18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

διάβολος ἄνθρωπος. ὁμοίως δὲ καὶ παρὰ τῷ δειπνοσοφιστῇ ἐν τῷ, οἱ πολλοὶ τῶν τοῦ

Πλάτωνος μαθητῶν, τυραννικοί τινες καὶ διάβολοι γεγόνασι. καὶ ἐν τῷ, ὧν εἷς

ἐβασίλευε φαῦλος ὢν καὶ διάβολος, ἀλλὰ καὶ ἀντὶ τοῦ ἀπατᾶν καὶ παραλογίζεσθαι

τίθεται παρὰ Θουκυδίδῃ. παρὰ τῷ κωμικῷ δὲ ἐν τῷ, διέβαλέ με ἡ γραῦς.

μεταβάλλειν δὲ, λέγεται μὲν καὶ ἐπὶ παραφραστικῆς μεθόδου. μεταβάλλειν γὰρ

λέγεται λέξεις, ὁ δίγλωσσος. ὅθεν καὶ ὁ τὸ βιβλίον ὅλον τοῦτο παραφράσας Θρᾷξ

∆ημοσθένης, μεταβολὰς Ὀδυσσείας τὴν τοιαύτην αὐτοῦ πραγματείαν ἐκάλεσεν. ἔστι

δὲ καὶ λέξις ἐμπορική, ὅθεν μεταβολεῖς ὁ βολῶν ὡς ἐῤῥέθη καὶ ἀλφίτων καὶ τῶν

τοιούτων, οἱ αὐτὰ καταλλάσσοντες. παραβάλλειν δὲ, οὐ μόνον τὸ ἐν παραθέσει

συγκρίνειν ὅθεν καὶ ἡ παραβολὴ παράθεσις οὖσα ὁμοιωματικὴ ἐπὶ σαφηνείᾳ τῶν

ὑποκειμένων. καὶ τὸ παραβαλεῖν οὖς ἤγουν πλαγιάσαι. ὑποκλίναι. ὑποθέσθαι εἰς

μεμεριμνημένην ἀκοήν. καὶ τὸ παραβλήδην παρ' Ὁμήρῳ ἀντὶ τοῦ συγκριτικῶς ὡς οἱ

πλείους φασί. κατὰ δὲ τὸν Σουΐδαν, ἀντὶ τοῦ ἀπατητικῶς. παραλογιστικῶς.

παραβάλλεσθαι γάρ φησι καὶ τὸ ἐξαπατᾶν 1.43 ἐξ οὗ καὶ παραβαλέταιρος ὁ ἀπατῶν

τοὺς φίλους, ἀλλὰ καὶ τὸ ἁπλῶς παρατιθέναι. ἀφ' οὗ καὶ παράβλημα κοινῶς, τὸ

ζῴοις εἰς τροφὴν παρατιθέμενον. ἐκεῖθεν καὶ ὁ παράβολος ἄνθρωπος ὁ κινδύνοις

ἑαυτὸν παραβάλλων ὅ ἐστι παρατιθείς. καὶ πρᾶγμα παράβολον ὅπερ ὁ τοιοῦτος

ποιεῖ. ἀντιβάλλειν δὲ δὲ τὸ ἀντιθέναι οἷον λόγους ἤ τι τοιοῦτον. σύστοιχον δὲ

τούτῳ, καὶ τὸ ὡς ἐῤῥέθη ἀντιβολεῖν. καὶ ἀντιβολία ἡ δέησις. Εὔπολις. κατ'

ἀντιβολίαν δέκα τάλαντ' ἀπετισάμην. τὸ δὲ ἐπιβάλλειν, πρόθεσίν τινα δηλοῖ καὶ

περιττότητα ἐπιτευτικὴν. ἐπιβάλλει γοῦν τις νοήματι, ἢ ἔργῳ. ἤγουν ἠκριβωμένος

ἐγχειρεῖ καὶ ἐπιτυχῶς νοεῖ. ὃ καὶ ἐπηβόλως φαμέν. λέγεται δὲ καὶ ἐπιβάλλεσθαι τὸ

ἐπιθυμεῖν. οἷον, μεγάλων ἔργων ἐπιβαλλόμενος. περιβάλλειν δὲ, τὸ περιττὰ τιθέναι

ἤτοι περισσὰ ἐμβάλλειν. ὅθεν καὶ περιβολὴ, λόγου ἰδέα. καὶ λόγος ἐμπερίβολος.

λέγεται δὲ περιβάλλειν, καὶ τὸ ἐνδύειν. ὅθεν καὶ περιβολὴ ἀφ' ἧς περιβόλαιον τὸ

ἔνδυμα ὡς κεφαλὴ κεφάλαιον. τὸ δ' αὐτὸ, καὶ περίβλημα. καὶ περίβολος δὲ οἴκου ἢ

κήπου, ὁ περιβάλλων ἤτοι ἐνδύων τὰ φυλασσόμενα κύκλῳ. ὅθεν καὶ πόλεως ἐσθὴς

τὸ τεῖχος. περιβάλλει δέ τις καὶ πέδην κατὰ τὸν Κίλικα ποιητήν. ἀμφιβάλλειν δὲ, οὐ

μόνον τὸ ἐνδοιάζειν καὶ ἀμφὶς βάλλειν ἤγουν ἀμφοτέρωσε ῥίπτειν τὸν νοῦν, ἀλλὰ

καὶ τὸ ἑκατέρωθεν βάλλειν. ὡς δῆλον ἐκ τοῦ ἀμφίβολος. ὃς παρά τε Ἀῤῥιανῷ καὶ

ἑτέροις, τὸν ἀμφοτέρωθεν βαλλόμενον σημαίνει. δηλοῖ δὲ καὶ τὸ περιβάλλειν ἤγουν

κυκλοῦν. ὅθεν τὸ ἀμφίβληστρον. ἀποβάλλειν δὲ, τὸ ἀποῤῥίπτειν. ὅθεν καὶ ὁ

ἀπόβλητος. τὸ δὲ ὑποβάλλειν, ὑπουλότητά τινα ἐμφαίνει καὶ δολιότητα. ὑποβάλλει

γοῦν ὀφθαλμοὺς, ὁ ὑπούλως βλέπων καὶ ὡς εἰπεῖν ὑποβλὼψ καθ' ὁμοιότητα τοῦ

παραβλώψ. ἔτι δὲ καὶ τοῦ βλοσυρός. ὃς δηλαδὴ τὸ βλέμμα ὑποσύρει. ἐκ τοιαύτης

ἐννοίας. καὶ ὑπόβλητος ὁ καὶ ὑποβολιμαῖος λόγος, ὁ μὴ τῇ ἀληθείᾳ ὅσα καὶ μητρὶ

γνήσιος. καὶ ὑποβολιμαῖον βρέφος, τὸ ὑποβληθὲν λάθρᾳ τῇ γεννώσῃ, οὐ μὴν

γεννηθὲν ὑπ' αὐτῆς. καθυποβάλλει δέ τις καὶ βλάβη τινὰ, ἤγουν λεληθότως βλάπτει.

λέγεται δὲ ὑποβάλλειν, καὶ τὸ ὑποκρούειν ὅ ἐστιν ἐμποδίζειν ἐν τῷ λέγειν, καὶ τὸ δι'

ἑρμηνέως λαλεῖν. ἐξ ὧν τὸ ὑββάλλειν παρὰ τῷ ποιητῇ. καὶ ὑποβολεὺς. ὁ ἑρμηνεύς.

ἐξ αὐτοῦ δὲ καὶ ὑπόβολον οὐ μόνον τὸ νομικὸν ὡς ἐῤῥέθη, ἀλλὰ καὶ τὸ ἐπὶ τόκῳ

ἐνεχυρασθὲν ὡς καὶ αὐτὸ προγέγραπται. καὶ τὸ ὑποβλήδην δὲ λαλεῖν, ἐξ αὐτοῦ

προάγεται. ᾧ σύστοιχόν ἐστι καὶ τὸ, ὑποβαλὼν λόγον. ἀντὶ τοῦ, λαλήσας πρὸ τοῦ

λαβεῖν τέλος τὰ προλαλούμενα. τοῦτο δὲ, καὶ ὑπολαβεῖν λέγεται. οἷον, ὑπολαβὼν δὲ

ὁ δεῖνα εἶπεν, ὑπερβάλλειν δὲ καὶ ὑπερβολὴ, κυρίως μὲν, ἐπὶ τοῦ ὑπερακοντίζειν ἢ

ὑπεροϊστεύειν, ἢ ὑπὲρ μέτρον δισκεύειν. μεταφορικῶς δὲ, καὶ ἐπὶ ἑτέρων ὑπεροχῶν

ἢ καὶ ἐπὶ ἀσυμμετριῶν. καὶ ταῦτα μὲν τὰ περὶ τῆς πολυκινησίας τοῦ βάλλειν. ἧς

μέρος τι, καὶ τὸ ἀνεβάλλετο καλὸν ἀείδειν. εἰ δὲ τὸ ἀνεβάλλετο ταυτόν ἐστι τῷ

ἀνενέγκατο ὡς τὸ, ἀνενείκατο φώνησέν τε, τοσοῦτον ἄρτι καὶ μόνον ῥητέον, ὅτι

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

49

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!