18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ἧμιν ὄρος πόλει ἀμφικαλύψειν, σημείωσαι ὅτι τὸ ἡμῖν ἐγκλιθὲν συνέστειλεν

ἀσυνήθως τὴν λήγουσαν καὶ διατοῦτο προπεριεσπάσθη. Τὸ δὲ ἀμφικαλύψειν εἴρηται

μὲν πρὸς ὁμοιότητα τοῦ, κεκαλυμμένοι ἵππῳ. καὶ τῶν ὁμοίων, δηλοῖ δὲ ἀφανισμὸν

πόλεως ὑπὸ ὄρους ὡς καὶ πρὸ ὀλίγων ἐῤῥέθη. (ῃερς. 573.) Ὅτι προεκθετικὴ ἀφορμὴ

τῆς ἐφεξῆς τοῦ Ὀδυσσέως πολυλογίας γίνεται ἡ ἐνταῦθα τοῦ Ἀλκινόου τοιαύτη

ἐρώτησις. ἀλλ' ἄγε μοι εἰπὲ ὅπῃ ἀπεπλάχθης τε καὶ ἅς τινας ἵκεο χώρας ἀνθρώπων,

αὐτούς τε, πόλεις τ' εὖ ναιεταώσας. ἠμὲν ὅσοι χαλεποί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι, οἵ

τε φιλόξενοι, καί σφι νόος ἐστὶ θεουδής. Φιλομαθὴς δὲ ἐν τούτοις ὑποτίθεται εἶναι ὁ

βασιλεὺς, ὃς ἐθέλει μαθεῖν καὶ τὸ αἴτιον τοῦ κατὰ τὸν Ὀδυσσέα λόγου, εἰπών. (ῃερς.

577.) εἰπὲ δ' ὅ, τι κλαίεις καὶ ὀδύρεαι ἔνδοθι θυμῷ Ἀργείων ἤγουν ὑπὲρ τῶν Ἀργείων

∆αναῶν ἠδ' Ἰλίου (ῃερς. 578.) οἶτον ἀκούων. περὶ οὗ οἴτου καὶ πρὸ ὀλίγων καὶ ἐν

ἄλλοις δὲ εἴρηται. ὅν φησι θεοὶ μὲν τεῦξαν, ἐπεκλώσαντο δ' ὄλεθρον ἀνθρώποις. ἵνα

ᾖ καὶ ἐσσομένοισιν ἀοιδή. (ῃερς. 581.) εἶτα προσεπερωτᾷ καὶ εἴπερ τοιόσδε ἢ τοιόσδε

αὐτῷ συγγενής τις ὤλετο ὑπὲρ οὗ θρηνεῖν αὐτὸν εἰκὸς ὡς εὐθὺς ῥηθήσεται. (ῃερς.

575.) Ἰστέον δὲ ὅτι τὸ, οὐδὲ δίκαιοι, ἑρμηνεία ἐστὶ τοῦ ἄγριοι. ἄλλως γὰρ οὐκ εἰκὸς

ἀγρίους ἀνθρώπους εἶναι κατὰ τὰ ἄλογα. (ῃερς. 577.) Τὸ δὲ ὀδύρεσθαι ἔνδοθι θυμῷ,

οὐ στεναγμὸν δηλοῖ μόνον ἀλλὰ καὶ ἁπλῶς λύπην βαθεῖαν ἐνδιάθετον. (ῃερς. 579.)

Περὶ δὲ τοῦ ἐπεκλώσαντο, ἐῤῥέθη πολλαχοῦ ἔνθα καὶ περὶ ἀτράκτου μοιρῶν καὶ

νήματος καὶ τοῖς κατ' αὐτὸ εἰλήσεως. Ὁ δὲ οἶτος τῶν ∆αναῶν καὶ τῶν Ἰλιέων ὅς

ἐστι καὶ τοῖς ἐσομένοις ἀοιδὴ τὴν Ὁμηρικὴν Ἰλιάδαἰνίττεται. (ῃερς. 581.) Ὅτι

συγγενικά τινα ἐκθέσθαι βουληθεὶς ὁ ποιητὴς ὀνόματα ὃ δὴ πραγματεία τῶν τισὶ

μεθ' Ὅμηρον γέγονε, πλάττει τὸν Ἀλκίνοον ἐρωτῶντα οὕτως. ἦ τίς τοι καὶ πηὸς

ἀπέφθιτο Ἰλιόθι πρό. ἐσθλὸς ἐὼν γαμβρὸς ἢ πενθερὸς οἵ τε μάλιστα κήδιστοι

τελέθουσι μεθ' αἷμά τε καὶ γένος αὐτῶν. ἤ τίς που καὶ ἑταῖρος ἀνὴρ κεχαρισμένα

εἰδὼς ἐσθλός. (ῃερς. 585.) εἶτα ἐπάγει γνωμικόν. ἐπεὶ, οὐ μέν τι κασιγνήτοιο χερείων

γίνεται ὅς κεν ἑταῖρος ἐὼν πεπνυμένα εἰδῇ. (ῃερς. 581.) Καὶ ὅρα ὅτι ἄγαν ἐπαινεῖ τὴν

καθαρὰν φιλίαν εἴγε μὴ χερείονα κασιγνήτου τὸν ἐσθλὸν φίλον φησί. Σημείωσαι δὲ

ὅτι περὶ πηοῦ καὶ ἑταίρου ἐρωτήσας ὁ βασιλεὺς οὐκ ἐσίγησεν οὐδὲ τοὺς καθ' αἷμα,

εἰπών. μεθ' αἷμά τε καὶ γένος αὐτῶν. οἱονεὶ λέγων ὡς εἴπερ πηοῦ μέμνημαι καὶ

ἑταίρου, πολλῷ πρότερον περὶ συγγενοῦς ἐρωτῶ. τούτου δὲ ἐνδεικτικὸν καὶ τὸ, ἦ τίς

τοι καὶ πηὸς ἀπέφθιτο. ὁ γὰρ καˉι σύνδεσμος δευτερεύειν δηλοῖ τὸν πηὸν τοῦ ἐξ

αἵματος γένους. Τῶν δὲ ῥηθεισῶν οἰκειοτήτων τοιαύτη τις κατὰ τὸν ποιητὴν ἡ

διαίρεσις. τῶν δι' οὓς λυπούμεθα, οἱ μὲν πηοί εἰσι τουτέστιν ἀγχισταὶ καὶ κλητοὶ

συγγενεῖς παρὰ τὸ πῶ τὸ κτῶμαι. ὧν κήδιστοι γαμβρὸς καὶ πενθερός. οἱ δὲ φύσει

συγγενεῖς. καὶ τούτων οἱ μὲν αἷμα ὡς οἱ παῖδες, οἱ δὲ ἁπλῶς γένος ὡς ἀδελφοὶ

αὐτανέψιοι. ἀνεψιοί. εἰσὶ δέ τινες καὶ οὐδέτερον τούτοιν, τουτέστιν οὔτε πηοὶ οὔτε

συγγενεῖς, ἀλλ' ἑταῖροι. μάλιστα δὲ ἄλλως εἰπεῖν, τοιαύτη ἡ τοῦ ποιητοῦ ἐνταῦθα

διαίρεσις. τῶν δι' οὓς λυπούμεθα, οἱ μὲν, γνήσιοι. τουτέστι τοῦ ἡμετέρου γένους. οἱ

δὲ, οὔ. τῶν δὲ πρὸς γένους, οἱ μέν, αἷμα. οἱ δὲ, γένος ὀνόματι γενικῷ. τῶν δ' αὖ μὴ

τοιούτων οἱ μὲν πηοί, οἱ δὲ ἑταῖροι. Καὶ ὅρα ὅτι φανερῶς ἐνταῦθα πηὸν ἔφη τὸν

ἐπίκτητον συγγενῆ ὁποῖος καὶ ὁ πενθερὸς καὶ ὁ γαμβρός. οἳ ἐσθλοὶ ἐόντες κήδιστοι

ἂν εἶεν μετὰ τὸ αἷμα καὶ τὸ γένος. ὡς τοῦ αἵματος καὶ τοῦ γένους προτιμητέων

μᾶλλον ὄντων. Ἐκ δὲ τοῦ κήδεσθαι οὐ μόνον κήδιστοι, ἀλλὰ καὶ κηδεσταὶ οἱ

τοιοῦτοι πηοὶ λέγονται. (ῃερς. 584.) Ἐσθλὸν δὲ ὑπογράφει ἑταῖρον τὸν κεχαρισμένα

εἰδότα καὶ ὃς ἂν πεπνυμένα εἰδῇ, ὃν οὐδὲ τίθησι μετὰ κασίγνητον ὥσπερ ὁ ἐσθλὸς

πηὸς καθ' αἷμα καὶ γένος κήδιστός 1.318 ἐστιν, ἀλλ' εἰς ἶσον ἄγει κασιγνήτῳ, εἴγε μὴ

χερείων αὐτοῦ ἐστίν. (ῃερς. 582.) Ἰστέον δὲ καὶ ὅτι φαίνεται ὁ βασιλεὺς

ἀποσεμνύνων ἐν τοῖς ἀγχιστεῦσι καὶ τὸν γαμβρὸν, ἐπεί περ φθάσας εὔξατο γαμβρὸν

αὐτοῦ κληθῆναι τὸν Ὀδυσσέα. ΥΠΟΘΕΣΙΣ ΤΗΣ Ι. ΟΜΗΡΟΥ ΡΑΨΩΙ∆ΙΑΣ. Ἀρχὴ τῶν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

361

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!