18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

τοῦτο καὶ ἡ τοῦ Ὀδυσσέως ναῦς. λοιποὶ τοίνυν ἐν ἑκάστῃ νηῒ ἀνὰ μˉδ. ὧν ἄρτι

μερισθέντων εἰς δύο οἱ μὲν ἡμίσεες εἰκοσιδύο ἀκολουθοῦσιν Εὐρυλόχῳ. οἱ δὲ ἄλλοι

μένουσι παρὰ τῷ Ὀδυσσεῖ. γέγραπται δὲ καὶ ἐν τῇ ˉγ ῥαψῳδίᾳ ὡς καὶ αἱ τοῦ

Νέστορος νῆες ἀνὰ πεντήκοντα εἶχον ἐπικώπους. (ῃερς. 4.) Ἰστέον δὲ ὅτι ἐν τῷ,

ἠρίθμεον, ἀρχὸν δὲ καὶ ἑξῆς, τινὲς μὲν δακτυλικῶς τὴν ἀρχὴν ἐπόδισαν λαβόντες

τὴν ρˉι συλλαβὴν βραχεῖαν διὰ τὸ ἐπιγμένον ἄφωνον θῆτα. οἷον, ˉηρῖθμον. τὸ δὲ

ˉον μακρὸν ἐδέξαντο κατὰ πολλὰς αἰτίας. καὶ οὕτω δι' αὐτοῦ καὶ τῆς ˉαρ συλλαβῆς

ἀπετέλεσαν πόδα σπονδεῖον. καὶ οὕτω μέν τινες. ἕτεροι δὲ τὸ ˉη καὶ τὸ ρˉι

καταλογισάμενοι εἰς σπονδεῖον τὰς ἐφεξῆς τρεῖς συλλαβὰς τρόπῳ συνεκφωνήσεως

ἤγουν συνιζήσεως σπονδειακῶς ἐξ ἀναπαίστου ἐῤῥύθμησαν. (ῃερς. 212.) Ὅτι οἱ παρὰ

τῇ Κίρκῃ λύκοι καὶ λέοντες οὓς (ῃερς. 219.) καὶ αἰνὰ πέλωρα λέγει καθ' ὁμοιότητα

τοῦ πρὸ ὀλίγων ῥηθέντος δεινοῖο πελώρου οὐχ' ὡρμήθησαν ἐπ' ἀνδράσι τοῖς περὶ

τὸν Ὀδυσσέα ὅτε εἰς τὰ τῆς Κίρκης δώματα ἦλθον, ἤδη γὰρ ἐθέλχθησαν ὑπὸ Κίρκης

φαρμάκοις κακοῖς, ἀλλ' ἄρα οὗτοι οὐρῇσι μακρῇσι περισαίνοντες, ἀνέσταν. (ῃερς.

216.) εἶτα παραβολὴν πορισάμενος ἐκ τοῦ σαίνειν ὅπερ ἐπὶ κυνὸς κυριολεκτεῖται, ὡς

εὐθὺς φανεῖται, φησίν, ὡς δ' ὅταν ἀμφὶ ἄνακτα κύνες δαίτηθεν ἰόντα σαίνωσιν, αἰεὶ

γάρ τε φέρει μειλίγματα θυμοῦ, ὣς τοὺς ἀμφὶ λύκοι κρατερώνυχες ἠδὲ λέοντες

σαῖνον. οἱ δὲ ὅμως ἔδεισαν διὰ τὸ προφαινόμενον, ἐπεί φησιν ἴδον αἰνὰ πέλωρα.

Καιριοτάτη (ῃερς. 213.) δὲ λέξις τὸ σαίνειν ἐπὶ ζῴων ἀλόγων. ὅ ἐστι σείειν τὴν

οὐράν. διὸ καὶ ἐνέμεινε τρὶς αὐτὴν εἰπών. γίνεται δὲ ἀπὸ τοῦ σέω σῶ τὸ σείω, σαίνω.

ὡς βῶ βαίνω. ξῶ ξαίνω. κῶ καίνω. χῶ χαίνω, καὶ τὰ ὅμοια. λέγεται δὲ ἡ λέξις παρὰ

τοῖς μεθ' Ὅμηρον μεταφορικῶς καὶ ἐπὶ τοῦ κολακεύειν διὰ τὸ ἐν τοῖς σαίνουσι ζῴοις

κολακευτικόν. (ῃερς. 214.) Τὸ δὲ ὡρμήθησαν ἐπ' ἀνδράσιν, ἀντὶ τοῦ, κατ' ἀνδρῶν. ὡς

καὶ τὸ, δαιμονίη τί μοι ἐπέχεις, ἀντὶ τοῦ, κατ' ἐμοῦ ἔχεις. οὕτω καὶ ἐν Ἰλιάδι

ἐπαλλήλοισιν ὄρουσαν, ἀντὶ τοῦ, κατὰ ἀλλήλων. (ῃερς. 217.) Μειλίγματα δὲ θυμοῦ,

κρέα τινά. ἢ μαγδαλιὰ μειλίσσουσα κύνας. ἣν αὐτοὶ ὡς εἰκὸς προσδεχόμενοι

ἐγρηγόρασι. τίς δὲ ἡ μαγδαλιὰ, ἐν τοῖς μετὰ ταῦτα ῥηθήσεται. (ῃερς. 218.) Ὅρα δὲ καὶ

ὅτι οὐ μόνον ἵπποι κρατερώνυχες, ὡς καὶ προδεδήλωται, ἀλλ' ἰδοὺ καὶ λύκοι

ἐνταῦθα. Ἰστέον δὲ ὅτι ὁ κατὰ τοὺς ῥηθέντας λύκους καὶ λέοντας λόγος, (ῃερς. 213.)

οἱ θελχθέντες φαρμάκοις οὐχ' ὁρμῶνται κατ' ἀνδρῶν ἀλλὰ περισαίνουσιν,

αἰνίττεται μὲν, ὡς καὶ προεδηλώθη, τὴν 1.378 τρυφὴν παντὸς ἤθους ἀγρίου

μαλθατικὴν εἶναι. ἔστι δὲ προσφυὴς καὶ ἐπὶ ἀνδρῶν οἳ φύσει ἄγριοι ὄντες ὅμως διὰ

κέρδος προσποιοῦνται ἡμέρως ἔχειν καὶ σαίνειν τοὺς παρατυχόντας. (ῃερς. 2.) Ὅτι

στάντες οἱ περὶ τὸν ῥηθέντα Εὐρύλοχον ἐν προθύροις Κίρκης ἔνδον ἄκουον

ἀειδούσης ὀπὶ καλῇ, ἱστὸν ἐποιχομένης μέγαν ἄμβροτον, (ῃερς. 223.) οἷα θεάων

λεπτά τε καὶ χαρίεντα καὶ ἀγλαὰ ἔργα πέλονται. ἔπαινος δὲ ταῦτα πέπλου καλοῦ.

εὐγενὴς δὲ ἡ ἱστουργία ὡς καὶ ἡ Πηνελόπη δηλοῖ, καὶ ἡ Ἑλένη, καὶ ἡ Χρυσηῒς, καὶ ἡ

Ἀνδρομάχη. γυναικεῖον δὲ καὶ τὸ ἐν τοῖς ἔργοις φιλῳδὸν, ὑποκλεπτομένου τοῦ

πόνου τῇ ἀοιδῇ. ἡ μέντοι Ναυσικάα καὶ αἱ περὶ αὐτὴν οὐ πονοῦσαι ἀλλὰ μετὰ τὸ

ἔργον ἔμελπον ἀνακαλούμεναι τὸ τῆς ψυχῆς ἡδόμενον. ὑποκατιὼν δὲ καὶ οὕτω

φησὶν ὁ ποιητής· ἔνδον τις ἐποιχομένη μέγαν ἱστὸν καλὸν ἀοιδιάει. (ῃερς. 227.)

δάπεδον δ' ἅπαν ἀμφιμέμυκε, τουτέστιν ἠχεῖ. καὶ ὡς ἀπὸ φωνῆς δὲ βοῶν ἡ λέξις

τέτραπται. ἀλλαχοῦ δὲ, καὶ θύραι ἔμυκον. ἑτέρωθι δὲ, θύρατ' ἔβραχεν ὡς ὅτε ταῦρος.

καὶ βροντὴν δέ τις μεμυκέναι φησὶ κατὰ ὁμοίαν μεταφορὰν ἢ καὶ

ὀνοματοποιητικῶς. Περὶ δὲ τοῦ, ἱστὸν ἐποιχομένη, καὶ ἐν ἄλλοις δεδήλωται. (ῃερς.

227.) Τὸ δὲ καλὸν ἀοιδάειν λίγ' ἀείδειν μετ' ὀλίγα φησίν. ἀσύνηθες δὲ τὸ ἀοιδάειν.

ἀείδειν γὰρ τὸ κοινόν. Ὅτι δὲ τὸ ᾄδειν ἐν τῷ ἐργάζεσθαι δεῖγμά ἐστι τοῦ ῥᾳδίως τὸ

ἔργον ποιεῖν, ἔτι δὲ καὶ σὺν ἡδονῇ, κατὰ γὰρ Πλάτωνα τὸν φιλόσοφον οὐδὲν ζῷον

λυπούμενον ᾄδει, ἐδήλωσε καὶ ὁ περὶ Παῤῥασίου τοῦ Ἐφεσίου ζωγράφου ἱστορήσας,

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

430

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!