. ἰδοὺ

γὰρ ἀληθῶς μὲν κατὰ τὴν Ὁμηρικὴν πλάσιν, Ἑρμοῦ ἀγγείλαντος ἐξεπέμφθη ἐξ

Ὠγυγίας ὁ Ὀδυσσεύς, αὐτὸς μέντοι στοχαστικῶς εἰδὼς, 1.276 νοεῖ μὲν καὶ τοῦτο.

οἴεται δὲ καὶ τὴν Καλυψὼ αὐτὴν οἴκοθεν ὁρμηθεῖσαν ἐκπέμψαι αὐτόν. καὶ εἴη ἂν καὶ

οὕτως ἐκείνη δολόεσσα εἴγε μὴ τὸ ἀληθὲς τῷ Ὀδυσσεῖ ἀνεκάλυψε. (ῃερς. 273.)

Θάλασσα δὲ ἀθέσφατος, καθὰ καὶ πρὸ ὀλίγων ἀθέσφατος ἀήρ. νηχόμενος δὲ

παθητικῶς εἰπὼν, ὑποκαταβὰς, (ῃερς. 280.) ἔνηχον λέγει ἐνεργητικῶς. οὕτω δὲ καὶ

ἐν τοῖς προτούτων διχῶς τὸ αὐτὸ ῥῆμα ἐξήνεγκεν ὡς καὶ ἐπὶ ἄλλων πολλῶν ποιεῖ.

Ὅτι δὲ τὸ νήχεσθαι παρὰ τὴν νῆσαν γίνεται ὥσπερ καὶ τὸ κολυμβᾶν παρὰ τὴν

κολυμβίδα, ὀρνέων δὲ ὀνόματα καὶ ἄμφω, ἐν τοῖς τοῦ Ἀθηναίου δηλοῦται. (ῃερς.

278.) Τὸ δὲ ἔνθα μ' ἐκβαίνοντα ἕως τοῦ, καὶ ἀτερπέϊ χώρῳ, ναυαγοῦ ἀνδρὸς

δυστυχίαν φράζει. (ῃερς. 279.) Τὸ δὲ ἀτερπέϊ χώρῳ, πολύνουν ἐστί. δηλοῖ γὰρ τοὺς

προῤῥηθέντας πάγους ὀξέας. τὸ περὶ αὐτοὺς βεβρυχὸς ῥόθιον κῦμα. τὴν λισσὴν

πέτραν. τὴν ἀγχιβαθῆ θάλασσαν. τὰς προβλῆτας ἀκτάς. (ῃερς. 283.) Τὸ δὲ ἐκ δ'

ἔπεσον, ἀντὶ τοῦ, ἔξω ἔπεσον τῆς θαλάσσης ἀψύχου τινὸς δίκην. καὶ ὡς οἷον εἰπεῖν,

ἐξεβράσθην κατά τι ναυάγιον. Τὸ δὲ θυμηγερέων, σύνθετόν ἐστι τοῦ, ἐς φρένα θυμὸς

ἀγέρθη ὃ προγέγραπται. δηλοῖ δὲ τὸ, συνάγων καὶ ἀνακτώμενος ψυχήν. (ῃερς. 286.)

Τὸ δὲ φύλλα ἀφύσσασθαι, ὕλην ἐπαμήσασθαι χερσὶ προέγραψεν ὁ ποιητής. δηλοῖ δὲ

τὴν τῶν φύλλων περιβολήν. εἰ δὲ τὸ ἀφύσσασθαι ἐπὶ ὕδατος ἀντλουμένου

κυριολεκτεῖται ὡς δηλοῖ τὸ ἀφυσσόμενοι μέλαν ὕδωρ, ἀλλ' ἡ τροπὴ οὐδ' ἐνταῦθα

ἔξω λόγου. εἴγε ὥσπερ χυτὸν τὸ ὕδωρ, οὕτω καὶ ἔνθα Ὀδυσσεὺς ὕπνωσσε, φύλλων

ἦν χύσις ἤλιθα πολλή. Ὕπνον δὲ ἀπείρονα, τὸν βαθὺν λέγει καὶ διατοῦτο πολύν. καὶ

ἀσύμμετρον ὡς πρὸς τὸ σύνηθες, εἴπερ νυχθήμερον ὅλον Ὀδυσσεὺς ἐκοιμήθη κατὰ

τὸν ποιητήν. Σημείωσαι δὲ τὴν λέξιν, ὡς οὐκ ἐξανάγκης ἀπείρονος λεγομένου τοῦ

μηδόλως πέρας ἔχοντος. ὁ δὲ τοιοῦτος τόπος, συντελεῖ τι καὶ εἰς τὸν νήδυμον ὕπνον.

πάντως γὰρ ὁ περιχυθεὶς ἀπείρων ὕπνος, εἴη ἂν νήδυμος. ἤγουν ἀνέκδυτος. δῆλον

δὲ ὡς ἐφ' ὑγρῶν καὶ τὸ δύεσθαι καὶ, χέεσθαι δίχα τροπολογίας τινός. (ῃερς. 287.) Τὸ

δὲ ἐν φύλλοις καὶ φίλον ἦτορ ὅτι παρηχεῖν δοκεῖ, προγέγραπται. (ῃερς. 288.) Ἐν δὲ

τῷ, ἐπ' ἠῶ καὶ μέσον ἦμαρ καὶ δείλετό τ' ἠέλιος, τριμερῇ τὴν ἡμέραν ἔτεμεν ὡς καὶ

ἀλλαχοῦ. ἤγουν εἰς πρωΐαν. μεσημβρίαν. καὶ δείλην. (ῃερς. 289.) Ἐν δὲ τῷ δείλετο,

γραφόντων τινῶν δύσετο ἤγουν ἔδυνε, πρὸς ὃ παίζων ἀπορητικῶς φασι Ματρέας ὁ

Ἀλεξανδρεὺς, ἔλεγε διατὶ ὁ ἥλιος δύνει μὲν οὐ κολυμβᾷ δὲ; φασὶν οἱ παλαιοὶ, ὡς

Ἀρίσταρχος οὐ γράφει δύσετο ἀλλὰ δείλετο. ὅ ἐστιν, εἰς δύσιν ἀπέκλινε. Καὶ

σημείωσαι τὴν λέξιν σύστοιχον οὖσαν τῇ δείλῃ. εἰ δὲ τὸ δείλετο ἀσύνηθές ἐστιν,

ἀλλὰ τὸ δειελιήσας, ἐν τοῖς μετὰ ταῦτα κεῖται παρὰ τῷ ποιητῇ. δῆλον δὲ ὅτι τε ἡ

δείλη παρὰ τὴν ἔνδειαν τῆς εἵλης σύγκειται, ἐνδέει γὰρ τηνικαῦτα ἡ ἐκ τοῦ ἡλίου

ἕλη. καὶ ὅτι διττὴ κατὰ τοὺς παλαιοὺς ἡ δείλη. ἡ μὲν γὰρ ὀψία δείλη. τὸ τελευταῖον

φασὶ τῆς δείλης μέρος τὸ περὶ ἡλίου δυσμάς. ἑτέρα δὲ δείλη πρωΐα, τὸ πρῶτον φασὶ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

314

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!