18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ἐφερμηνευτικόν ἐστι τοῦ, ῥέξας ἐξαίσιον. ταυτὸν γὰρ ἐξαίσιόν τι ῥέξειν καὶ

ἀτάσθαλόν τι ἐοργέναι. Ἀρχαϊκὸν δὲ τὸ, οὔ ποτε ἀτάσθαλον ἄνδρα ἐώργει, λείπει

γὰρ πρόθεσις. ἵνα ᾖ, ὡς οὐκ ἐποίησέ τι κακὸν εἰς ἄνθρωπον. (ῃερς. 694.) Ὅτι

ἀχαριστίας ἔνδειξις τὸ, ἀλλ' ὁ μὲν ὑμέτερος θυμὸς καὶ ἀεικέα ἔργα, φαίνεται. οὐδέ

τις ἐστὶ χάρις μετόπισθ' εὐεργέων, ἤγουν τῶν εὐεργετῶν. κεῖται δὲ τὸ εὐεργὴς καὶ

ἐπὶ ἑτεροίου σημαινομένου παθητικῶς ὡς δηλοῖ τὸ, εὐεργέα λώπην. καὶ τὸ, εὐεργέος

ἔκπεσε δίφρου. (ῃερς. 695.) Τὸ δὲ φαίνεται, ἀντὶ τοῦ φανερώτατός ἐστιν. ἐκ τοῦ φάω

φῶ. ἐξ οὗπερ οὐ μόνον τὸ φαείνω καὶ τὸ ἐξεφαάνθη, ἀλλὰ καὶ τὸ φαίνω, ὡς χρῶ

χραίνω. ῥῶ ῥαίνω. καὶ τὰ τοιαῦτα. (ῃερς. 697.) Ὅτι τὸ, αἲ γὰρ δὴ, βασίλεια, τόδε

πλεῖστον κακὸν εἴη, ἀλλὰ πολὺ μεῖζόν τε καὶ ἀργαλεώτερον ἄλλο μνηστῆρες

φράζονται ὃ μὴ τελέσειε Κρονίων. παρῳδηθήσεταί ποτε ὅτέ τινος ἐπὶ μικρῷ τινι

ἀγανακτοῦντος, μεῖζόν τι μέλλει κακὸν ἐπελθεῖν. ὁ Μέδων δὲ καὶ τοῦτο τῇ δεσποίνῃ

λέγει ἐφ' οἷς οἱ μνηστῆρες ἐπιβουλεύονται τῷ υἱῷ. Τὸ δὲ βασίλεια, ὅτι καὶ βασίλισσα

παρὰ τοῖς ὕστερον λέγεται καὶ βασίλιννα, προγέγραπται. ὅτι δὲ καὶ ὡς ἱερεὺς ἱέρεια

οὕτω καὶ βασιλεὺς βασίλεια, καὶ ὡς Ἀττικόν ἐστι, δῆλον καὶ αὐτό. (ῃερς. 702.) Ὅτι

καὶ ἐνταῦθα ῥηθὲν τὸ, Πύλον ἠγαθέην, δηλοῖ καὶ ἐν τῷ, Πύλον ἠμαθόεντα, θηλυκῶς

αὐτὴν λέγεσθαι. (ῃερς. 703.) Ὅτι λύπην μεγάλην φράζει τὸ, τῆς δ' αὐτοῦ λύτο

γούνατα καὶ φίλον ἦτορ. δὴν δέ μιν ἀμφασίη ἐπέων λάβε. τὼ δὲ οἱ ὄσσε δακρυόφιν

πλῆσθεν. θαλερὴ δέ οἱ ἔσχετο φωνή. ὀψὲ δὲ ἔπεσσιν ἀμειβομένη προσέειπε.

Πηνελόπη δὲ οὕτως ἔπαθε, μαθοῦσα τὴν κατὰ τοῦ παιδὸς ἐπιβουλήν. Τὸ δὲ λύτο

γούνατα καὶ φίλον ἦτορ, ἐπὶ ὕπνου μετ' ὀλίγα παραφράσας, ἐρεῖ. λύθεν δέ οἱ ἅψεα

πάντα. (ῃερς. 704.) ἡ δὲ ἀμφασία, πλεονασμὸν ἔχει τοῦ ˉν διὰ φωνῆς ὄγκον ὡς

προδεδήλωται. ∆οκεῖ δὲ ἐκ περισσοῦ κεῖσθαι τὸ ἐπέων. καὶ δίχα γὰρ αὐτοῦ, ἀμφασία

νοοῖτ' ἂν ἡ τῶν ἐπῶν σιγὴ, εἰ μὴ ἄρα 1.189 πρὸς διαστολὴν ἴσως κεῖται τῆς τῶν

στεναγμῶν βοῆς. Τοῦ δὲ ἀμφασίη ἐπέων λάβε, σαφὴς παραποίησις τὸ, θαλερὴ δέ οἱ

ἔσχετο φωνή. (ῃερς. 707.) Τὸ δὲ τῆς φωνῆς θαλερὸν, οἰκεῖον ἐπὶ γυναικός, καὶ

μάλιστα τοιαύτης. Ὅτι ἀπορήσασα Πηνελόπη τίς χρείᾳ τῷ υἱῷ νηῶν ἐπιβαίνειν αἵθ'

ἁλὸς ἵπποι ἀνδράσι γίνονται, περόωσι δὲ πουλὺν ἐφ' ὑγρὴν, λύει εἰποῦσα. ἢ ἵνα μὴ δ'

ὄνομ' αὐτοῦ ἐν ἀνθρώποισι λίπηται. οὕτω δὲ καὶ πρὸ ὀλίγων ἐρωτήσασα, κῆρυξ τί

ποτε ἦλθες, λύει οὕτως. ἢ εἰπεῖν δμωαῖς ἔργων παύσασθαι. Καὶ σημείωσαι ὡς καὶ τοῦ

τοιούτου τῶν λύσεων σχήματος, Ὅμηρος κατῆρξε τοῖς ἐσύστερον. καὶ ἔστιν ὅμοιον

ὡς εἴ τις εἴποι, τί δή ποτε θνητὸς ὁ ἄνθρωπος. ἢ ὅτι καὶ γενητός. (ῃερς. 708.)

Σκοπητέον δὲ εἰ κατὰ καιρὸν εἴρηται τῇ Πηνελόπῃ ἡ ἀπὸ τῶν ὠκυπόδων ἵππων ἐπὶ

τὰς ὠκυπόρους νῆας μεταφορά. καλῶς μὲν γὰρ μετηνέχθη. οὐκ ἂν δὲ ἴσως εἴπῃ τις,

τῇ οὕτω πενθούσῃ ἄδειαν εἶναι τοιαύτῃ τροπῇ ἐνευκαιρεῖν καὶ ἀστεΐζεσθαι. Ὅρα δ'

ἐνταῦθα καὶ τὸ τῆς φράσεως ἀσφαλές. οὐ γὰρ εἶπεν, αἵθ' ἁλὸς ἵπποι εἰσὶν, ἵνα μὴ

ψυχρεύσηται. εἰ γάρ που καὶ θαλάσσης ἵπποι κατὰ τοὺς ποταμίους, ζῷα εἶεν ἂν καὶ

αὐτοί, ἀλλὰ ἵπποι φησὶ θαλάσσης γίνονται τοῖς ἀνθρώποις. ὡς ἂν εἴη λέγων

ἐλλειπτικῶς, ὅτι αἱ νῆες ὡς ἵπποι ἁλὸς γίνονται τοῖς ἀνθρώποις. ὁμοίως τῷ, δέμας

πυρὸς ἀντὶ τοῦ ὡς πῦρ. ἢ καὶ ἄλλως, ὡς ἵπποι ἐπὶ ἁλός. ὅθεν ὥσπερ ἀναβάται κατὰ

τοὺς ἐπὶ γῆς ἵππους, οὕτως ἐπιβάται ἐπὶ τῶν νηῶν. Ἰστέον δὲ ὅτι ἐντεῦθεν λαβὼν,

Εὐριπίδης, ναΐαν ἀπήνην τὸ πλοῖον ἔφη. ὁ δὲ ἅρμα εἰπὼν αὐτὸ, ἐξ Ὁμήρου καὶ αὐτὸς

τὴν λέξιν ἐκέρδανεν. ὃς ἐν τοῖς ἑξῆς, νῆα Φαιακικὴν τετρόρῳ εἰκάζει ἀσφαλῶς

θέοντι. πόδας δὲ εἰπεῖν ἀνδρῶν τὰ πλοῖα, Ὁμηρικήν τινα καὶ αὐτὸ ἔχει μέθοδον

δηλωθησομένην ἐν τοῖς ἑξῆς. ἐξ οὗ ναυσίποδες οἱ νησιῶται παρὰ τοῖς παλαιοῖς, ὡς

ναυσὶ χρώμενοι πρὸς τὸ διὰ θαλάσσης ὁδεύειν, ὅσα καὶ ποσί. φανερὸν δὲ, ὅτι καὶ

πόδες νηὸς λέγονται οὐ μόνον οἱ τῇ τάσει τοῦ ἱστίου συντελοῦντές τι ὡς τὸ, ἐν δ'

ὑπέρας τε πόδας τὲ, ἀλλὰ καὶ αἱ κῶται. ὅθεν καὶ ποδήρης ναῦς κατὰ ἰδέαν

δριμύτητος, ἡ ἐρεσσομένη ποσὶν ὅ ἐστι κῶπες. Τὸ δὲ πουλὺν ἐφ' ὑγρὴν, Ἰωνικῶς

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

215

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!