18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

καὶ τοὺς λοιποὺς Κύκλωπας. οὓς φίλους ἑαυτῷ ἔφη, κολακεύων ἀμεθόδως ὁ ἄφιλος

καὶ ἄγριος καὶ κακόξενος. (ῃερς. 400.) Ἄκριες δὲ κατὰ τοὺς παλαιοὺς ἄκρα ὀρῶν.

λόφοι. ἐσχατιαί. γωνίαι. καὶ ἀκρίζειν, τὸ τὰ ἄκρα ἐπιπορευέσθαι. ὃ καὶ 1.353

ἐξακρίζειν Εὐριπίδης φησίν. ἕτερος δέ τις ἐπήκρισε φησὶν ἀντὶ τοῦ ἐπάκρον ἤγαγε

καὶ τέλος ἐπέθηκεν. 1.353 οἱ δὲ παλαιοὶ φασὶ καὶ οὕτως. ἄκριες, λόφοι ὀρῶν οἱ καὶ

ἄμβωνες, ὧν πολλὴ ἡ χρῆσις. φησὶ γοῦν Αἴλιος ∆ιονύσιος. ἄμβωνες, λόφοι ὀρῶν,

καὶ ἴτυς πᾶσα καὶ οἷον ὀφρὺς καὶ ὑπεροχή. καὶ χείλη δὲ λοπάδων. οἷον. πολλῶν ἤδη

λοπάδων τοὺς ἄμβωνας περιλείξας. ἐῤῥέθη δὲ καὶ ἐπὶ μορίου γυναικείου ὁ ἄμβων.

φέρεται δὲ καὶ ὅτι ἄμβων, λοπάς. καὶ ἡ τῆς λοπάδος ἐνδοτάτω ὀφρύς. καὶ τὰ χείλη.

καὶ ὀρῶν λόφοι. προσαναβάσεις. ὑπεροχαί. καὶ αἱ τοῖς κοιλώμασι περικείμεναι

ὀφρῦς. Ἡρόδοτος δὲ τὰς ἄκριας ἄκρια οὐδετέρως φησὶν ἐν τῷ, οἱ μὲν εἶχον τὰ περὶ

τὴν πόλιν καὶ τὸ πεδίον. τὰ δ' ὑπεράκρια ἔδοσαν Καρσί. δοκεῖ δὲ ὥσπερ κιθάρα

κίθαρις, οὕτως εἶναι καὶ ἄκρη ἄκρις Ἰωνικῶς. (ῃερς. 404.) Τὸ δὲ ἀΰπνους ἄμμε

τίθησθα, φανερῶς τὸ ἄμμε δυϊκὸν ἀντὶ πολλοῦ πλήθους λαμβάνει κατὰ διαφορίαν

Ἰωνικὴν. (ῃερς. 413.) Ὅτι ἐπεί περ οἱ Κύκλωπες ἀπατηθέντες πρὸς τὸ Οὖτις ὄνομα,

εἶπον. εἰ μὲν δὴ μή τίς σε βιάζεται, οὐκ ἔστιν ἡμᾶς ἀμύνασθαι, πάνυ Ὀδυσσεὺς ἐχάρη.

φησὶ γοῦν. ὡς ἂρ ἔφαν ἀπιόντες, ἐμὸν δ' ἐγέλασε φίλον κῆρ, ὡς ὄνομ' ἐξηπάτησεν

ἐμὸν καὶ μῆτις ἀμύμων. Ἔστι δὲ τὸ ἐγέλασε φίλον κῆρ ἀνάπαλιν πρὸς τὸ, ἐκ δ'

ἐγέλασεν. ἐκεῖνο μὲν γὰρ ἀντὶ τοῦ ἔξω καὶ κατὰ μόνα χείλη; ἢ καὶ ἐμφανῶς. τοῦτο

δὲ ἀντὶ τοῦ, κρυφῇ ἔνδον, κατὰ τὸ ἀνέκφερον. Τὸ δὲ ἀπιόντες, πρὸς ἀσφάλειαν

πλείω κεῖται, δῆλον γὰρ ὡς εἴπερ μὴ ἀπιόντες ἔλεγον ἀλλ' ἱστάμενοι, ἐπέστησεν ἂν

ὁ Κύκλωψ, καὶ διευκρινήσας, ὅπερ εἶπεν, ἔβλαψεν ἂν οὕτω τοὺς ἐχθρούς. δόξοι δ' ἂν

τὸ, ἐμὸν δ' ἐγέλασε φίλον κῆρ καὶ ἑξῆς, καὶ Ὁμηρικὸς ἐμφαίνειν χαρὰν ἐπὶ τῇ δεξίᾳ

πλάσει τοῦ τοιούτου σοφίσματος. (ῃερς. 415.) Ὅτι τὸ, Κύκλωψ δὲ στενάχων τε καὶ

ὠδίνων ὀδύνῃσι, παρήχησίν τινα παραλαλεῖ καινοτέραν, οὐ σπουδασθεῖσαν ἴσως

ἀλλὰ εἰκῇ καὶ οὐκ ἐκ περιέργου παραπεσοῦσαν, διὰ τὸ τῶν ὁμοιοφώνων λέξεων

καίριον. ὥς που καὶ παρὰ Ἱμερίῳ ἔχει τὸ, κοιμίζει μὲν δῆμον κυμαίνοντα. ὅπερ

ὁμοίως ἔχει τῷ, κοίμησε δὲ κύματα δαίμων. καὶ, Φυλέα φίλον μακάρεσσι θεοῖσι. καὶ,

ἔκειτο ἐν φύλλοις φίλον τετιημένος ἦτορ. τὸ μέντοι, εἰ μὲν δὴ μή τίς σε βιάζεται καὶ

τὸ μῆτις ἀμύμων, οὐ κατὰ ταῦτα μὲν, παρηχεῖ δ' ὅμως καὶ αὐτὸ κατά τινα παρήχησιν

ἀλλόφυλον. ὁποῖόν τι καὶ τὸ, τῷ δ' ἄρα πέμπῳ πέμπε νέεσθαι. καὶ, ἐπὶ Ἴρῳ ἦρα

φέρων. καὶ, νῆα παρὲξ ἐλάαν ἐπεὶ φέρτερον ἓξ ἑτάρους ποθεῖν. ἐφ' οἷς πολλάκις τῷ

λόγῳ παραπίπτουσιν, οὐδένα χρὴ προστρίβεσθαι ψόγον τοῖς ῥήτορσι. Τὸ δὲ ὠδίνειν

κυρίως ἐπὶ γυναικῶν τεθειμένον σφοδρὰν ἐνταῦθα ὀδύνην δηλοῖ. ἡ δὲ ἐπιφορὰ τοῦ

ὀδύνῃσι πρὸς διαστολὴν τοῦ ἐπὶ τόκῳ ὠδίνειν. Τοῦ δὲ ᾠκειῶσθαι τῇ ὠδῖνι τὰς

ὀδύνας δηλωτικὸν καὶ ἡ ἐν Ἰλιάδι παραβολὴ, τὸ, ὡς δ' ὅτ' ἂν ὠδίνουσαν ἔχῃ βέλος

καὶ ἑξῆς. (ῃερς. 416.) Ὅτι ὁ Κύκλωψ μετὰ τὴν τύφλωσιν χερσὶ ψηλαφόων ἀπὸ μὲν

λίθον εἷλε θυράων. αὐτός δ' εἰνὶ θύραις καθέζετο χεῖρε (ῃερς. 417.) πετάσας ὅ ἐστιν

ἁπλώσας. ὃ καὶ ἐπὶ Ὀδυσσέως ἐλέχθη, ὁπηνίκα ἐνήχετο. ἐκάθετο δὲ οὕτως, εἴ τινά

που μετ' ὄεσσι λάβοι στείχοντα θύραζε. οὕτω γάρ πού με ἤλπετο ἐνὶ φρεσὶ νήπιον

εἶναι. αὐτὰρ ἐγώ φησι βούλευον, ὅπως ὄχ' ἄριστα γένοιτο. ἤγουν εἴ τινα ἑτάροισι

θανάτου λύσιν καὶ ἐμοὶ αὐτῷ (ῃερς. 422.) εὑροίμην. Καὶ ὅρα τὸ εὑροίμην μέσου

ἀορίστου δευτέρου τοῦ εὑρόμην. ὡς τὸ, τάδε σοῦ θανόντος εὑρόμην. ἐξ οὗ καὶ τὸ

εὑρέσθαι ἀπαρέμφατον. τοῦ γὰρ εὑράμην καὶ τοῦ εὕρασθαι οὐκ ἔστι χρῆσιν εὑρεῖν.

(ῃερς. 416.) Καὶ ὅτι τὸ τῶν θυρῶν ὄνομα ἐπὶ τοῦ ἀθυρώτου σπηλαίου πλεονάζει παρὰ

τῷ ποιητῇ. (ῃερς. 4.) καὶ ὅτι τὸ βουλεύειν ἐνεργητικῶς κἀνταῦθα κεῖται. (ῃερς. 416.)

Καὶ ὅτι τὸ χερσὶ ψηλαφᾶν πρὸς διαστολὴν ἑτέρων εἴρηται ψηλαφήσεων. ἐπὶ δὲ

τούτοις φησὶν Ὀδυσσεὺς καὶ ὡς πάντας δόλους καὶ μῆτιν ὕφαινον ὥστε περὶ ψυχῆς.

μέγα γὰρ κακὸν ἐγγύθεν ἦεν. (ῃερς. 422.) ἔνθα τὸ μὲν πάντας δόλους ἀντὶ τοῦ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

402

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!