18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ἔραν, ὡς οἷον νερτέρους. Κράτης μέντοι κερβερίους γράφει, ἀκολουθήσας οἶμαι τῷ

κωμικῷ, τόπον τοὺς βερβερίους παίζοντι. ἕτεροι δὲ Χειμερίους τούτους ἔγραψαν, ἐκ

τῶν ἀληθῶν ἴσως Κιμμερίων τοὔνομα πορισάμενοι. βορειότατοι γὰρ ἐκεῖνοι καὶ διὰ

τοῦτο χειμέριοι. ἀλλ' οὕτω μὲν οἱ Ὁμηρικοὶ Κιμμέριοι ὡς ἐν πλάσματι περιφέρονται

τῶν ἀρκτῴων ἐξοικισθέντων τόπων ἐπὶ δυσμάς, ὑπηρετοῦντος τῇ ποιήσει κἀνταῦθα

τοῦ πολλὰ παρ' αὐτῇ δυναμένου μύθου, καὶ οὐ μόνον ἐκ τῆς ἄρκτου εἰς ἑσπέραν,

ἀλλὰ καὶ εἰς αὐτὸν Ἅιδην ἀναστατοῦντος αὐτοὺς, ὃς οὐδὲ ἑξαμήνῳ γοῦν φωτὶ κατὰ

τὸ θρυλλούμενον περιλάμπει αὐτούς. ἀλλὰ παρ' Ὁμήρῳ διὰ βίου ὑπὸ σκότει ποιεῖ.

καὶ τί γὰρ ἀλλ' ἢ προσοίκους τῷ Ἅιδῃ; τοὺς δὲ τοιούτους, οὐδέ ποτε εἰκὸς Ἡλίῳ

λάμπεσθαι. ἡ δὲ ἱστορία ἔθνος αὐτοὺς ἔχει Σκυθικὸν, νομαδικὸν, ἀρκτικὸν, 1.397

οὗπερ ἀπόμοιρα λέγεταί ποτε μικρόν τι πρὸ Ὁμήρου ἢ καὶ ἐπ' αὐτοῦ ἐκ τοῦ

Κιμμερίου βοσπόρου ὁρμηθεῖσα, Τρῆρες δέ φασιν ἐκαλοῦντο, πολλὴν τῆς Ἀσίας

καταδραμεῖν καὶ τὰς Σάρδεις ἑλεῖν, καὶ τῶν Μαγνήτων δὲ πολλοὺς ἀνελεῖν τῶν

κατὰ τὸν Μαίανδρον, ἐμβαλεῖν δὲ καὶ ἐπὶ Παφλαγόνας καὶ Φρύγας, ὅτε καὶ Μίδας

λέγεται αἷμα ταύρου πιὼν, ὡς Θεμιστοκλῆς ὕστερον, εἰς τὸ χρεὼν ἀπελθεῖν. φασὶ δὲ

τὸ κατ' αὐτοὺς κλίμα ὁρῶν ὕψει περιεχόμενον ἐξ ἕω καὶ δύσεως καὶ ζοφῶδες ὂν

ἑξάμηνον μὲν ἔχειν ἀχλύν. καὶ τοῦτο εἶναι οἷον νύκτα, κατὰ τὸ, ὀρώρει δ'

οὐρανόθεν νὺξ, ὡς ἐφορῶντος μὲν ἡλίου αὐτοὺς, οὐ μὴν φαέθοντος, καθὰ δηλοῖ καὶ

ὁ ποιητὴς, ὡς διασκεδάζειν τὸ τῆς ἀχλύος πάχος καὶ ἱλαρὰν ἡμέραν ἀγαγεῖν αὐτοῖς.

τὸ δὲ λοιπὸν ἑξάμηνον, ἐκ μεσημβρίας, ἢ καὶ ἄλλοθέν ποθεν, ἥλιον καθαρὸν

ἐπιλάμπειν αὐτοῖς. Ἀῤῥιανὸς δέ φησιν ὅτι Κιμμέριοι Σκυθικὸν ἔθνος ἐξ ἠθῶν τῶν

οἰκείων ἀναστάντες καὶ πάντας τοὺς διὰ μέσον βλάπτοντες ἦλθον ἕως Βιθυνίας.

Ἡρόδοτος δὲ ἱστορεῖ ὅτι βασιλεύοντος Ἄρδυος τοῦ Γύγου Κιμμέριοι ἐξαναστάντες

τῶν οἰκείων ἠθῶν ὑπὸ Σκυθῶν τῶν νομάδων ἀφίκοντο εἰς Ἀσίαν, ὅτε καὶ τὰς

Σάρδεις εἷλον. ἄλλοι δέ φασι καὶ ὅτι ἱερὰ θεῶν καταδραμόντες ἐσύλησαν ἐν Ἀσίᾳ.

ὅθεν οἱ ἀοιδοὶ μὴ ἔχοντες ἄλλως αὐτοὺς βλάψαι μυθοπλάστῳ ἐκτοπισμῷ τὴν τοῦ

ἔθνους κακίαν ἠμύναντο κατά τι φασὶ κοινὸν ἔχθος Ἰώνων πρὸς αὐτούς. Ἴων δὲ καὶ

ὁ ποιητὴς ὁ τῶν τοιούτων ἀοιδῶν κορυφαῖος. εἰσὶ δὲ οἳ καὶ Εὐρωπαῖον ἔθνος

ἐπέκεινα Ἰταλίας ἔχον ὑπόγαιον ὡς τὰ πολλὰ ζωὴν τοὺς Κιμμερίους ἱστόρησαν. καὶ

τούτῳ τῷ τρόπῳ αὐτοὺς ἐνόησαν λέγεσθαι ὑπὸ γῆν εἶναι καὶ Ἅιδην, καὶ ζωὴν ἔχειν

ἡλίῳ ἀνεπισκόπητον. τινὲς δὲ αὐτόθι καὶ νεκυομαντεῖον ἱστόρησαν εἰς ὃ τὸν

Ὀδυσσέα φασὶν ἀφικέσθαι. καί τινα κόλπον Ἄορνον χωρίον Πλουτώνειον, περὶ οὗ

προείρηται. κἀνταῦθα τοὺς Κιμμερίους οἰκίζουσι, λέγοντες τοὺς ἐκεῖ ἐν καταγείοις

ἀργίλλαις οἰκεῖν, καὶ δι' ὑπονόμων παρ' ἀλλήλους φοιτᾶν, καὶ ζῆν ἀπὸ μεταλλείας,

καὶ μαντεύεσθαι. εἶναι δὲ πάτριον ἔθος αὐτοῖς, μηδένα τὸν ἥλιον ὁρᾶν, ἀλλὰ νυκτὸς

ἐκπορεύεσθαι διὰ τῶν χασμάτων. διὸ καὶ λέγεσθαι μηδέ ποτε ἥλιον φαέθοντα

ἐπιδέρκεσθαι, φθαρῆναι δὲ αὐτοὺς ὕστερον ὑπὸ βασιλέως, ἐπεὶ ὁ χρησμὸς οὐκ ἀπέβη

ἐκείνῳ λαβόντι μαντείαν. τὰ δὲ παλαιὰ σχόλια φασὶ καὶ ὅτι ἔθνος περιοικοῦν τὸν

Ὠκεανὸν οἱ Κιμμέριοι. ἄλλως δὲ, ὅτι Κιμμερίους ὑποτίθεται ὁ ποιητὴς τοὺς κατὰ

δύσιν οἰκοῦντας καὶ προσκειμένους τῷ Ἅιδῃ. λέγουσι δὲ καὶ ἱστορεῖσθαι, Σκύθας

ὑπὸ Κιμμερίων ἐξελαθῆναι. Ἰστέον δὲ ὅτι τὸ, Κιμμερίων ἀνδρῶν δῆμός τε πόλις τε,

περιφραστικῶς εἴρηται ἀντὶ τοῦ οἱ Κιμμέριοι. διὸ ἐπάγει· ἠέρι καὶ νεφέλῃ (ῃερς. 15.)

κεκαλυμμένοι. τοῦτο δὲ κατὰ τὸν γεωγράφον αἰνίττεται ζοφῶδες εἶναι τὸ κλίμα τῆς

κατὰ τοὺς Κιμμερίους χώρας. οὗ ἐνδεικτικόν φησι καὶ τὸ, οὐδέ ποτ' αὐτοὺς ἠέλιος

φαέθων ἐφορᾷ. ἔχουσι μὲν γὰρ ἥλιον εἰ καὶ μὴ οἱ τοῦ μύθου, ἀλλὰ γοῦν οἱ τῆς

ἱστορίας Κιμμέριοι, ὑφ' ἥλιον ὄντες, ὅτι καὶ ὑπὲρ γῆς. οὐ μὴν (ῃερς. 16.) φαέθοντα ὅ

ἐστι φαιεινὸν αὐτοῖς ἐπιλάμποντα. Τὸ δὲ ἀκτίνεσσιν, ἢ πρὸς τὸ φαέθων ἀποδοτέον

ἵνα ᾖ φαέθων ἀκτίνεσσιν ἥλιος, ἢ πρὸς τὸ δέρκεται, ἵνα δοκῇ βλέπειν ἥλιος ταῖς

ἀκτῖσιν, ὡς οἷα καὶ ὀφθαλμοῖς. (ῃερς. 17.) Ἀναστείχειν δὲ ἢ στείχειν πρὸς οὐρανὸν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

452

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!