18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ἀντὶ τοῦ περιέτεινε. μετενεχθὲν ἀπὸ τοῦ ἐλαυνομένου ἵππου ἢ σιδήρου. (ῃερς. 10.)

Τὸ δὲ ἐδάσσατο ἀρούρας, ἀνάδασμον γῆς εἰπεῖν ἐχορήγησε τοῖς ὕστερον. (ῃερς. 12.)

Τὸ δὲ θεοῦ ἄπο μήδεα εἰδὼς ὥσπερ καὶ τὸ θεοειδὴς, θείου τινὸς καὶ σοφοῦ ἀνδρὸς

ἔπαινός ἐστιν. (ῃερς. 15.) Ὅτι κυριολεκτῶν καὶ ἐνταῦθα τὸν θάλαμον ὃς ἦν κοιτὼν

ἐνδοτάτω, φησί. βῆ δ' ἴμεν ἐς θάλαμον πολυδαίδαλον ᾧ ἔνι κούρη κοιμᾶτο. ἡ τοῦ

Ἀλκινόου δηλαδὴ θυγάτηρ. ἣν καὶ ἀθανάτῃσι φυὴν καὶ εἶδος ὁμοίαν ἱστορεῖ. (ῃερς.

18.) ἐπαινῶν καὶ τὰς παρ' αὐτῇ ἀμφιπόλους, ἐν οἷς φησί. πὰρ δὲ δύ' ἀμφίπολοι

Χαρίτων ἄπο κάλλος ἔχουσαι ὅ ἐστι καλαὶ καὶ οὐ δουλοπρεπεῖς, σταθμοῖϊν ἦσαν

ἑκάτερθεν. (ῃερς. 19.) θύραι δ' ἐπέκειντο φαειναί. ὅ ἐστι κεκλεισμέναι ἦσαν. ἐφάνη

γὰρ ἀλλαχοῦ, ἀνακλίνειν τὸ ἀνοίγειν, ὡς τὸ, ἀνακλῖναι πυκινὸν νέφος. ᾧ

ἀκόλουθον ἐπὶ τοῦ κλείειν, τὸ ἐπικεῖσθαι καὶ τὸ ἐπιθεῖναι. διὸ ἔφη ἐκεῖ Ὅμηρος,

ἀνακλῖναι πυκινὸν νέφος ἠδ' ἐπιθεῖναι. (ῃερς. 19.) Ἰστέον δὲ ὅτι προϊὼν ὁ ποιητὴς

ἐπὶ πλέον σεμνυνεῖ καὶ τὴν δέσποιναν καὶ τὰς ἀμφιπόλους. αὐτὰς μὲν, διὰ τοῦ

Ὀδυσσέως νύμφαις ἀγρονόμοις εἰκάσας. τὴν δὲ νεᾶνιν, Ἀρτέμιδι κυνηγετούσῃ. Τὸ δὲ

ἀμφίπολοι σταθμοῖϊν ἑκάτερθεν ὅ ἐστιν ἑκατέρωθεν τῶν παραστάδων, ἐκ τῆς ˉα

ῥαψῳδίας παρείλκυσται. ἔνθα κεῖται τὸ, ἀμφίπολος ἑκάτερθεν παρέστη. Τὸ δὲ σχῆμα

τοῦ, Χαρίτων ἄπο κάλλος ἔχουσαι, ὅμοιον τῷ, θεῶν ἄπο μήδεα εἰδώς. (ῃερς. .) Ὅτι

τὸ, ἡ δὲ ἀνέμου ὡς πνοιὴ ἐπέσσυτο δέμνια κούρης, στῆ δ' ἂρ ὑπὲρ κεφαλῆς καί μιν

πρὸς μῦθον ἔειπε. λέγεται μὲν περὶ τῆς ὀνειροποιουμένης Ἀθηνᾶς. δύναται δέ ποτε

παρῳδηθῆναι καὶ εἴς τινα ταχυτάτην ὁδόν. (ῃερς. 24.) Ἰστέον δὲ ὡς καὶ τῇ Ναυσικάᾳ

ὄνειρος ἐπιφαίνεται ἐναργὴς ὅ ἐστιν αὐτόχρημα ὅραμα, περὶ ὄρθρον, ὅτε μάλιστα οἱ

ὄνειροι δοκοῦσιν ἀληθεύειν ὡς καὶ ἀλλαχοῦ φαίνεται. ἐρεῖ γοῦν, ὡς αὐτίκα μετὰ

τὸν ὄνειρον ἠὼς ἦλθεν ἐΰθρονος, ἥ μιν ἔγειρεν. ἄφαρ δ' ἀπεθαύμασ' ὄνειρον.

ὁμοιοῦται δὲ ὥσπερ ὁ ἐν Ἰλιάδι βασιλικὸς ὄνειρος φιλουμένῳ προσώπῳ τῷ Νέστορι,

καὶ πρὸ τούτων δὲ ὁ τῆς Πηνελόπης, γυναικὶ συγγενεῖ, οὕτω καὶ ὁ παρὼν, κούρῃ

τινὶ, ἣ ὁμηλίκη μὲν ἦν τῇ νεάνιδι (ῃερς. 23.) κεχάριστο δὲ θυμῷ. ἤγουν ἐφιλεῖτο

αὐτῇ κατὰ τὸ, Νεστορίδι τῷ μῷ κεχαρισμένε θυμῷ. εἰ δὲ ἐφιλεῖτο ἡ τοιαύτη κόρη τῇ

βασιλίδι, πιθανῶς ἄρα καὶ ἀνειδωλοποιεῖτο ἐν ὕπνοις. λέγει δὲ (ῃερς. 25.) τὸ ῥηθὲν

ὅραμα παραινετικῶς, ὅσα ἄν τις ὀνειδίσῃ εὐγενεῖ παρθένῳ μεθήμονι, ὅ ἐστιν

ἀμελούσῃ τῶν τοῦ οἴκου. εἰσὶ δὲ ἐκεῖνα τοιαῦτα. τί νύ 1.236 σε ὧδε μεθήμονα

γείνατο μήτηρ; εἵματα μέντοι κεῖται ἀκηδέα σιγαλόεντα. σοὶ δὲ γάμος σχεδόν ἐστιν.

ἵνα χρὴ καλὰ μὲν αὐτὴν ἕννυσθαι. τὰ δὲ, (ῃερς. 28.) τοῖσι παρασχεῖν οἵ κε σ' ἄγωνται,

ἔθος γάρ φασιν ἦν, τὰς νύμφας τοῖς τοῦ νυμφίου, ἐσθῆτας ἐν τῷ τοῦ γάμου καιρῷ

χαρίζεσθαι. εἶτα (ῃερς. 29.) καὶ τὸ χρήσιμον τῆς τοιαύτης ἐπιμελείας ὁ ὄνειρος

ἐκτιθεὶς, λέγει ἐκ γάρ τοι τούτων φάτις ἀνθρώπους ἀναβαίνει ἐσθλή. χαίρουσι δὲ

πατὴρ καὶ πότνια μήτηρ. εἶτα ἴομεν φησὶ πλυνέουσαι ἅμ' ἠοῖ φαινομένῃφι. καίτοι

ἐγὼ συνέριθος (ῃερς. 34.) ἅμ' ἕψομαι. δι' ἔργου τάχος. ἐπεὶ οὔτοι ἔτι δὴν παρθένος

ἔσσεαι. ἤδη γάρ σε, μνῶνται ἀριστῆες κατὰ δῆμον ὅθι τοι γένος ἐστὶ καὶ αὐτῇ. τοῦτο

δὲ, πρὸς εὐγενῆ παρθένον πρέπει ῥηθῆναι. (ῃερς. 74.) καὶ ποιήσει οὕτως ἡ Ναυσικάα

διδοῦσα ἑαυτὴν εἰς ὑπερεσίαν εὐτελῆ κατὰ ἡρωϊκὴν ἀφέλειαν καὶ ἁπλότητα, δι' ἣν

καὶ ψυχρολουτεῖ ἐν τοῖς ἑξῆς. καὶ φέρει ἐκ θαλάμου ἐσθῆτα φαεινήν. καὶ

κατατίθησιν ἐπ' ἀπήνης. καὶ μάστιγα καὶ ἡνίον λαβοῦσα, μαστίζει τὰς ἡμιόνους. καὶ

ἐν τῷ ἐκ τοῦ ποταμοῦ ἐπανιέναι ζεύξασα τὰς ἡμιόνους, πτύσσει τὰ εἵματα. καὶ

τοιαῦτα μὲν ταῦτα. (ῃερς. 26.) Σιγαλόεντα δὲ εἵματα εἴπερ λέγει τὰ μὴ σκληρὰ μηδὲ

κτυποῦντα διὰ τὸ ἀντιτυπεῖν ἀλλὰ τὰ ἁπαλὰ, γλυκέως λέγει καὶ ἀφελῶς. τὸ γὰρ

σιγᾶν, κυρίως ἐπὶ ἐμψύχων. μᾶλλον δὲ, ἐπὶ λογικῶν. (ῃερς. 29.) Τὸ δὲ ἐκ γάρ τοι

τούτων φάτις ἀναβαίνει ἐσθλὴ, γνωμικὸν μὲν οὐκ ἂν εἴη, χρήσιμον δὲ ἄλλως ἐστὶ

τοῖς ὀτρύνουσι τινὰ εἴς τι σπουδαῖον. Φάτις δὲ, ἡ φήμη, ἀπὸ τοῦ πέφαται. ὡς ἀπὸ τοῦ

πέφασαι ἡ φάσις καὶ ἐκ τοῦ πέφαμαι ἡ φάμα ∆ωρικῶς καὶ ἡ φήμη κοινῶς. Τὸ δὲ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

268

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!