18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

καὶ νέκταρος. τοιαῦτα δ' ἂν λέγοιτο πάσχειν καὶ ἅπας ἢ φαντασιοκόπος ὢν καὶ

ἐλπίσι κεναῖς ἐφ' οἷς οὐ χρὴ βοσκόμενος, ἢ μοχθῶν μὲν ἐπὶ χρησταῖς ἐλπίσι καὶ

καραδοκίᾳ κέρδους τινὸς καὶ μᾶλλον ἀγροτικώτερον, εἶτα ἐκπίπτων αὐτῶν ὅτε πρὸς

τοῖς ἐλπιζομένοις γένηται καὶ πρὸ χειρῶν ἔχει τὸ ἀγαθόν. καὶ ὁ Τάνταλος δὲ

τοιοῦτός τις ἂν δόξειεν εἶναι, πρὸς οὐδέν τι τέλος χρηστὸν ἀεὶ ἐλπιδοκοπούμενος.

τῶν δέ γε πλασμένων ᾐωρῆσθαι αὐτὸν οὐρανοῦ μέσον καὶ γῆς οἱ μὲν αἰτίαν τῆς

κολάσεως εἶπον καὶ αὐτοὶ τὴν προσεχῶς ῥηθεῖσαν, καὶ μάλιστα τὴν ἀκόλαστον

γλῶσσαν, διὸ καὶ μέσος κρέμαται τῶν τε ἄνω ἀποστὰς περὶ οὓς ἠδίκησε, καὶ μηδὲ

τοῖς κάτω συνὼν οὓς φιλεῖν ἔδοξεν, ὡς ἂν ἐπίσης καὶ ἀμφοτέρων στέροιτο. καὶ εἰσὶ

τοιοῦτοι, ὅσοι κακῆς ὑπολήψεως ἁλόντες ὧν τε εἶχον πρῴην ἐξέπεσον, καὶ ὧν δὲ

εἶχον ἐρωτικῶς. ἄλλοι δὲ φιλόσοφον γεγονότα τὸν Τάνταλον δοξάσαι εἶπον μύδρον

εἶναι τὸν Ἥλιον καὶ μὴ σῶμά τι θεῖον καὶ γέμον ἀῤῥήτων δυνάμεων. ὅθεν Ἡλίου

χόλῳ τιμωρεῖσθαι λίθου διηνεκεῖ καταφορᾷ, ἠρτημένου χρυσῆς καὶ ὡς εἰπεῖν

ἡλιώδους ἁλύσεως Ἡλίῳ γὰρ ἡ τοῦ χρυσοῦ ὕλη ἀνάκειται, 1.437 ἵνα περὶ ὃ ἔσφαλτο,

ἐκεῖθεν εἴη αὐτῷ ἡ ποινὴ, ἄνωθεν δηλαδὴ καὶ διὰ ἡλιώδους ὕλης καὶ διὰ λίθου, ὃς

δὴ ὁμοειδής τις τῷ μύδρῳ ἐστίν. ἐν δὲ τοῖς τοῦ Ἀθηναίου κεῖται ὅτι φιλήδονος καὶ ὁ

ἀρχαῖος γέγονε Τάνταλος· συνδιατρίβων γὰρ θεοῖς ἐξουσίας ἔτυχε παρὰ τοῦ ∆ιὸς

αἰτήσασθαι ὅτου ἐπιθυμεῖ. ὁ δ' ἁπλήστως ὢν ἀπολαυστικὸς πρὸς τοῖς ἄλλοις μνείαν

ἔθετο καὶ τοῦ ζῆν κατὰ θεούς. ἐφ' οἷς ἀγανακτήσας ὁ Ζεὺς τὴν μὲν εὐχὴν ἐπετέλεσε

διὰ τῆς ὑποσχέσεως, ὅπως δὲ μηδὲν ἀπολαύῃ τῶν παρακειμένων, ἀλλὰ διατελῇ

ταραττόμενος, ὑπὲρ κεφαλῆς ἐξήρτησεν αὐτῷ πέτρον, δι' ὃν οὐ δύναται τυχεῖν

οὐδενός. Σημείωσαι δὲ ὅτι ἐκ τοῦ ῥηθέντος ἀερίου Ταντάλου καὶ τανταλίζεσθαι παρὰ

τραγικοῖς τὸ σαλεύεσθαι καὶ σείεσθαι. ὅθεν τὸ, ταλάντοις ἐκτανταλωθεὶς παρὰ

Σωπάτρῳ, σκώπτειν βούλεταί τινα ὡς ἐκ πλούτου κατασεσεισμένον εἰς νοῦν διὰ

τρυφήν. καὶ παροιμία δέ φασιν ἴσως ἐκεῖθεν τὸ, Ταντάλου τάλαντα. ἐπεὶ πλούσιός

ποτε ἦν, ὡς δηλοῖ φασὶ Φιλήμων, εἰπών· Κροίσω λαλῶ σοι καὶ Μίδᾳ καὶ Ταντάλῳ. ἢ

καὶ ἀπὸ τῆς τοῦ ὀνόματος φασὶν ὁμοιότητος, ὡς ἀγαθίδες ἀγαθίδων, ἢ ἀγαθίδες

ἀγαθῶν. λέγουσι δὲ οἱ τοιοῦτοι ὀνόματος ὁμοιότητα τὴν ὡσανεὶ παρήχησιν τοῦ

Ταντάλου καὶ τοῦ ταλάντου, ὥσπερ δὴ παρηχεῖται καὶ τὸ ἀγαθῶν ἀγαθίδες, περὶ οὗ

εἴρηται ἀλλαχοῦ. ὁ δὲ τὸν Τάνταλον ὑποπτεύσας πρὸς τῇ ἄλλῃ τρυφῇ καὶ ὀπώραις

χαίρειν ἀστείως ἔγραψεν ὅτι Τάνταλος οὐδὲ θανὼν ἀπαλλάττεται τῆς τούτων

ἐπιθυμίας, εἴπερ ὁ κολάζων αὐτὸν θεὸς προσιὼν, καθά περ οἱ τὰ ἄλογα τῶν ζῴων

θαλλοῖς ἄγοντες, τοιούτοις καρποῖς ἀποκρούεται αὐτὸν τῆς ἀπολαύσεως ὅτε τῆς

ἐλπίδος ἐγγὺς ἔλθῃ. ὅτι δὲ καὶ φιλικώτατος ἀνθρώπων ἦν Τάνταλος ὁ Φιλόστρατος

ἱστορεῖ, ἐξ οὗ καὶ παροιμιωδῶς, φησὶν, εἴρηται τὸ, ἡ Ταντάλου φιλοτησία πινέσθω.

ἦν δὲ αὕτη παρ' Ἰνδοῖς πόσις ἐν ποτηρίοις μεγάλοις, ἐξ ὧν ἐκεῖνοι καθεύδειν

μέλλοντες ἔπινον, κύπτοντες ἐπὶ τὰς φιάλας ὡς λέγεται. φασὶ δὲ καὶ ὑπὲρ φιλότητος

τὸ ποτὸν τοῦτο εὑρῆσθαι τοῖς Ἰνδοῖς. καὶ ποιοῦνται αὐτοῦ οἰνοχόον Τάνταλον, ὡς

δηλαδὴ καὶ ἐκείνου οὕτως ὁσιουμένου τὸ φιλοτήσιον, ἢ ἐν τῷ παρὰ θεοῖς εἶναι ἢ ἐν

τῷ κατ' ἀνθρώπους βίῳ. Καὶ ὅρα τὸ περιώνυμον τοῦ Ταντάλου εἰ καὶ Ἰνδοῖς

ἔγνωσται. εἰ δὲ καὶ τὸ Φρύγιον ὄρος ἡ Σίπυλος ἢ τὸ Σίπυλον ἐπέπεσεν αὐτῷ κατὰ

∆ιὸς μῆνιν, ἔχει πάντως ἐντεῦθεν συγκρότησιν ἑρμηνείας τὸ τανταλωθῆναι,

κείμενον παρὰ Σοφοκλεῖ ἐν τῷ, ἀντίτυπα δ' ἐπὶ γᾷ πέσε τανταλωθεὶς, ἤγουν τὸ τοῦ

Ταντάλου παθών. τὸ δὲ ἦν, φασὶ, κατασεισθῆναι. μάλιστα μὲν οὖν τὸ ἄνωθεν κάτω

πεσεῖν κατὰ γῆς ἀντιτύπου, ᾗ τινι πτώσει παρηκολούθησε καὶ ἐπίκρυψις

ἐπικαταστραφέντος αὐτῷ τοῦ Σιπύλου, ὅπερ οὐκ ἐξανάγκης καὶ ὁ τοῦ Σοφοκλέους

ἔπαθε Καπανεύς. ἐτανταλώθη γὰρ ἐκεῖνος μόνῳ τῷ τῆς πτώσεως ἀντιτύπῳ, οὐ μὴν

καὶ τῷ λόγῳ τῆς ἐπικρύψεως. ὅτι δὲ φαντασία ἦν καὶ τὰ ἐπὶ Σισύφῳ ῥηθησόμενα

πλάσματα, δηλοῖ ὁ Ἀλκμὰν ἐν τῷ, ὁρέοντι μὲν οὐδὲν, δοκέοντι δέ. ἔνθα ὅρα τὸ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

498

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!